τὸ δὲ λοιπὸν τῆς χερρονήσου πρόκειται μὲν εἰς τὸ πέλαγος, ἔστι δʼ ἐπίπεδον καὶ πανευέφοδον ἐπὶ τὴν πόλιν, κύκλῳ δʼ ἐκ θαλάττης ἀπότομον καὶ δυσπροσόρμιστον καὶ παντελῶς ὀλίγας ἔχον προσβάσεις.διόπερ ἀγωνιῶντες οἱ Σινωπεῖς μήποτε κατὰ τὴν ἀπὸ τῆς Ἀσίας πλευρὰν ὁ Μιθριδάτης συστησάμενος ἔργα, καὶ κατὰ τὴν ἀπέναντι ταύτης ὁμοίως ποιησάμενος ἀπόβασιν κατὰ θάλατταν εἰς τοὺς ὁμαλοὺς καὶ τοὺς ὑπερκειμένους τῆς πόλεως τόπους, ἐγχειρήσῃ πολιορκεῖν αὐτούς,ἐπεβάλοντο τῆς χερρονήσου κύκλῳ τὸ νησίζον ὀχυροῦν, ἀποσταυροῦντες καὶ περιχαρακοῦντες τὰς ἐκ θαλάττης προσβάσεις, ἅμα δὲ καὶ βέλη καὶ στρατιώτας τιθέντες ἐπὶ τοὺς εὐκαίρους τῶν τόπων·ἔστι γὰρ τὸ πᾶν μέγεθος αὐτῆς οὐ πολύ, τελέως δʼ εὐκατακράτητον καὶ μέτριον.καὶ τὰ μὲν περὶ Σινώπης ἐν τούτοις ἦν. ὁ δὲ βασιλεὺς Φίλιππος, ἀναζεύξας ἐκ Μακεδονίας μετὰ τῆς δυνάμεως — ἐν γὰρ ταύταις ταῖς ἐπιβολαῖς ἀπελίπαμεν ἄρτι τὸν συμμαχικὸν πόλεμον — ὥρμησεν ἐπὶ Θετταλίας καὶ τῆς Ἠπείρου, σπεύδων ταύτῃ ποιήσασθαι τὴν εἰσβολὴν τὴν εἰς Αἰτωλίαν.Ἀλέξανδρος δὲ καὶ Δωρίμαχος κατὰ τὸν καιρὸν τοῦτον ἔχοντες πρᾶξιν κατὰ τῆς τῶν Αἰγειρατῶν πόλεως, ἁθροίσαντες τῶν Αἰτωλῶν περὶ χιλίους καὶ διακοσίους εἰς Οἰάνθειαν τῆς Αἰτωλίας, ἣ κεῖται καταντικρὺ τῆς προειρημένης πόλεως, καὶ πορθμεῖα τούτοις ἑτοιμάσαντες, πλοῦν ἐτήρουν πρὸς τὴν ἐπιβολήν.τῶν γὰρ ηὐτομοληκότων τις ἐξ Αἰτωλίας, καὶ πλείω χρόνον διατετριφὼς παρὰ τοῖς Αἰγειράταις, καὶ συντεθεωρηκὼς τοὺς φυλάττοντας τὸν ἀπʼ Αἰγίου πυλῶνα μεθυσκομένους καὶ ῥᾳθύμως διεξάγοντας τὰ κατὰ τὴν φυλακήν,πλεονάκις παραβαλλόμενος καὶ διαβαίνων πρὸς τοὺς περὶ Δωρίμαχον ἐξεκέκλητο πρὸς τὴν πρᾶξιν αὐτούς, ἅτε λίαν οἰκείους ὄντας τῶν τοιούτων ἐγχειρημάτων.ἡ δὲ τῶν Αἰγειρατῶν πόλις ἔκτισται μὲν τῆς Πελοποννήσου κατὰ τὸν Κορινθιακὸν κόλπον μεταξὺ τῆς Αἰγιέων καὶ Σικυωνίων πόλεως, κεῖται δʼ ἐπὶ λόφων ἐρυμνῶν καὶ δυσβάτων, νεύει δὲ τῇ θέσει πρὸς τὸν Παρνασσὸν καὶ ταῦτα τὰ μέρη τῆς ἀντίπερα χώρας, ἀπέχει δὲ τῆς θαλάττης ὡς ἑπτὰ στάδια.παραπεσόντος δὲ πλοῦ τοῖς περὶ τὸν Δωρίμαχον, ἀνήχθησαν καὶ καθορμίζονται νυκτὸς ἔτι πρὸς τὸν παρὰ τὴν πόλιν καταρρέοντα ποταμόν.οἱ μὲν οὖν περὶ τὸν Ἀλέξανδρον καὶ Δωρίμαχον, ἅμα δὲ τούτοις Ἀρχίδαμον τὸν Πανταλέοντος υἱόν, ἔχοντες περὶ αὑτοὺς τὸ πλῆθος τῶν Αἰτωλῶν, προσέβαινον πρὸς τὴν πόλιν κατὰ τὴν ἀπʼ Αἰγίου φέρουσαν ὁδόν.