ἐν δὲ ταῖς ἑξῆς ἡμέραις ὁ μὲν Ἀπελλῆς οὐδεμίαν ἀπόδειξιν προσῆγε τοῖς εἰρημένοις· τοῖς δὲ περὶ τὸν Ἄρατον ἐγένετό τι συγκύρημα τοιοῦτον.οἱ γὰρ Ἠλεῖοι, καθʼ ὃν καιρὸν ὁ Φίλιππος αὐτῶν ἐπόρθει τὴν χώραν, ὑποπτεύσαντες τὸν Ἀμφίδαμον ἐπεβάλοντο συλλαβεῖν καὶ δήσαντες εἰς τὴν Αἰτωλίαν ἐκπέμπειν.ὁ δὲ προαισθόμενος αὐτῶν τὴν ἐπίνοιαν ἀπεχώρησε τὰς μὲν ἀρχὰς εἰς Ὀλυμπίαν, μετὰ δὲ ταῦτα πυνθανόμενος τὸν Φίλιππον ἐν τῇ Δύμῃ περὶ τὴν τῶν λαφύρων οἰκονομίαν διατρίβειν, ἔσπευσε πρὸς τοῦτον διαπεσεῖν.ὅθεν οἱ περὶ τὸν Ἄρατον, ἀκούσαντες τὸν Ἀμφίδαμον ἐκ τῆς Ἤλιδος ἐκπεπτωκότα παρεῖναι, γενόμενοι περιχαρεῖς διὰ τὸ μηδὲν αὑτοῖς συνειδέναι, προσελθόντες ᾤοντο δεῖν τὸν βασιλέα καλεῖν τὸν Ἀμφίδαμον·καὶ γὰρ εἰδέναι περὶ τῶν κατηγορουμένων ἐκεῖνον βέλτιστα πρὸς ὃν ἐρρήθη, καὶ δηλώσειν τὴν ἀλήθειαν, πεφευγότα μὲν ἐξ οἴκου διὰ τὸν Φίλιππον, τὰς δʼ ἐλπίδας ἔχοντα τῆς σωτηρίας κατὰ τὸ παρὸν ἐν ἐκείνῳ.πεισθεὶς δὲ τοῖς λεγομένοις ὁ βασιλεύς, καὶ μεταπεμψάμενος τὸν Ἀμφίδαμον, εὗρε τὴν διαβολὴν οὖσαν ψευδῆ.διὸ καὶ τὸν μὲν Ἄρατον ἀπὸ ταύτης τῆς ἡμέρας ἀεὶ καὶ μᾶλλον ἀπεδέχετο καὶ κατηξίου, πρὸς δὲ τὸν Ἀπελλῆν λοξότερον εἶχε· τῇ γε μὴν ὁλοσχερεῖ προκατεχόμενος ἀποδοχῇ πολλὰ παρορᾶν ἠναγκάζετο τῶν ὑπʼ αὐτοῦ γινομένων.ὁ δʼ Ἀπελλῆς οὐδαμῶς ἀφίστατο τῆς προθέσεως, ἀλλʼ ἅμα μὲν τὸν Ταυρίωνα τὸν ἐπὶ τῶν ἐν Πελοποννήσῳ τεταγμένον διέβαλλεν,οὐ ψέγων, ἀλλʼ ἐπαινῶν καὶ φάσκων ἐπιτήδειον αὐτὸν εἶναι μετὰ τοῦ βασιλέως ἐν τοῖς ὑπαίθροις συνδιατρίβειν, βουλόμενος ἕτερον ἐπισταθῆναι διʼ αὑτοῦ τοῖς ἐν Πελοποννήσῳ πράγμασι.καινὸς γὰρ δή τις οὗτος εὕρηται τρόπος διαβολῆς τὸ μὴ ψέγοντας, ἀλλʼ ἐπαινοῦντας λυμαίνεσθαι τοὺς πέλας·εὕρηται δὲ μάλιστα καὶ πρῶτον τοιαύτη κακεντρέχεια καὶ βασκανία καὶ δόλος ἐκ τῶν περὶ τὰς αὐλὰς διατριβόντων καὶ τῆς τούτων πρὸς ἀλλήλους ζηλοτυπίας καὶ πλεονεξίας.