οὐ μὴν ἀλλʼ εἰ τὸ παράπαν τοῦτο μὴ δυνατόν, κατά γε τὸ παρὸν ἠξίου συμφρονεῖν καὶ φυλάττεσθαι, προϊδομένους τὸ βάρος τῶν στρατοπέδων καὶ τὸ μέγεθος τοῦ συνεστῶτος πρὸς ταῖς δύσεσι πολέμου·δῆλον γὰρ εἶναι παντὶ τῷ καὶ μετρίως περὶ τὰ κοινὰ σπουδάζοντι καὶ νῦν, ὡς ἐάν τε Καρχηδόνιοι Ῥωμαίων ἐάν τε Ῥωμαῖοι Καρχηδονίων περιγένωνται τῷ πολέμῳ, διότι κατʼ οὐδένα τρόπον εἰκός ἐστι τοὺς κρατήσαντας ἐπὶ ταῖς Ἰταλιωτῶν καὶ Σικελιωτῶν μεῖναι δυναστείαις, ἥξειν δὲ καὶ διατείνειν τὰς ἐπιβολὰς καὶ δυνάμεις αὑτῶν πέρα τοῦ δέοντος. διόπερ ἠξίου πάντας μὲν φυλάξασθαι τὸν καιρόν,μάλιστα δὲ Φίλιππον.εἶναι δὲ φυλακήν, ἐὰν ἀφέμενος τοῦ καταφθείρειν τοὺς Ἕλληνας καὶ ποιεῖν εὐχειρώτους τοῖς ἐπιβαλλομένοις κατὰ τοὐναντίον ὡς ὑπὲρ ἰδίου σώματος βουλεύηται, καὶ καθόλου πάντων. τῶν τῆς Ἑλλάδος μερῶν ὡς οἰκείων καὶ προσηκόντων αὑτῷ ποιῆται πρόνοιαν·τοῦτον γὰρ τὸν τρόπον χρωμένου τοῖς πράγμασι τοὺς μὲν Ἕλληνας εὔνους ὑπάρχειν αὐτῷ καὶ βεβαίους συναγωνιστὰς πρὸς τὰς ἐπιβολάς, τοὺς δʼ ἔξωθεν ἧττον ἐπιβουλεύσειν αὐτοῦ τῇ δυναστείᾳ, καταπεπληγμένους τὴν τῶν Ἑλλήνων πρὸς αὐτὸν πίστιν.εἰ δὲ πραγμάτων ὀρέγεται, πρὸς τὰς δύσεις βλέπειν αὐτὸν ἠξίου καὶ τοῖς ἐν Ἰταλίᾳ συνεστῶσι πολέμοις προσέχειν τὸν νοῦν, ἵνα γενόμενος ἔφεδρος ἔμφρων πειραθῇ σὺν καιρῷ τῆς τῶν ὅλων ἀντιποιήσασθαι δυναστείας.εἶναι δὲ τὸν ἐνεστῶτα καιρὸν οὐκ ἀλλότριον τῆς ἐλπίδος ταύτης.τὰς δὲ πρὸς τοὺς Ἕλληνας διαφορὰς καὶ τοὺς πολέμους εἰς τὰς ἀναπαύσεις αὐτὸν ὑπερτίθεσθαι παρεκάλει, καὶ μάλιστα σπουδάζειν περὶ τούτου τοῦ μέρους, ἵνʼ ἔχῃ τὴν ἐξουσίαν, ὅταν βούληται, καὶ διαλύεσθαι καὶ πολεμεῖν πρὸς αὐτούς·ὡς ἐὰν ἅπαξ τὰ προφαινόμενα νῦν ἀπὸ τῆς ἑσπέρας νέφη προσδέξηται τοῖς κατὰ τὴν Ἑλλάδα τόποις ἐπιστῆναι, καὶ λίαν ἀγωνιᾶν ἔφη μὴ τὰς ἀνοχὰς καὶ τοὺς πολέμους καὶ καθόλου τὰς παιδιάς, ἃς νῦν παίζομεν πρὸς ἀλλήλους, ἐκκοπῆναι συμβῇ πάντωνἡμῶν ἐπὶ τοσοῦτον ὥστε κἂν εὔξασθαι τοῖς θεοῖς ὑπάρχειν ἡμῖν τὴν ἐξουσίαν ταύτην, καὶ πολεμεῖν ὅταν βουλώμεθα καὶ διαλύεσθαι πρὸς ἀλλήλους, καὶ καθόλου κυρίους εἶναι τῶν ἐν αὑτοῖς ἀμφισβητουμένων.ὁ μὲν οὖν Ἀγέλαος τοιαῦτα διαλεχθεὶς πάντας μὲν παρώρμησε τοὺς συμμάχους πρὸς τὰς διαλύσεις, μάλιστα δὲ τὸν Φίλιππον, οἰκείοις χρησάμενος λόγοις πρὸς τὴν ὁρμὴν αὐτοῦ τὴν ἤδη προκατεσκευασμένην ὑπὸ τῶν τοῦ Δημητρίου παραινέσεων.διόπερ ἀνθομολογησάμενοι πρὸς σφᾶς ὑπὲρ τῶν κατὰ μέρος, καὶ κυρώσαντες τὰς διαλύσεις, ἐχωρίσθησαν, κατάγοντες εἰς τὰς οἰκείας ἕκαστοι πατρίδας εἰρήνην ἀντὶ πολέμου.