τὸ γὰρ Ἀθηναίων φρόνημα καταπληξάμενος τῇ μεγαλοψυχίᾳ πρὸς πᾶν ἑτοίμους αὐτοὺς ἔσχε συναγωνιστὰς ἀντὶ πολεμίων.τί δʼ Ἀλέξανδρος; ἐκεῖνος γὰρ ἐπὶ τοσοῦτον ἐξοργισθεὶς Θηβαίοις ὥστε τοὺς μὲν οἰκήτορας ἐξανδραποδίσασθαι, τὴν δὲ πόλιν εἰς ἔδαφος κατασκάψαι, τῆς γε πρὸς τοὺς θεοὺς εὐσεβείας οὐκ ὠλιγώρησε περὶ τὴν κατάληψιν τῆς πόλεως,ἀλλὰ πλείστην ἐποιήσατο πρόνοιαν ὑπὲρ τοῦ μηδʼ ἀκούσιον ἁμάρτημα γενέσθαι περὶ τὰ ἱερὰ καὶ καθόλου τὰ τεμένη.καὶ μὴν ὅτε διαβὰς εἰς τὴν Ἀσίαν μετεπορεύετο τὴν Περσῶν ἀσέβειαν εἰς τοὺς Ἕλληνας, παρὰ μὲν τῶν ἀνθρώπων ἐπειράθη λαβεῖν δίκην ἀξίαν τῶν σφίσι πεπραγμένων, τῶν δὲ τοῖς θεοῖς καταπεφημισμένων πάντων ἀπέσχετο, καίπερ τῶν Περσῶν μάλιστα περὶ τοῦτο τὸ μέρος ἐξαμαρτόντων ἐν τοῖς κατὰ τὴν Ἑλλάδα τόποις.ταῦτʼ οὖν ἐχρῆν καὶ τότε Φίλιππον ἐν νῷ λαμβάνοντα συνεχῶς μὴ οὕτως τῆς ἀρχῆς ὡς τῆς προαιρέσεως καὶ τῆς μεγαλοψυχίας διάδοχον αὑτὸν ἀναδεικνύναι καὶ κληρονόμον τῶν προειρημένων ἀνδρῶν.ὁ δʼ ἵνα μὲν καὶ συγγενὴς Ἀλεξάνδρου καὶ Φιλίππου φαίνηται μεγάλην ἐποιεῖτο παρʼ ὅλον τὸν βίον σπουδήν, ἵνα δὲ ζηλωτὴς οὐδὲ τὸν ἐλάχιστον ἔσχε λόγον.τοιγαροῦν τἀναντία τοῖς προειρημένοις ἀνδράσιν ἐπιτηδεύων τῆς ἐναντίας ἔτυχε παρὰ πᾶσιδόξης, προβαίνων κατὰ τὴν ἡλικίαν. ὧν ἦν ἓν καὶ τὸ τότε πραχθέν. τοῖς γὰρ Αἰτωλῶν ἀσεβήμασι συνεξαμαρτάνων διὰ τὸν θυμὸν καὶ κακῷ κακὸν ἰώμενος οὐδὲν ᾤετο ποιεῖν ἄτοπον.καὶ Σκόπᾳ μὲν καὶ Δωριμάχῳ παρʼ ἕκαστον εἰς ἀσέλγειαν καὶ παρανομίαν ὠνείδιζε, τὴν ἐν Δωδώνῃ καὶ Δίῳ προφερόμενος ἀσέβειαν εἰς τὸ θεῖον· αὐτὸς δὲ παραπλήσια ποιῶν οὐκ ᾤετο τῆς ὁμοίας ἐκείνοις τεύξεσθαι δόξης παρὰ τοῖς ἀκούσασι.τὸ μὲν γὰρ παραιρεῖσθαι τῶν πολεμίων καὶ καταφθείρειν φρούρια, λιμένας, πόλεις, ἄνδρας, ναῦς, καρπούς, τἄλλα τὰ τούτοις παραπλήσια, διʼ ὧν τοὺς μὲν ὑπεναντίους ἀσθενεστέρους ἄν τις ποιήσαι, τὰ δὲ σφέτερα πράγματα καὶ τὰς ἐπιβολὰς δυναμικωτέρας, ταῦτα μὲν ἀναγκάζουσιν οἱ τοῦ πολέμου νόμοι καὶ τὰ τούτου δίκαια δρᾶν·τὸ δὲ μήτε τοῖς ἰδίοις πράγμασιν ἐπικουρίαν μέλλοντα μηδʼ ἡντινοῦν παρασκευάζειν μήτε τοῖς ἐχθροῖς ἐλάττωσιν πρός γε τὸν ἐνεστῶτα πόλεμον ἐκ περιττοῦ καὶ ναούς, ἅμα δὲ τούτοις ἀνδριάντας καὶ πᾶσαν δὴ τὴν τοιαύτην κατασκευὴν λυμαίνεσθαι, πῶς οὐκ ἂν εἴποι τις εἶναι τρόπου καὶ θυμοῦ λυττῶντος ἔργον;οὐ γὰρ ἐπʼ ἀπωλείᾳ δεῖ καὶ ἀφανισμῷ τοῖς ἀγνοήσασι πολεμεῖν τοὺς ἀγαθοὺς ἄνδρας, ἀλλʼ ἐπὶ διορθώσει καὶ μεταθέσει τῶν ἡμαρτημένων, οὐδὲ συναναιρεῖν τὰ μηδὲν ἀδικοῦντα τοῖς ἠδικηκόσιν, ἀλλὰ συσσῴζειν μᾶλλον καὶ συνεξαιρεῖσθαι τοῖς ἀναιτίοις τοὺς δοκοῦντας ἀδικεῖν.