ὁ δʼ αὐτόμολος, ἔχων εἴκοσι τοὺς ἐπιτηδειοτάτους, διανύσας ταῖς ἀνοδίαις τοὺς κρημνοὺς θᾶττον τῶν ἄλλων διὰ τὴν ἐμπειρίαν, καὶ διαδὺς διά τινος ὑδρορροίας, ἔτι κοιμωμένους κατέλαβε τοὺς ἐπὶ τοῦ πυλῶνος.κατασφάξας δʼ αὐτοὺς ἀκμὴν ἐν ταῖς κοίταις ὄντας, καὶ διακόψας τοῖς πελέκεσι τοὺς μοχλούς, ἀνέῳξε τοῖς Αἰτωλοῖς τὰς πύλας.οἱ δὲ παρεισπεσόντες λαμπρῶς ἀπερινοήτως ἐχρήσαντο τοῖς πράγμασιν. ὃ καὶ παραίτιον ἐγένετο τοῖς μὲν Αἰγειράταις τῆς σωτηρίας, τοῖς δʼ Αἰτωλοῖς τῆς ἀπωλείας.ὑπολαμβάνοντες γὰρ τοῦτο τέλος εἶναι τοῦ κατασχεῖν ἀλλοτρίαν πόλιν, τὸ γενέσθαι τῶν πυλώνων ἐντός, τοῦτον τὸν τρόπονἐχρῶντο τοῖς πράγμασι. διὸ καὶ βραχὺν παντελῶς χρόνον ἁθρόοι συμμείναντες περὶ τὴν ἀγοράν, λοιπὸν ἐκπαθεῖς ὄντες πρὸς τὰς ὠφελείας διέρρεον, καὶ παρεισπίπτοντες εἰς τὰς οἰκίας διήρπαζον τοὺς βίους, ἤδη φωτὸς ὄντος.οἱ δʼ Αἰγειρᾶται, τοῦ πράγματος αὐτοῖς ἀνελπίστου καὶ παραδόξου τελέως συμβεβηκότος, οἷς μὲν ἐπέστησαν οἱ πολέμιοι κατὰ τὰς οἰκίας, ἐκπλαγεῖς καὶ περίφοβοι γενόμενοι πάντες ἐτρέποντο πρὸς φυγὴν ἔξω τῆς πόλεως, ὡς ἤδη βεβαίως αὐτῆς κεκρατημένης ὑπὸ τῶν πολεμίων.ὅσοι δὲ τῆς κραυγῆς ἀκούοντες ἐξ ἀκεραίων τῶν οἰκιῶν ἐξεβοήθουν, πάντες εἰς τὴν ἄκραν συνέτρεχον.οὗτοι μὲν οὖν ἀεὶ πλείους ἐγίνοντο καὶ θαρραλεώτεροι, τὸ δὲ τῶν Αἰτωλῶν σύστρεμμα τοὐναντίον ἔλαττον καὶ ταραχωδέστερον διὰ τὰς προειρημένας αἰτίας.οὐ μὴν ἀλλὰ συνορῶντες οἱ περὶ τὸν Δωρίμαχον ἤδη τὸν περιεστῶτα κίνδυνον αὐτούς, συστραφέντες ὥρμησαν ἐπὶ τοὺς κατέχοντας τὴν ἄκραν, ὑπολαμβάνοντες τῇ θρασύτητι καὶ τόλμῃ καταπληξάμενοι τρέψασθαι τοὺς ἡθροισμένους ἐπὶ τὴν βοήθειαν.οἱ δʼ Αἰγειρᾶται παρακαλέσαντες σφᾶς αὐτοὺς ἠμύνοντο καὶ συνεπλέκοντο τοῖς Αἰτωλοῖς γενναίως.οὔσης δὲ τῆς ἄκρας ἀτειχίστου, καὶ τῆς συμπλοκῆς ἐκ χειρὸς καὶ κατʼ ἄνδρα γινομένης, τὸ μὲν πρῶτον ἦν ἀγὼν οἷον εἰκός, ἅτε τῶν μὲν ὑπὲρ πατρίδος καὶ τέκνων, τῶν δʼ ὑπὲρ σωτηρίας ἀγωνιζομένων· τέλος γε μὴν ἐτράπησαν οἱ παρεισπεπτωκότες τῶν Αἰτωλῶν.οἱ δʼ Αἰγειρᾶται, λαβόντες ἀφορμὴν ἐγκλίματος, ἐνεργῶς ἐπέκειντο καὶ καταπληκτικῶς τοῖς πολεμίοις. ἐξ οὗ συνέβη τοὺς πλείστους τῶν Αἰτωλῶν διὰ τὴν πτοίαν αὐτοὺς ὑφʼ αὑτῶν φεύγοντας ἐν ταῖς πύλαις συμπατηθῆναι.ὁ μὲν οὖν Ἀλέξανδρος ἐν χειρῶν νόμῳ κατʼ αὐτὸν ἔπεσε τὸν κίνδυνον, ὁ δʼ Ἀρχίδαμος ἐν τῷ περὶ τὰς πύλας ὠθισμῷ καὶ πνιγμῷ διεφθάρη.τὸ δὲ λοιπὸν πλῆθος τῶν Αἰτωλῶν τὸ μὲν συνεπατήθη, τὸ δὲ κατὰ τῶν κρημνῶν φεῦγον ταῖς ἀνοδίαις ἐξετραχηλίσθη.