τὸ δὲ καὶ διασωθὲν αὐτῶν μέρος πρὸς τὰς ναῦς, ἐρριφὸς τὰ ὅπλα παναίσχρως, ἅμα δʼ ἀνελπίστως ἐποιήσατο τὸν ἀπόπλουν.Αἰγειρᾶται μὲν οὖν, διὰ τὴν ὀλιγωρίαν ἀποβαλόντες τὴν πατρίδα, διὰ τὴν εὐψυχίαν καὶ γενναιότητα πάλιν ἔσωσαν παραδόξως.κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Εὐριπίδας, ὃς ἦν ἀπεσταλμένος ὑπὸ τῶν Αἰτωλῶν στρατηγὸς τοῖς Ἠλείοις, καταδραμὼν τὴν Δυμαίων καὶ Φαραιέων, ἔτι δὲ τὴν τῶν Τριταιέων χώραν, καὶ περιελασάμενος λείας πλῆθος ἱκανόν, ἐποιεῖτο τὴν ἀποχώρησιν ὡς ἐπὶ τὴν Ἠλείαν.ὁ δὲ Μίκκος ὁ Δυμαῖος, ὅσπερ ἐτύγχανε κατʼ ἐκείνους τοὺς καιροὺς ὑποστράτηγος ὢν τῶν Ἀχαιῶν, ἐκβοηθήσας πανδημεὶ τούς τε Δυμαίους καὶ Φαραιεῖς, ἅμα δὲ καὶ Τριταιεῖς ἔχων, προσέκειτο τοῖς πολεμίοις ἀπαλλαττομένοις.ἐνεργότερον δʼ ἐπικείμενος τοῖς φεύγουσιν ἐμπεσὼν εἰς ἐνέδραν ἐσφάλη καὶ πολλοὺς ἀπέβαλε τῶν ἀνδρῶν· τετταράκοντα μὲν γὰρ ἔπεσον, ἑάλωσαν δὲ περὶ διακοσίους τῶν πεζῶν.ὁ μὲν οὖν Εὐριπίδας, ποιήσας τοῦτο τὸ προτέρημα, καὶ μετεωρισθεὶς ἐπὶ τῷ γεγονότι, μετʼ ὀλίγας ἡμέρας αὖτις ἐξελθὼν κατέλαβε παρὰ τὸν Ἄραξον φρούριον τῶν Δυμαίων εὔκαιρον τὸ καλούμενον Τεῖχος·ὅ φασιν οἱ μῦθοι τὸ παλαιὸν Ἡρακλέα πολεμοῦντα τοῖς Ἠλείοις ἐποικοδομῆσαι, βουλόμενον ὁρμητηρίῳ χρῆσθαι τούτῳ κατʼ αὐτῶν.οἱ δὲ Δυμαῖοι καὶ Φαραιεῖς καὶ Τριταιεῖς, ἠλαττωμένοι μὲν περὶ τὴν βοήθειαν, δεδιότες δὲ τὸ μέλλον ἐκ τῆς τοῦ φρουρίου καταλήψεως, τὸ μὲν πρῶτον ἔπεμπον ἀγγέλους πρὸς τὸν στρατηγὸν τῶν Ἀχαιῶν, δηλοῦντες τὰ γεγονότα καὶ δεόμενοι σφίσι βοηθεῖν· μετὰ δὲ ταῦτα πρεσβευτὰς ἐξαπέστελλον τοὺς περὶ τῶν αὐτῶν ἀξιώσοντας.ὁ δʼ Ἄρατος οὔτε τὸ ξενικὸν ἐδύνατο συστήσασθαι διὰ τὸ κατὰ τὸν Κλεομενικὸν πόλεμον ἐλλελοιπέναι τινὰ τῶν ὀψωνίων τοὺς Ἀχαιοὺς τοῖς μισθοφόροις, καθόλου τε ταῖς ἐπιβολαῖς καὶ συλλήβδην πᾶσι τοῖς τοῦ πολέμου πράγμασιν ἀτόλμως ἐχρῆτο καὶ νωθρῶς.διόπερ ὅ τε Λυκοῦργος εἷλε τὸ τῶν Μεγαλοπολιτῶν Ἀθήναιον, ὅ τʼ Εὐριπίδας ἑξῆς τοῖς εἰρημένοις Γόρτυναν τῆς Τελφουσίας.οἵ τε Δυμαῖοι καὶ Φαραιεῖς καὶ Τριταιεῖς, δυσελπιστήσαντες ἐπὶ ταῖς τοῦ στρατηγοῦ βοηθείαις, συνεφρόνησαν ἀλλήλοις εἰς τὸ τὰς μὲν κοινὰς εἰσφορὰς τοῖς Ἀχαιοῖς μὴ τελεῖν,ἰδίᾳ δὲ συστήσασθαι μισθοφόρους, πεζοὺς μὲν τριακοσίους, ἱππεῖς δὲ πεντήκοντα, καὶ διὰ τούτων ἀσφαλίζεσθαι τὴν χώραν.τοῦτο δὲ πράξαντες ὑπὲρ μὲν τῶν καθʼ αὑτοὺς πραγμάτων ἐνδεχομένως ἔδοξαν βεβουλεῦσθαι, περὶ δὲ τῶν κοινῶν τἀναντία· πονηρᾶς γὰρ ἐφόδου καὶ προφάσεως τοῖς βουλομένοις διαλύειν τὸ ἔθνος ἐδόκουν ἀρχηγοὶ καὶ καθηγεμόνες γεγονέναι.