ὁμοίως δὲ καὶ τὸν ἐπὶ τῆς θεραπείας τεταγμένον Ἀλέξανδρον, ὅτε λάβοι καιρόν, διέδακνε, βουλόμενος καὶ τὴν περὶ τὸ σῶμα φυλακὴν τοῦ βασιλέως διʼ αὑτοῦ γενέσθαι καὶ καθόλου κινῆσαι τὴν ὑπʼ Ἀντιγόνου καταλειφθεῖσαν διάταξιν.Ἀντίγονος γὰρ καλῶς μὲν ζῶν προέστη τῆς τε βασιλείας καὶ τοῦ παιδὸς αὑτοῦ, καλῶς δὲ τὸν βίον μεταλλάττων προενοήθη πρὸς τὸ μέλλον περὶ πάντων τῶν πραγμάτων.ἀπολιπὼν γὰρ διαθήκην ἔγραφε Μακεδόσιν ὑπὲρ τῶν διῳκημένων· ὁμοίως δὲ καὶ περὶ τοῦ μέλλοντος διέταξε πῶς καὶ διὰ τίνων ἕκαστα δεήσει χειρίζεσθαι, βουλόμενος μηδεμίαν ἀφορμὴν καταλιπεῖν τοῖς περὶ τὴν αὐλὴν πρὸς ἀλλήλους φιλοτιμίας καὶ στάσεως.ἐν οἷς τῶν τότε συστρατευομένων αὐτὸς μὲν Ἀπελλῆς ἐν τοῖς ἐπιτρόποις ἀπελέλειπτο, Λεόντιος δʼ ἐπὶ τῶν πελταστῶν, Μεγαλέας δʼ ἐπὶ τοῦ γραμματείου, Ταυρίων δʼ ἐπὶ τῶν κατὰ Πελοπόννησον, Ἀλέξανδρος δʼ ἐπὶ τῆς θεραπείας.τὸν μὲν οὖν Λεόντιον καὶ Μεγαλέαν ὑφʼ αὑτὸν εἶχεν ὁλοσχερῶς, τὸν δʼ Ἀλέξανδρον καὶ Ταυρίωνα μεταστησάμενος ἀπὸ τῆς χρείας ἔσπευδε καὶ ταῦτα καὶ τἄλλα πάντα διʼ αὑτοῦ καὶ διὰ τῶν ἰδίων φίλων χειρίζειν.ὃ δὴ καὶ ῥᾳδίως ἂν ἐπετέλεσε μὴ παρασκευάσας ἀνταγωνιστὴν Ἄρατον αὑτῷ· νῦν δὲ ταχέως πεῖραν ἔλαβε τῆς σφετέρας ἀφροσύνης καὶ πλεονεξίας.ὃ γὰρ αὐτὸς ἐπεβάλετο πρᾶξαι κατὰ τῶν πέλας, τοῦτʼ ἔπαθε καὶ λίαν ἐν πάνυ βραχεῖ χρόνῳ.πῶς δὲ καὶ τίνι τρόπῳ τοῦτο συνέβη γενέσθαι κατὰ μὲν τὸ παρὸν ὑπερθησόμεθα καὶ καταστρέψομεν τὴν βύβλον ταύτην, ἐν δὲ τοῖς ἑξῆς πειρασόμεθα σαφῶς ὑπὲρ ἑκάστων ἐξαγγέλλειν.Φίλιππος δὲ τὰ προειρημένα διαταξάμενος ἐπανῆλθεν εἰς Ἄργος, κἀνταῦθα τὴν παραχειμασίαν ἐποίει μετὰ τῶν φίλων, τὰς δὲ δυνάμεις ἀπέλυσεν εἰς Μακεδονίαν.