τὴν παρασκευὴν τῶν πρὸς τὴν πολιορκίαν. Σκόπας δὲ κατὰ τὸν καιρὸν τοῦτον ἀναλαβὼν τοὺς Αἰτωλοὺς πανδημεί, καὶ ποιησάμενος τὴν πορείαν διὰ Θετταλίας, ἐνέβαλεν εἰς Μακεδονίαν, καὶ τόν τε σῖτον ἐπιπορευόμενος τὸν κατὰ τὴν Πιερίαν ἔφθειρε καὶ λείας περιβαλόμενος πλῆθος ἐπανῆγε, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ τὸ Δῖον.ἐκλιπόντων δὲ τῶν κατοικούντων τὸν τόπον, εἰσελθὼν τὰ τείχη κατέσκαψε καὶ τὰς οἰκίας καὶ τὸ γυμνάσιον, πρὸς δὲ τούτοις ἐνέπρησε τὰς στοὰς τὰς περὶ τὸ τέμενος καὶ τὰ λοιπὰ διέφθειρε τῶν ἀναθημάτων, ὅσα πρὸς κόσμον ἢ χρείαν ὑπῆρχε τοῖς εἰς τὰς πανηγύρεις συμπορευομένοις· ἀνέτρεψε δὲ καὶ τὰς εἰκόνας τῶν βασιλέων ἁπάσας.οὗτος μὲν οὖν εὐθέως κατὰ τὴν ἔνστασιν τοῦ πολέμου καὶ τὴν πρώτην πρᾶξιν οὐ μόνον τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τοῖς θεοῖς πόλεμον ἐξενηνοχώς, ἐπανῄει.καὶ παραγενόμενος εἰς Αἰτωλίαν, οὐχ ὡς ἠσεβηκώς, ἀλλʼ ὡς ἀγαθὸς ἀνὴρ εἰς τὰ κοινὰ πράγματα γεγονώς, ἐτιμᾶτο καὶ περιεβλέπετο, πλήρεις ἐλπίδων κενῶν καὶ φρονήματος ἀλόγου πεποιηκὼς τοὺς Αἰτωλούς·ἔσχον γὰρ ἐκ τούτων διάληψιν ὡς τῆς μὲν Αἰτωλίας οὐδʼ ἐγγίζειν τολμήσοντος οὐδενός, αὐτοὶ δὲ πορθήσοντες ἀδεῶς οὐ μόνον τὴν Πελοπόννησον, καθάπερ ἔθος ἦν αὐτοῖς, ἀλλὰ καὶ τὴν Θετταλίαν καὶ τὴν Μακεδονίαν. Φίλιππος δὲ τὰ περὶ τὴν Μακεδονίαν ἀκούσας, καὶ παραχρῆμα τῆς Ἠπειρωτῶν ἀγνοίας καὶ φιλονεικίας τἀπίχειρα κεκομισμένος, ἐπολιόρκει τὸν Ἄμβρακον.χρησάμενος δὲ τοῖς τε χώμασιν ἐνεργῶς καὶ τῇ λοιπῇ παρασκευῇ ταχέως κατεπλήξατο τοὺς ἐνόντας, καὶ παρέλαβε τὸ χωρίον ἐν ἡμέραις τετταράκοντα ταῖς πάσαις.ἀφεὶς δὲ τοὺς φυλάττοντας ὑποσπόνδους, ὄντας εἰς πεντακοσίους Αἰτωλῶν, τὴν μὲν τῶν Ἠπειρωτῶν ἐπιθυμίαν ἐπλήρωσε, παραδοὺς τὸν Ἄμβρακον,αὐτὸς δʼ ἀναλαβὼν τὴν δύναμιν προῆγε παρὰ Χαράδραν, σπεύδων διαβῆναι τὸν Ἀμβρακικὸν καλούμενον κόλπον, οὗ στενώτατόν ἐστι, κατὰ τὸ τῶν Ἀκαρνάνων ἱερὸν καλούμενον Ἄκτιον.ὁ γὰρ προειρημένος κόλπος ἐκπίπτει μὲν ἐκ τοῦ Σικελικοῦ πελάγους μεταξὺ τῆς Ἠπείρου καὶ τῆς Ἀκαρνανίας στενῷ παντελῶς στόματι — λείπει γὰρ τῶν πέντε σταδίων —προβαίνων δʼ εἰς τὴν μεσόγαιαν κατὰ μὲν τὸ πλάτος ἐφʼ ἑκατὸν στάδια κεῖται, κατὰ δὲ τὸ μῆκος ἀπὸ τοῦ πελάγους προπίπτει περὶ τριακόσια στάδια· διορίζει δὲ τὴν Ἤπειρον καὶ τὴν Ἀκαρνανίαν, ἔχων τὴν μὲν Ἤπειρον ἀπὸ τῶν ἄρκτων, τὴν δʼ Ἀκαρνανίαν ἀπὸ μεσημβρίας.