ἡ δὲ Ψωφὶς ἔστι μὲν ὁμολογούμενον καὶ παλαιὸν Ἀρκάδων κτίσμα τῆς Ἀζανίδος, κεῖται δὲ τῆς μὲν συμπάσης Πελοποννήσου κατὰ τὴν μεσόγαιον, αὐτῆς δὲ τῆς Ἀρκαδίας ἐπὶ τοῖς πρὸς δυσμὰς πέρασι, συνάπτουσα τοῖς περὶ τὰς ἐσχατιὰς κατοικοῦσι τῶν προσεσπερίων Ἀχαιῶν·ἐπίκειται δʼ εὐφυῶς τῇ τῶν Ἠλείων χώρᾳ, μεθʼ ὧν συνέβαινε τότε πολιτεύεσθαι αὐτήν.πρὸς ἣν Φίλιππος τριταῖος ἐκ τῶν Καφυῶν διανύσας, κατεστρατοπέδευε περὶ τοὺς ἀπέναντι τῆς πόλεως ὑπερκειμένους βουνούς, ἀφʼ ὧν ἦν κατοπτεύειν τήν τε πόλιν ὅλην ἀσφαλῶς καὶ τοὺς πέριξ αὐτῆς τόπους.συνθεωρῶν δὲ τὴν ὀχυρότητα τῆς Ψωφῖδος ὁ βασιλεὺς ἠπορεῖτο τί χρὴ ποιεῖν.τὴν γὰρ ἀφʼ ἑσπέρας πλευρὰν αὐτῆς καταφέρεται λάβρος χειμάρρους ποταμός, ὃς κατὰ τὸ πλεῖστον μέρος τοῦ χειμῶνος ἄβατός ἐστι, ποιεῖ δὲ καὶ τὸ παράπαν ἐχυρὰν καὶ δυσπρόσοδον τὴν πόλιν διὰ τὸ μέγεθος τοῦ κοιλώματος, ὃ κατὰ βραχὺ τῷ χρόνῳ κατείργασται φερόμενος ἐξ ὑπερδεξίων τόπων.παρὰ δὲ τὴν ἀπʼ ἠοῦς πλευρὰν ἔχει τὸν Ἐρύμανθον, μέγαν καὶ λάβρον ποταμόν, ὑπὲρ οὗ πολὺς καὶ ὑπὸ πολλῶν τεθρύληται λόγος.τοῦ δὲ χειμάρρου προσπίπτοντος πρὸς τὸν Ἐρύμανθον ὑπὸ τὸ πρὸς μεσημβρίαν μέρος τῆς πόλεως, συμβαίνει τὰς μὲν τρεῖς ἐπιφανείας αὐτῆς ὑπὸ τῶν ποταμῶν περιλαμβανομένας ἀσφαλίζεσθαι τὸν προειρημένον τρόπον·τῇ δὲ λοιπῇ, τῇ πρὸς ἄρκτον, βουνὸς ἐρυμνὸς ἐπίκειται τετειχισμένος, ἄκρας εὐφυοῦς καὶ πραγματικῆς λαμβάνων τάξιν. ἔχει δὲ καὶ τείχη διαφέροντα τῷ μεγέθει καὶ ταῖς κατασκευαῖς.πρὸς δὲ τούτοις βοήθειαν συνέβαινε παρὰ τῶν Ἠλείων εἰσπεπτωκέναι, καὶ τὸν Εὐριπίδαν ἐκ τῆς φυγῆς διασεσωσμένον ὑπάρχειν ἐν αὐτῇ.ταῦτʼ οὖν πάντα συνορῶν καὶ συλλογιζόμενος ὁ Φίλιππος τὰ μὲν ἀφίστατο τοῖς λογισμοῖς τοῦ βιάζεσθαι καὶ πολιορκεῖν τὴν πόλιν, τὰ δὲ προθύμως εἶχε, τὴν εὐκαιρίαν ὁρῶν τοῦ τόπου·καθʼ ὅσον γὰρ ἐπέκειτο τοῖς Ἀχαιοῖς τότε καὶ τοῖς Ἀρκάσι καὶ πολεμητήριον ὑπῆρχε τοῖς Ἠλείοις ἀσφαλές, κατὰ τοσοῦτον πάλιν κρατηθὲν ἔμελλε τῶν μὲν Ἀρκάδων προκεῖσθαι, κατὰ δὲ τῶν Ἠλείων ὁρμητήριον ὑπάρξειν τοῖς συμμάχοις εὔκαιρον.διόπερ ἐπὶ τοῦτο τὸ μέρος ὁρμήσας τῇ γνώμῃ παρήγγελλε τοῖς Μακεδόσιν ἅμα τῷ φωτὶ πᾶσιν ἀριστοποιεῖσθαι καὶ διεσκευασμένους ἑτοίμους ὑπάρχειν.μετὰ δὲ ταῦτα διαβὰς τὴν κατὰ τὸν Ἐρύμανθον γέφυραν, οὐδενὸς ἐμποδὼν στάντος διὰ τὸ παράδοξον τῆς ἐπιβολῆς, ἧκε πρὸς αὐτὴν τὴν πόλιν ἐνεργῶς καὶ καταπληκτικῶς.