ὁ δὲ βασιλεὺς ἐπιγενομένης χιόνος ἠναγκάσθη μένειν ἐπὶ τόπου τινὰς ἡμέρας. ἐν αἷς συναγαγὼν τοὺς παρόντας τῶν Ἀχαιῶν πρῶτον μὲν τὴν ὀχυρότητα καὶ τὴν εὐκαιρίαν ἐπεδείκνυε τῆς πόλεως πρὸς τὸν ἐνεστῶτα πόλεμον,ἀπελογίσατο δὲ καὶ τὴν αἵρεσιν καὶ τὴν εὔνοιαν, ἣν ἔχοι πρὸς τὸ ἔθνος, ἐπὶ δὲ πᾶσιν ἔφη καὶ νῦν παραχωρεῖν καὶ διδόναι τοῖς Ἀχαιοῖς τὴν πόλιν· προκεῖσθαι γὰρ αὐτῷ τὰ δυνατὰ χαρίζεσθαι καὶ μηθὲν ἐλλείπειν προθυμίας.ἐφʼ οἷς εὐχαριστούντων αὐτῷ τῶν τε περὶ τὸν Ἄρατον καὶ τῶν πολλῶν, διαλύσας τὴν ἐκκλησίαν ὁ μὲν Φίλιππος μετὰ τῆς δυνάμεως ἀναζεύξας ἐπὶ Λασιῶνος ἐποιεῖτο τὴν πορείαν,οἱ δὲ Ψωφίδιοι καταβάντες ἐκ τῆς ἄκρας ἐκομίσαντο τὴν πόλιν καὶ τὰς οἰκήσεις ἕκαστοι τὰς αὑτῶν, οἱ δὲ περὶ τὸν Εὐριπίδαν ἀπῆλθον εἰς τὸν Κόρινθον κἀκεῖθεν εἰς Αἰτωλίαν.τῶν δʼ Ἀχαϊκῶν ἀρχόντων οἱ παρόντες ἐπὶ μὲν τὴν ἄκραν ἐπέστησαν μετὰ φυλακῆς ἱκανῆς Πρόσλαον Σικυώνιον, ἐπὶ δὲ τὴν πόλιν Πυθίαν Πελληνέα.καὶ τὰ μὲν περὶ Ψωφῖδα τοῦτον ἐπετελέσθητὸν τρόπον. οἱ δὲ παραφυλάττοντες τὸν Λασιῶνα τῶν Ἠλείων, συνέντες τὴν παρουσίαν τῶν Μακεδόνων, πεπυσμένοι δὲ καὶ τὰ γεγονότα περὶ τὴν Ψωφῖδα, παραχρῆμα τὴν πόλιν ἐξέλιπον.ὁ δὲ βασιλεὺς ὡς θᾶττον ἧκε, ταύτην μὲν ἐξ ἐφόδου παρέλαβε, συναύξων δὲ τὴν πρόθεσιν, ἣν εἶχε πρὸς τὸ ἔθνος, παρέδωκε καὶ τὸν Λασιῶνα τοῖς Ἀχαιοῖς. ὁμοίως δὲ καὶ τὴν Στράτον ἐκλιπόντων τῶν Ἠλείων ἀποκατέστησε τοῖς Τελφουσίοις.ταῦτα δὲ διαπραξάμενος ἧκε πεμπταῖος εἰς Ὀλυμπίαν. θύσας δὲ τῷ θεῷ καὶ τοὺς ἡγεμόνας ἑστιάσας, ἅμα δὲ καὶ τὴν λοιπὴν προσαναπαύσας δύναμιν ἐπὶ τρεῖς ἡμέρας, μετὰ ταῦτα πάλιν ἀνέζευξε.καὶ προελθὼν εἰς τὴν Ἠλείαν τὰς μὲν προνομὰς ἐπαφῆκε κατὰ τῆς χώρας, αὐτὸς δὲ κατεστρατοπέδευσε περὶ τὸ καλούμενον Ἀρτεμίσιον.προσδεξάμενος δʼ ἐνταῦθα τὴν λείαν μετέβη πάλιν ἐπὶ τὸ Διοσκούριον. δῃουμένης δὲ τῆς χώρας, πολὺ μὲν ἦν τὸ τῶν ἁλισκομένων πλῆθος, ἔτι δὲ πλέον τὸ συμφεῦγον εἰς τὰς παρακειμένας κώμας καὶ τοὺς ἐρυμνοὺς τῶν τόπων.συμβαίνει γὰρ τὴν τῶν Ἠλείων χώραν διαφερόντως οἰκεῖσθαι καὶ γέμειν σωμάτων καὶ κατασκευῆς παρὰ τὴν ἄλλην Πελοπόννησον.ἔνιοι γὰρ αὐτῶν οὕτως στέργουσι τὸν ἐπὶ τῶν ἀγρῶν βίον ὥστε τινὰς ἐπὶ δύο καὶ τρεῖς γενεάς, ἔχοντας ἱκανὰς οὐσίας, μὴ παραβεβληκέναι τὸ παράπαν εἰς ἁλίαν.τοῦτο δὲ γίνεται διὰ τὸ μεγάλην ποιεῖσθαι σπουδὴν καὶ πρόνοιαν τοὺς πολιτευομένους τῶν ἐπὶ τῆς χώρας κατοικούντων, ἵνα τό τε δίκαιον αὐτοῖς ἐπὶ τόπου διεξάγηται καὶ τῶν πρὸς βιωτικὰς χρείας μηδὲν ἐλλείπῃ.