συνέβαινε δέ, καθʼ οὓς καιροὺς ἐπολιόρκει τὰς Θήβας Φίλιππος, ἡττῆσθαι Ῥωμαίους ὑπʼ Ἀννίβου τῇ περὶ Τυρρηνίαν μάχῃ, τὴν δὲ φήμην ὑπὲρ τῶν γεγονότων μηδέπω προσπεπτωκέναι τοῖς Ἕλλησιν.ὁ δὲ Φίλιππος, τῶν λέμβων ὑστερήσας καὶ καθορμισθεὶς πρὸς Κεγχρεαῖς τὰς μὲν καταφράκτους ναῦς ἐξαπέστειλε, συντάξας περὶ Μαλέαν ποιεῖσθαι τὸν πλοῦν ὡς ἐπʼ Αἰγίου καὶ Πατρῶν, τὰ δὲ λοιπὰ τῶν πλοίων ὑπερισθμίσας ἐν Λεχαίῳ παρήγγελλε πᾶσιν ὁρμεῖν.αὐτὸς δὲ κατὰ σπουδὴν ἧκε μετὰ φίλων ἐπὶ τὴν τῶν Νεμέων πανήγυριν εἰς Ἄργος.ἄρτι δʼ αὐτοῦ θεωμένου τὸν ἀγῶνα τὸν γυμνικόν, παρῆν ἐκ Μακεδονίας γραμματοφόρος διασαφῶν ὅτι λείπονται Ῥωμαῖοι μάχῃ μεγάλῃ καὶ κρατεῖ τῶν ὑπαίθρων Ἀννίβας.παραυτίκα μὲν οὖν Δημητρίῳ τῷ Φαρίῳ μόνῳ τὴν ἐπιστολὴν ἐπέδειξε, σιωπᾶν παρακελευσάμενος·ὃς καὶ λαβόμενος τῆς ἀφορμῆς ταύτης τὸν μὲν πρὸς τοὺς Αἰτωλοὺς ᾤετο δεῖν τὴν ταχίστην ἀπορρῖψαι πόλεμον, ἀντέχεσθαι δὲ τῶν κατὰ τὴν Ἰλλυρίδα πραγμάτων ἠξίου καὶ τῆς εἰς Ἰταλίαν διαβάσεως.τὰ μὲν γὰρ κατὰ τὴν Ἑλλάδα πάντα καὶ νῦν ἤδη ποιεῖν αὐτῷ τὸ προσταττόμενον ἔφη καὶ μετὰ ταῦτα ποιήσειν, Ἀχαιῶν μὲν ἐθελοντὴν εὐνοούντων, Αἰτωλῶν δὲ καταπεπληγμένων ἐκ τῶν συμβεβηκότων αὐτοῖς κατὰ τὸν ἐνεστῶτα πόλεμον·τὴν δʼ Ἰταλίαν ἔφη καὶ τὴν ἐκεῖ διάβασιν ἀρχὴν εἶναι τῆς ὑπὲρ τῶν ὅλων ἐπιβολῆς, ἣν οὐδενὶ καθήκειν μᾶλλον ἢ ʼκείνῳ τὸνδὲ καιρὸν εἶναι νῦν, ἐπταικότων Ῥωμαίων. τοιούτοις δὲ χρησάμενος λόγοις ταχέως παρώρμησε τὸν Φίλιππον, ὡς ἄν, οἶμαι, καὶ νέον βασιλέα καὶ κατὰ τὰς πράξεις ἐπιτυχῆ καὶ καθόλου τολμηρὸν εἶναι δοκοῦντα, πρὸς δὲ τούτοις ἐξ οἰκίας ὁρμώμενον τοιαύτης, ἣ μάλιστά πως ἀεὶ τῆς τῶν ὅλων ἐλπίδος ἐφίεται. πλὴν ὅ γε Φίλιππος,ὡς εἶπον, τότε μὲν αὐτῷ τῷ Δημητρίῳ τὰ προσπεπτωκότα διὰ τῆς ἐπιστολῆς ἐδήλωσε, μετὰ δὲ ταῦτα συνῆγε τοὺς φίλους καὶ διαβούλιον ἀνεδίδου περὶ τῆς πρὸς Αἰτωλοὺς διαλύσεως.ὄντων δὲ καὶ τῶν περὶ τὸν Ἄρατον οὐκ ἀλλοτρίων διεξαγωγῆς τῷ δοκεῖν ὑπερδεξίους ὄντας τῷ πολέμῳ ποιεῖσθαι τὴν διάλυσιν,οὕτως ὁ βασιλεύς, οὐδὲ τοὺς πρεσβευτὰς ἔτι προσδεξάμενος τοὺς κοινῇ πράττοντας τὰ περὶ τὰς διαλύσεις, παραχρῆμα Κλεόνικον μὲν τὸν Ναυπάκτιον πρὸς τοὺς Αἰτωλοὺς διεπέμψατο —κατέλαβε γὰρ ἔτι τοῦτον ἐκ τῆς αἰχμαλωσίας ἐπιμένοντα τὴν τῶν Ἀχαιῶν σύνοδον — αὐτὸς δὲ παραλαβὼν ἐκ Κορίνθου τὰς ναῦς καὶ τὴν πεζὴν δύναμιν ἧκεν ἔχων εἰς Αἴγιον.