οἱ δὲ περὶ τὸν Εὐριπίδαν καὶ πάντες οἱ κατὰ τὴν πόλιν διηπόρουν ἐπὶ τοῖς συμβαίνουσι τῷ πεπεῖσθαι μήτʼ ἂν ἐξ ἐφόδου τολμῆσαι τοὺς πολεμίους προσβαλεῖν καὶ βιάζεσθαι πρὸς οὕτως ὀχυρὰν πόλιν μήτε χρόνιον ἂν συστήσασθαι πολιορκίαν διὰ τὴν τοῦ καιροῦ περίστασιν.ἅμα δὲ ταῦτα λογιζόμενοι διηπίστουν ἀλλήλοις, δεδιότες μὴ πρᾶξιν ὁ Φίλιππος εἴη διὰ τῶν ἔνδον συνεσταμένος κατὰ τῆς πόλεως. ἐπεὶ δʼ οὐδὲν ἑώρων τοιοῦτον ἐξ αὑτῶν γινόμενον,ὥρμησαν οἱ μὲν πλείους ἐπὶ τὰ τείχη βοηθήσοντες, οἱ δὲ μισθοφόροι τῶν Ἠλείων κατά τινα πύλην ὑπερδέξιον ἐξῆλθον ὡς ἐπιθησόμενοι τοῖς πολεμίοις.ὁ δὲ βασιλεὺς διατάξας κατὰ τρεῖς τόπους τοὺς προσοίσοντας τῷ τείχει τὰς κλίμακας, καὶ τούτοις ὁμοίως μερίσας τοὺς ἄλλους Μακεδόνας, μετὰ ταῦτα διὰ τῶν σαλπιγκτῶν ἀποδοὺς ἑκάστοις τὸ σύνθημα πανταχόθεν ἅμα τὴν προσβολὴν ἐποιεῖτο τοῖς τείχεσι.τὸ μὲν οὖν πρῶτον ἠμύνοντο γενναίως οἱ κατέχοντες τὴν πόλιν, καὶ πολλοὺς ἀπὸ τῶν κλιμάκων ἀπέρριπτον·ἐπεὶ δʼ ἥ τε χορηγία τῶν βελῶν καὶ τῶν ἄλλων τῶν πρὸς τὴν χρείαν ἐπιτηδείων ἐνέλειπεν, ὡς ἂν ἐκ τοῦ καιροῦ τῆς παρασκευῆς γεγενημένης, οἵ τε Μακεδόνες οὐ κατεπλήττοντο τὸ γινόμενον, ἀλλʼ ἐπὶ τὴν τοῦ ῥιφέντος ἀπὸ τῶν κλιμάκων χώραν ὁ κατόπιν ἀμελλήτως ἐπέβαινε,τέλος οἱ μὲν ἐκ τῆς πόλεως τραπέντες ἔφευγον πάντες πρὸς τὴν ἀκρόπολιν, τῶν δὲ παρὰ τοῦ βασιλέως οἱ μὲν Μακεδόνες ἐπέβησαν τοῦ τείχους, οἱ δὲ Κρῆτες πρὸς τοὺς κατὰ τὴν ὑπερδέξιον πύλην ἐπεξελθόντας τῶν μισθοφόρων συμμίξαντες ἠνάγκασαν αὐτοὺς οὐδενὶ κόσμῳ ῥίψαντας τὰ ὅπλα φεύγειν.οἷς ἐπικείμενοι καὶ προσφέροντες τὰς χεῖρας συνεισέπεσον διὰ τῆς πύλης· ἐξ οὗ συνέβη πανταχόθεν ἅμα καταληφθῆναι τὴν πόλιν.οἱ μὲν οὖν Ψωφίδιοι μετὰ τέκνων καὶ γυναικῶν ἀπεχώρησαν εἰς τὴν ἄκραν, ἅμα δὲ τούτοις οἱ περὶ τὸν Εὐριπίδαν, ὁμοίως δὲ καὶ τὸ λοιπὸν πλῆθος τῶν διασῳζομένων·οἱ δὲ Μακεδόνες εἰσπεσόντες τὴν μὲν ἐνδομενίαν ἅπασαν ἐκ τῶν οἰκιῶν παραχρῆμα διήρπασαν, μετὰ δὲ ταῦτα ταῖς οἰκίαις ἐπισκηνώσαντες κατεῖχον τὴν πόλιν.οἱ δὲ συμπεφευγότες εἰς τὴν ἀκρόπολιν, οὐδεμιᾶς σφίσι παρασκευῆς ὑπαρχούσης, προορώμενοι τὸ μέλλον ἔγνωσαν ἐγχειρίζειν σφᾶς αὐτοὺς τῷ Φιλίππῳ.πέμψαντες οὖν κήρυκα πρὸς τὸν βασιλέα, καὶ λαβόντες συγχώρημα περὶ πρεσβείας, ἐξαπέστειλαν τοὺς ἄρχοντας καὶ μετὰ τούτων Εὐριπίδαν· οἳ καὶ ποιησάμενοι σπονδὰς ἔλαβον τὴν ἀσφάλειαν τοῖς συμπεφευγόσιν ὁμοῦ ξένοις καὶ πολίταις.οὗτοι μὲν οὖν αὖτις ἐπανῆλθον ὅθεν ὥρμησαν, ἔχοντες παράγγελμα μένειν κατὰ χώραν, ἕως ἂν ἡ δύναμις ἀναζεύξῃ, μή τινες ἀπειθήσαντες τῶν στρατιωτῶν διαρπάσωσιν αὐτούς·