δοκοῦσι δέ μοι πάντα ταῦτα καὶ διὰ τὸ πλῆθος μὲν τῆς χώρας τὸ παλαιὸν ἐπινοῆσαι καὶ νομοθετῆσαι, τὸ δὲ πλεῖστον διὰ τὸν ὑπάρχοντά ποτε παρʼ αὐτοῖς ἱερὸν βίον,ὅτε λαβόντες παρὰ τῶν Ἑλλήνων συγχώρημα διὰ τὸν ἀγῶνα τῶν Ὀλυμπίων ἱερὰν καὶ ἀπόρθητον ᾤκουν τὴν Ἠλείαν, ἄπειροι παντὸς ὄντεςδεινοῦ καὶ πάσης πολεμικῆς περιστάσεως. μετὰ δὲ ταῦτα διὰ τὴν Ἀρκάδων ἀμφισβήτησιν περὶ Λασιῶνος καὶ τῆς Πισάτιδος πάσης ἀναγκασθέντες ἐπαμύνειν τῇ χώρᾳ καὶ μεταλαβεῖν τὰς ἀγωγὰς τῶν βίων,οὐκέτι περὶ τοῦ πάλιν ἀνακτήσασθαι παρὰ τῶν Ἑλλήνων τὴν παλαιὰν καὶ πάτριον ἀσυλίαν οὐδὲ τὴν τυχοῦσαν ἐπιμέλειαν ἔσχον, ἀλλʼ ἔμειναν ἐπὶ τῶν αὐτῶν, οὐκ ὀρθῶς κατά γε τὴν ἐμὴν γνώμην περὶ τοῦ μέλλοντος ποιούμενοι πρόνοιαν.εἰ γάρ, ἧς πάντες εὐχόμεθα τοῖς θεοῖς τυχεῖν, καὶ πᾶν ὑπομένομεν ἱμείροντες αὐτῆς μετασχεῖν, καὶ μόνον τοῦτο τῶν νομιζομένων ἀγαθῶν ἀναμφισβήτητόν ἐστι παρʼ ἀνθρώποις, λέγω δὴ τὴν εἰρήνην, ταύτην δυνάμενοί τινες μετὰ τοῦ δικαίου καὶ καθήκοντος παρὰ τῶν Ἑλλήνων εἰς πάντα τὸν χρόνον ἀδήριτον κτᾶσθαι παρολιγωροῦσιν ἢ προυργιαίτερόν τι ποιοῦνται τούτου, πῶς οὐκ ἂν ὁμολογουμένως ἀγνοεῖν δόξαιεν; νὴ Δίʼ,ἀλλʼ ἴσως εὐεπίθετοι τοῖς πολεμεῖν καὶ παρασπονδεῖν προθεμένοις ἐκ τῆς τοιαύτης ἀγωγῆς γίνονται τῶν βίων.ἀλλʼ ἐκεῖνο μὲν σπάνιον, κἄν ποτε γένηται, δυνάμενον κοινῆς ὑπὸ τῶν Ἑλλήνων τυγχάνειν ἐπικουρίας·πρὸς δὲ τὰς κατὰ μέρος ἀδικίας ὑπογενομένης τοῖς βίοις χορηγίας, ὅπερ εἰκὸς ὑπάρξειν πάντα χρόνον ἐν εἰρήνῃ διάγουσι, δῆλον ὡς οὐκ ἂν ἠπόρησαν ξένων καὶ μισθοφόρων τῶν κατὰ τόπους ἢ καιροὺς παρεφεδρευόντων.νῦν δὲ τὸ σπάνιον καὶ παράδοξον δεδιότες, ἐν συνεχέσι πολέμοις καὶ καταφθοραῖς τήν τε χώραν ἔχουσι καὶ τοὺς βίους.ταῦτα μὲν οὖν ἡμῖν τῆς Ἠλείων ὑπομνήσεως εἰρήσθω χάριν, ἐπειδὴ τὰ τῶν καιρῶν οὐδέποτε πρότερον εὐφυεστέραν διάθεσιν ἔσχηκε τῆς νῦν πρὸς τὸ παρὰ πάντων ὁμολογουμένην κτήσασθαι τὴν ἀσυλίαν· τὴν δὲ χώραν, καθάπερ ἐπάνω προεῖπον, ἔτι τῆς παλαιᾶς συνηθείας οἷον αἰθυγμάτων ἐμμενόντων, οἰκοῦσι διαφερόντως Ἠλεῖοι. διὸ καὶ κατὰ τὴν Φιλίππου παρουσίαν ἄπλετον μὲν ἦν τὸ τῶν ἁλισκομένων πλῆθος, ἔτι δὲ πλεῖον τὸ τῶν συμπεφευγότων.πλείστη δʼ ἀποσκευὴ καὶ πλεῖστος ὄχλος ἡθροίσθη σωμάτων καὶ θρεμμάτων εἰς τὸ χωρίον, ὃ καλοῦσι Θαλάμας, διὰ τὸ τήν τε χώραν τὴν πέριξ αὐτοῦ στενὴν εἶναι καὶ δυσέμβολον τό τε χωρίον ἀπραγμάτευτον καὶ δυσπρόσοδον.