τυράννου μὲν γὰρ ἔργον ἐστὶ τὸ κακῶς ποιοῦντα τῷ φόβῳ δεσπόζειν ἀκουσίων, μισούμενον καὶ μισοῦντα τοὺς ὑποταττομένους· βασιλέως δὲ τὸ πάντας εὖ ποιοῦντα, διὰ τὴν εὐεργεσίαν καὶ φιλανθρωπίαν ἀγαπώμενον, ἑκόντων ἡγεῖσθαι καὶ προστατεῖν.μάλιστα δʼ ἄν τις καταμάθοι τὴν ἁμαρτίαν τὴν τότε Φιλίππου, λαβὼν πρὸ ὀφθαλμῶν τίνα διάληψιν εἰκὸς ἦν Αἰτωλοὺς ἔχειν, εἰ τἀναντία τοῖς εἰρημένοις ἔπραξε καὶ μήτε τὰς στοὰς μήτε τοὺς ἀνδριάντας διέφθειρε μήτʼ ἄλλο μηδὲν ᾐκίσατο τῶν ἀναθημάτων.ἐγὼ μὲν γὰρ οἶμαι τὴν βελτίστην ἂν καὶ φιλανθρωποτάτην, συνειδότας μὲν αὑτοῖς τὰ περὶ Δῖον καὶ Δωδώνην πεπραγμένα, σαφῶς δὲ γινώσκοντας ὅθʼ ὁ Φίλιππος τότε καὶ πρᾶξαι κύριος ἦν ὃ βουληθείη, καὶ πράξας τὰ δεινότατα δικαίως ἂν ἐδόκει τοῦτο πεποιηκέναι τό γε κατʼ ἐκείνους μέρος·διὰ δὲ τὴν αὑτοῦ πρᾳότητα καὶ μεγαλοψυχίαν οὐδὲνεἵλετο τῶν ὁμοίων ἐκείνοις ἐπιτηδεύειν. δῆλον γὰρ ἐκ τούτων ὡς εἰκὸς ἦν αὑτῶν μὲν καταγινώσκειν, τὸν δὲ Φίλιππον ἀποδέχεσθαι καὶ θαυμάζειν, ὡς βασιλικῶς καὶ μεγαλοψύχως αὐτοῦ· χρωμένου τῇ τε πρὸς τὸ θεῖον εὐσεβείᾳ καὶ τῇ πρὸς αὐτοὺς ὀργῇ.καὶ μὴν τό γε νικῆσαι τοὺς πολεμίους καλοκἀγαθίᾳ καὶ τοῖς δικαίοις οὐκ ἐλάττω, μείζω δὲ παρέχεται χρείαν τῶν ἐν τοῖς ὅπλοις κατορθωμάτων.οἷς μὲν γὰρ διʼ ἀνάγκην, οἷς δὲ κατὰ προαίρεσιν εἴκουσιν οἱ λειφθέντες· καὶ τὰ μὲν μετὰ μεγάλων ἐλαττωμάτων ποιεῖται τὴν διόρθωσιν, τὰ δὲ χωρὶς βλάβης πρὸς τὸ βέλτιον μετατίθησι τοὺς ἁμαρτάνοντας.τὸ δὲ μέγιστον, ἐν οἷς μὲν τὸ πλεῖστόν ἐστι τῆς πράξεως τῶν ὑποταττομένων, ἐν οἷς δʼ αὐτοτελὴς ἡ νίκη γίνεται τῶν ἡγουμένων.ἴσως μὲν οὖν οὐκ ἄν τις αὐτῷ Φιλίππῳ τῶν τότε γενομένων πᾶσαν ἐπιφέροι τὴν αἰτίαν διὰ τὴν ἡλικίαν, τὸ πλεῖον δὲ τοῖς συνοῦσι καὶ συμπράττουσι τῶν φίλων, ὧν ἦν Ἄρατος καὶ Δημήτριος ὁ Φάριος.ὑπὲρ ὧν οὐ δυσχερὲς ἀποφήνασθαι καὶ μὴ παρόντα τότε ποτέρου τὴν τοιαύτην εἰκὸς εἶναι συμβουλίαν.χωρὶς γὰρ τῆς κατὰ τὸν ὅλον βίον προαιρέσεως, ἐν ᾗ περὶ μὲν Ἄρατον οὐδὲν ἂν εὑρεθείη προπετὲς οὐδʼ ἄκριτον, περὶ δὲ Δημήτριον τἀναντία, καὶ δεῖγμα τῆς προαιρέσεως ἑκατέρων ἐν οἷς συνεβουλεύσαντο Φιλίππῳ παραπλησίως ὁμολογούμενον ἔχομεν·ὑπὲρ οὗ λαβόντες τὸν οἰκεῖον καιρὸν ποιησόμεθα τὴν ἁρμόζουσαν μνήμην.