καὶ προελθὼν ἐπὶ Λασιῶνα καὶ τὸν ἐν τοῖς Περιππίοις πύργον παραλαβών, καὶ συνυποκριθεὶς ὡς ἐμβαλῶν εἰς τὴν Ἠλείαν, τοῦ μὴ δοκεῖν λίαν ἕτοιμος εἶναι πρὸς τὴν τοῦ πολέμου κατάλυσιν,μετὰ ταῦτα δὶς ἢ τρὶς ἀνακάμψαντος τοῦ Κλεονίκου, δεομένων τῶν Αἰτωλῶν εἰς λόγους σφίσι συνελθεῖν ἐπήκουσε,καὶ πάντʼ ἀφεὶς τὰ τοῦ πολέμου πρὸς μὲν τὰς συμμαχίδας πόλεις γραμματοφόρους ἐξαπέστειλε, παρακαλῶν πέμπειν τοὺς συνεδρεύσοντας καὶ μεθέξοντας τῆς ὑπὲρ τῶν διαλύσεων κοινολογίας,αὐτὸς δὲ διαβὰς μετὰ τῆς δυνάμεως καὶ καταστρατοπεδεύσας περὶ Πάνορμον, ὃς ἔστι μὲν τῆς Πελοποννήσου λιμήν, κεῖται δὲ καταντικρὺ τῆς τῶν Ναυπακτίων πόλεως, ἀνέμενε τοὺς τῶν συμμάχων συνέδρους.κατὰ δὲ τὸν καιρὸν τοῦτον, καθʼ ὃν ἔδει συναθροίζεσθαι τοὺς προειρημένους, πλεύσας εἰς Ζάκυνθον διʼ αὑτοῦ κατεστήσατο τὰ κατὰ τὴν νῆσον, καὶ παρῆναὖθις ἀναπλέων. ἤδη δὲ καὶ τῶν συνέδρων ἡθροισμένων, ἐξέπεμψε πρὸς τοὺς Αἰτωλοὺς Ἄρατον καὶ Ταυρίωνα καί τινας τῶν ἡκόντων ἅμα τούτοις.οἳ καὶ συμμίξαντες τοῖς Αἰτωλοῖς πανδημεὶ συνηθροισμένοις ἐν Ναυπάκτῳ, βραχέα διαλεχθέντες καὶ θεωροῦντες αὐτῶν τὴν ὁρμὴν τὴν πρὸς τὰς διαλύσεις, ἔπλεον ἐξ ὑποστροφῆς πρὸς τὸν Φίλιππον χάριν τοῦ διασαφῆσαι περὶ τούτων.οἱ δʼ Αἰτωλοί, σπεύδοντες διαλύσασθαι τὸν πόλεμον, ἐξαπέστελλον ἅμα τούτοις πρέσβεις πρὸς τὸν Φίλιππον, ἀξιοῦντες παραγενέσθαι μετὰ τῆς δυνάμεως πρὸς σφᾶς, ἵνα τῆς κοινολογίας ἐκ χειρὸς γινομένης τύχῃ τὰ πράγματα τῆς ἁρμοζούσης διεξαγωγῆς.ὁ δὲ βασιλεὺς παρορμηθεὶς τοῖς παρακαλουμένοις διέπλευσε μετὰ τῆς δυνάμεως πρὸς τὰ λεγόμενα Κοῖλα τῆς Ναυπακτίας, ἃ τῆς πόλεως εἴκοσι μάλιστα σταδίους ἀφέστηκε·στρατοπεδεύσας δὲ καὶ περιλαβὼν χάρακι τὰς νῆας καὶ τὴν παρεμβολήν, ἔμενε προσανέχων τὸν καιρὸν τῆς ἐντεύξεως.οἱ δʼ Αἰτωλοὶ χωρὶς τῶν ὅπλων ἧκον πανδημεί, καὶ διασχόντες ὡς δύο στάδια τῆς Φιλίππου παρεμβολῆς διεπέμποντο καὶ διελέγοντο περὶ τῶν ἐνεστώτων.τὸ μὲν οὖν πρῶτον ὁ βασιλεὺς πάντας ἐξέπεμπε τοὺς ἥκοντας παρὰ τῶν συμμάχων, κελεύσας ἐπὶ τούτοις προτείνειν τὴν εἰρήνην τοῖς Αἰτωλοῖς, ὥστʼ ἔχειν ἀμφοτέρους ἃ νῦν ἔχουσι·δεξαμένων δὲ τῶν Αἰτωλῶν ἑτοίμως, τὸ λοιπὸν ἤδη περὶ τῶν κατὰ μέρος συνεχεῖς ἐγίνοντο διαποστολαὶ πρὸς ἀλλήλους, ὧν τὰς μὲν πλείους παρήσομεν διὰ τὸ μηδὲν ἔχειν ἄξιον μνήμης,τῆς δʼ Ἀγελάου τοῦ Ναυπακτίου παραινέσεως ποιησόμεθα μνήμην, ᾗ κατὰ τὴν πρώτην ἔντευξιν ἐχρήσατο πρός τε τὸνβασιλέα καὶ τοὺς παρόντας συμμάχους. ὃς ἔφη δεῖν μάλιστα μὲν μηδέποτε πολεμεῖν τοὺς Ἕλληνας ἀλλήλοις, ἀλλὰ μεγάλην χάριν ἔχειν τοῖς θεοῖς, εἰ λέγοντες ἓν καὶ ταὐτὸ πάντες καὶ συμπλέκοντες τὰς χεῖρας, καθάπερ οἱ τοὺς ποταμοὺς διαβαίνοντες, δύναιντο τὰς τῶν βαρβάρων ἐφόδους ἀποτριβόμενοι συσσῴζειν σφᾶς αὐτοὺς καὶ τὰς πόλεις.