ταῦτα δὲ πάντα συνέβη γενέσθαι κατὰ τὸν τρίτον ἐνιαυτὸν τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος, λέγω δὲ τὴν τῶν Ῥωμαίων περὶ Τυρρηνίαν μάχην καὶ τὴν Ἀντιόχου περὶ Κοίλην Συρίαν, ἔτι δὲ τὰς Ἀχαιῶν καὶ Φιλίππου πρὸς Αἰτωλοὺς διαλύσεις. τὰς μὲν οὖν Ἑλληνικὰς καὶ τὰς Ἰταλικάς,ἔτι δὲ τὰς Λιβυκὰς πράξεις, οὗτος ὁ καιρὸς καὶ τοῦτο τὸ διαβούλιον συνέπλεξε πρῶτον·οὐ γὰρ ἔτι Φίλιππος οὐδʼ οἱ τῶν Ἑλλήνων προεστῶτες ἄρχοντες πρὸς τὰς κατὰ τὴν Ἑλλάδα πράξεις ποιούμενοι τὰς ἀναφορὰς οὔτε τοὺς πολέμους οὔτε τὰς διαλύσεις ἐποιοῦντο πρὸς ἀλλήλους, ἀλλʼ ἤδη πάντες πρὸς τοὺς ἐν Ἰταλίᾳ σκοποὺς ἀπέβλεπον.ταχέως δὲ καὶ πρὸς τοὺς νησιώτας καὶ τοὺς τὴν Ἀσίαν κατοικοῦντας τὸ παραπλήσιον συνέβη γενέσθαι·καὶ γὰρ οἱ Φιλίππῳ δυσαρεστούμενοι καί τινες τῶν Ἀττάλῳ διαφερομένων οὐκέτι πρὸς Ἀντίοχον καὶ Πτολεμαῖον οὐδὲ πρὸς μεσημβρίαν καὶ τὰς ἀνατολὰς ἔνευον, ἀλλʼ ἐπὶ τὴν ἑσπέραν ἀπὸ τούτων τῶν καιρῶν ἔβλεπον, καὶ τινὲς μὲν πρὸς Καρχηδονίους, οἱ δὲ πρὸς Ῥωμαίους ἐπρέσβευον,ὁμοίως δὲ καὶ Ῥωμαῖοι πρὸς τοὺς Ἕλληνας, δεδιότες τὴν τοῦ Φιλίππου τόλμαν καὶ προορώμενοι μὴ συνεπίθηται τοῖς τότε περιεστῶσιν αὐτοὺς καιροῖς.ἡμεῖς δʼ ἐπειδὴ κατὰ τὴν ἐξ ἀρχῆς ὑπόσχεσιν σαφῶς, οἶμαι, δεδείχαμεν πότε καὶ πῶς καὶ διʼ ἃς αἰτίας αἱ κατὰ τὴν Ἑλλάδα πράξεις συνεπλάκησαν ταῖς Ἰταλικαῖς καὶ Λιβυκαῖς,λοιπὸν κατὰ τὸ συνεχὲς ποιησάμενοι τὴν διήγησιν ὑπὲρ τῶν Ἑλληνικῶν ἕως εἰς τοὺς καιρούς, ἐν οἷς Ῥωμαῖοι τὴν περὶ Κάνναν μάχην ἡττήθησαν, ἐφʼ ἣν τῶν Ἰταλικῶν πράξεων τὴν καταστροφὴν ἐποιησάμεθα, καὶ ταύτην τὴν βύβλον ἀφοριοῦμεν, ἐξισώσαντες τοῖς προειρημένοις καιροῖς.Ἀχαιοὶ μὲν οὖν ὡς θᾶττον ἀπέθεντο τὸν πόλεμον, στρατηγὸν αὑτῶν ἑλόμενοι Τιμόξενον, ἀναχωρήσαντες εἰς τὰ σφέτερα νόμιμα καὶ τὰς διαγωγάς,ἅμʼ Ἀχαιοῖς δʼ [καὶ] αἱ λοιπαὶ πόλεις αἱ κατὰ Πελοπόννησον, ἀνεκτῶντο μὲν τοὺς ἰδίους βίους, ἐθεράπευον δὲ τὴν χώραν, ἀνενεοῦντο δὲ τὰς πατρίους θυσίας καὶ πανηγύρεις καὶ τἄλλα τὰ πρὸς τοὺς θεοὺς παρʼ ἑκάστοις ὑπάρχοντα νόμιμα.σχεδὸν γὰρ ὡς ἂν εἰ λήθην συνέβαινε γεγονέναι παρὰ τοῖς πλείστοις περὶ τὰ τοιαῦτα διὰ τὴν συνέχειαν τῶν προγεγονότων πολέμων.οὐ γὰρ οἶδʼ ὅπως ἀεί ποτε Πελοποννήσιοι, τῶν ἄλλων ἀνθρώπων οἰκειότατα πρὸς τὸν ἥμερον καὶ τὸν ἀνθρώπινον βίον ἔχοντες, ἥκιστα πάντων ἀπολελαύκασιν αὐτοῦ κατά γε τοὺς ἀνώτερον χρόνους, μᾶλλον δέ πως κατὰ τὸν Εὐριπίδην ἦσαν ἀεὶ πρασίμοχθοί τινες καὶ οὔποτε ἥσυχοι δορί.