ταύτης δὲ τῆς πράξεως τὸ μὲν πλεῖστον τῆς αἰτίας ἐπὶ τὸν στρατηγὸν ἄν τις ἀναφέροι δικαίως τὸν ὀλιγωροῦντα καὶ καταμέλλοντα καὶ προϊέμενον ἀεὶ τοὺς δεομένους.πᾶς γὰρ ὁ κινδυνεύων, ἕως μὲν ἄν τινος ἐλπίδος ἀντέχηται παρὰ τῶν οἰκείων καὶ συμμάχων, προσανέχειν φιλεῖ ταύταις· ὅταν δὲ δυσχρηστῶν ἀπογνῷ, τότʼ ἤδη βοηθεῖν ἀναγκάζεθʼ αὑτῷ κατὰ δύναμιν.διὸ καὶ Τριταιεῦσι καὶ Φαραιεῦσι καὶ Δυμαίοις, ὅτι μὲν ἰδίᾳ συνεστήσαντο μισθοφόρους, καταμέλλοντος τοῦ τῶν Ἀχαιῶν ἡγεμόνος, οὐκ ἐγκλητέον· ὅτι δὲ τὰς εἰς τὸ κοινὸν εἰσφορὰς ἀπεῖπαν, μεμψιμοιρητέον.ἐχρῆν γὰρ τὴν μὲν ἰδίαν χρείαν μὴ παραλιπεῖν, εὐκαιροῦντάς γε δὴ καὶ δυναμένους, τὰ δὲ πρὸς τὴν κοινὴν πολιτείαν δίκαια συντηρεῖν, ἄλλως τε δὴ καὶ κομιδῆς ὑπαρχούσης ἀδιαπτώτου κατὰ τοὺς κοινοὺς νόμους, τὸ δὲ μέγιστον, γεγονότας ἀρχηγοὺς τοῦ τῶν Ἀχαιῶν συστήματος.τὰ μὲν οὖν κατὰ Πελοπόννησον ἐν τούτοις ἦν. ὁ δὲ βασιλεὺς Φίλιππος διελθὼν τὴν Θετταλίαν παρῆν εἰς Ἤπειρον.ἀναλαβὼν δὲ τοὺς Ἠπειρώτας ἅμα τοῖς Μακεδόσι πανδημεὶ καὶ τοὺς ἐξ Ἀχαΐας αὐτῷ συνηντηκότας σφενδονήτας τριακοσίους, ἔτι δὲ τοὺς παρὰ Πολυρρηνίων ἀπεσταλμένους Κρῆτας πεντακοσίους, προῆγε, καὶ διελθὼν τὴν Ἤπειρον παρῆν εἰς τὴν τῶν Ἀμβρακιωτῶν χώραν.εἰ μὲν οὖν ἐξ ἐφόδου κατὰ τὸ συνεχὲς ἐνέβαλεν εἰς τὴν μεσόγαιαν τὴν Αἰτωλίας, ἄφνω καὶ παραδόξως ἐπιπεσὼν δυνάμει βαρείᾳ τοῖς ὅλοις πράγμασιν ἐπιτεθείκει τέλος·νῦν δὲ πεισθεὶς τοῖς Ἠπειρώταις πρῶτον ἐκπολιορκῆσαι τὸν Ἄμβρακον, ἔδωκε τοῖς Αἰτωλοῖς ἀναστροφὴν εἰς τὸ καὶ στῆναι καὶ προνοηθῆναί τι καὶ παρασκευάσασθαι πρὸς τὸ μέλλον.οἱ γὰρ Ἠπειρῶται, τὸ σφέτερον ἀναγκαιότερον τιθέμενοι τοῦ κοινοῦ τῶν συμμάχων, καὶ μεγάλως σπουδάζοντες ὑφʼ αὑτοὺς ποιήσασθαι τὸν Ἄμβρακον, ἐδέοντο τοῦ Φιλίππου ποιήσασθαι πολιορκίαν περὶ τὸ χωρίον καὶ τοῦτο πρότερον ἐξελεῖν,περὶ πλείστου ποιούμενοι τὸ κομίσασθαι τὴν Ἀμβρακίαν παρὰ τῶν Αἰτωλῶν, τοῦτο δὲ γενέσθαι μόνως ἂν ἐλπίζοντες, εἰ τοῦ προειρημένου τόπου κυριεύσαντες ἐπικαθίσαιεν τῇ πόλει.ὁ γὰρ Ἄμβρακος ἔστι μὲν χωρίον εὖ κατεσκευασμένον καὶ προτειχίσμασι καὶ τείχει, κεῖται δʼ ἐν λίμναις, μίαν ἀπὸ τῆς χώρας στενὴν καὶ χωστὴν ἔχον πρόσοδον, ἐπίκειται δʼ εὐκαίρως τῇ τε χώρᾳ τῶν Ἀμβρακιωτῶν καὶ τῇ πόλει.Φίλιππος μὲν οὖν πεισθεὶς Ἠπειρώταις καὶ καταστρατοπεδεύσας περὶ τὸν Ἄμβρακον, ἐγίνετο περὶ