περαιώσας δὲ κατὰ τὸ προειρημένον στόμα τὴν δύναμιν, καὶ διελθὼν τὴν Ἀκαρνανίαν, ἧκε τῆς Αἰτωλίας πρὸς τὴν καλουμένην πόλιν Φοιτίας, συμπαρειληφὼς Ἀκαρνάνων πεζοὺς δισχιλίους, ἱππεῖς δὲ διακοσίους.περιστρατοπεδεύσας δὲ τὴν προειρημένην πόλιν, καὶ προσβολὰς ἐνεργοὺς καὶ καταπληκτικὰς ἐπὶ δύʼ ἡμέρας ποιησάμενος, παρέλαβε καθʼ ὁμολογίαν, ἀφεὶς ὑποσπόνδους τοὺς ἐνόντας τῶν Αἰτωλῶν.τῆς δʼ ἐπιούσης νυκτός, ὡς ἔτι μενούσης ἀναλώτου τῆς πόλεως, ἧκον βοηθοῦντες πεντακόσιοι τῶν Αἰτωλῶν· ὧν τὴν παρουσίαν προαισθανόμενος ὁ βασιλεύς, καθεὶς ἐπί τινας τόπους εὐκαίρους ἐνέδρας, τοὺς μὲν πλείους αὐτῶν ἀπέκτεινε, τοὺς δὲ λοιποὺς ὑποχειρίους ἔλαβε, πλὴν τελέως ὀλίγων.μετὰ δὲ ταῦτα σιτομετρήσας εἰς τριάκονθʼ ἡμέρας τὴν δύναμιν ἐκ τοῦ περικαταληφθέντος σίτου — πολὺ γὰρ πλῆθος ἐν ταῖς Φοιτίαις εὑρέθη συνηθροισμένον — προῆγε ποιούμενος τὴν πορείαν εἰς τὴν Στρατικήν.ἀποσχὼν δὲ τῆς πόλεως περὶ δέκα στάδια κατεστρατοπέδευσε περὶ τὸν Ἀχελῷον ποταμόν, ὁρμώμενος δʼ ἐντεῦθεν ἀδεῶς ἐπόρθει τὴν χώραν, οὐδενὸς ἐπεξιέναι τολμῶντος τῶν ὑπεναντίων.οἱ δʼ Ἀχαιοὶ κατὰ τοὺς καιροὺς τούτους πιεζόμενοι τῷ πολέμῳ, τὸν δὲ βασιλέα πυνθανόμενοι σύνεγγυς εἶναι, πέμπουσι πρέσβεις, ἀξιοῦντες βοηθεῖν.οἳ καὶ συμμίξαντες ἔτι περὶ Στράτον ὄντι τῷ Φιλίππῳ τά τε λοιπὰ διελέγοντο κατὰ τὰς ἐντολάς, καὶ τὰς ὠφελείας ὑποδεικνύντες τῷ στρατοπέδῳ τὰς ἐκ τῆς πολεμίας ἔπειθον αὐτὸν διαβάντα τὸ Ῥίον ἐμβαλεῖν εἰς τὴν Ἠλείαν.ὧν ὁ βασιλεὺς διακούσας τοὺς μὲν πρεσβευτὰς παρακατέσχε, φήσας βουλεύσασθαι περὶ τῶν παρακαλουμένων, αὐτὸς δʼ ἀναζεύξας προῆγε, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ Μητροπόλεως καὶ Κωνώπης.οἱ δʼ Αἰτωλοὶ τὴν μὲν ἄκραν τῆς Μητροπόλεως κατεῖχον, τὴν δὲ πόλιν ἐξέλιπον. ὁ δὲ Φίλιππος ἐμπρήσας τὴν Μητρόπολιν προῄει κατὰ τὸ συνεχὲς ἐπὶ τὴν Κωνώπην.τῶν δʼ Αἰτωλῶν ἱππέων ἁθροισθέντων καὶ τολμησάντων ἀπαντᾶν πρὸς τὴν τοῦ ποταμοῦ διάβασιν, ἣ κεῖται πρὸ τῆς πόλεως εἴκοσι στάδια διέχουσα, καὶ πεπεισμένων ἢ κωλύειν τελείως ἢ κακοποιήσειν πολλὰ τοὺς Μακεδόνας περὶ τὴν ἔκβασιν,συννοήσας αὐτῶν τὴν ἐπιβολὴν ὁ βασιλεὺς παρήγγειλε τοῖς πελτασταῖς πρώτοις ἐμβαλεῖν εἰς τὸν ποταμὸν καὶ ποιεῖσθαι τὴν ἔκβασιν ἁθρόους κατὰ τάγμα συνησπικότας.τῶν δὲ πειθαρχούντων, ἅμα τῷ τὴν πρώτην διαβῆναι σημαίαν βραχέα ταύτης καταπειράσαντες οἱ τῶν Αἰτωλῶν ἱππεῖς, ἐν τῷ ταύτην τε μεῖναι συνασπίσασαν καὶ τὴν δευτέραν καὶ τρίτην διαβαινούσας συμφράττειν τοῖς ὅπλοις πρὸς τὴν ὑφεστῶσαν, ἀπραγοῦντες καὶ δυσχρήστως ἀπαλλάττοντες ἀπεχώρουν πρὸς τὴν πόλιν.