περιέπεσον δὲ καὶ Λύττιοι βραχὺ πρὸ τούτων τῶν καιρῶν ἀνηκέστῳ συμφορᾷ. καθόλου γὰρ τὰ κατὰ τὴν σύμπασαν Κρήτην ὑπῆρχεν ἐν τοιαύτῃ τινὶ τότε καταστάσει.Κνώσιοι συμφρονήσαντες Γορτυνίοις πᾶσαν ἐποιήσαντο τὴν Κρήτην ὑφʼ αὑτοὺς πλὴν τῆς Λυττίων πόλεως· μόνης δὲ ταύτης ἀπειθούσης, ἐπεβάλοντο πολεμεῖν, σπεύδοντες αὐτὴν εἰς τέλος ἀνάστατον ποιῆσαι καὶ παραδείγματος καὶ φόβου χάριν τῶν ἄλλων Κρηταιέων.τὸ μὲν οὖν πρῶτον ἐπολέμουν πάντες οἱ Κρηταιεῖς τοῖς Λυττίοις· ἐγγενομένης δὲ φιλοτιμίας ἐκ τῶν τυχόντων, ὅπερ ἔθος ἐστὶ Κρησίν, ἐστασίασαν πρὸς τοὺς ἄλλους.καὶ Πολυρρήνιοι μὲν καὶ Κεραῗται καὶ Λαππαῖοι, πρὸς δὲ τούτοις Ὅριοι μετʼ Ἀρκάδων, ὁμοθυμαδὸν ἀποστάντες τῆς τῶν Κνωσίων φιλίας,ἔγνωσαν τοῖς Λυττίοις συμμαχεῖν, τῶν δὲ Γορτυνίων οἱ μὲν πρεσβύτεροι τὰ τῶν Κνωσίων, οἱ δὲ νεώτεροι τὰ τῶν Λυττίων αἱρούμενοι, διεστασίασαν πρὸς ἀλλήλους.οἱ δὲ Κνώσιοι, παραδόξου γεγονότος αὐτοῖς τοῦ περὶ τοὺς συμμάχους κινήματος, ἐπισπῶνται χιλίους ἐξ Αἰτωλίας ἄνδρας κατὰ συμμαχίαν.οὗ γενομένου παραυτίκα τῶν Γορτυνίων οἱ πρεσβύτεροι καταλαμβανόμενοι τὴν ἄκραν εἰσάγονται τούς τε Κνωσίους καὶ τοὺς Αἰτωλούς· καὶ τοὺς μὲν ἐξέβαλον, τοὺς δʼ ἀπέκτειναν τῶννέων, τὴν δὲ πόλιν ἐνεχείρισαν τοῖς Κνωσίοις. κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Λυττίων ἐξωδευκότων εἰς τὴν πολεμίαν πανδημεί, συννοήσαντες οἱ Κνώσιοι τὸ γεγονὸς καταλαμβάνονται τὴν Λύττον, ἔρημον οὖσαν τῶν βοηθησόντων·καὶ τὰ μὲν τέκνα καὶ τὰς γυναῖκας εἰς Κνωσὸν ἀπέπεμψαν, τὴν δὲ πόλιν ἐμπρήσαντες καὶ κατασκάψαντες καὶ λωβησάμενοι κατὰ πάντα τρόπον ἐπανῆλθον.οἱ δὲ Λύττιοι παραγενόμενοι πρὸς τὴν πόλιν ἀπὸ τῆς ἐξοδείας, καὶ συνθεασάμενοι τὸ συμβεβηκός, οὕτως περιπαθεῖς ἐγένοντο ταῖς ψυχαῖς ὥστε μηδʼ εἰσελθεῖν μηδένα τολμῆσαι τῶν παρόντων εἰς τὴν πατρίδα·πάντες δὲ περιπορευθέντες αὐτὴν κύκλῳ, καὶ πολλάκις ἀνοιμώξαντες καὶ κατολοφυράμενοι τήν τε τῆς πατρίδος καὶ τὴν αὑτῶν τύχην, αὖθις ἐξ ἀναστροφῆς ἐπανῆλθον εἰς τὴν τῶν Λαππαίων πόλιν.φιλανθρώπως δʼ αὐτοὺς καὶ μετὰ πάσης προθυμίας τῶν Λαππαίων ὑποδεξαμένων, οὗτοι μὲν ἀντὶ πολιτῶν ἀπόλιδες ἐν ἡμέρᾳ μιᾷ καὶ ξένοι γεγονότες ἐπολέμουν πρὸς τοὺς Κνωσίους ἅμα τοῖς συμμάχοις.Λύττος δʼ ἡ Λακεδαιμονίων μὲν ἄποικος οὖσα καὶ συγγενής, ἀρχαιοτάτη δὲ τῶν κατὰ Κρήτην πόλεων, ἄνδρας δʼ ὁμολογουμένως ἀρίστους ἀεὶ τρέφουσα Κρηταιέων, οὕτως ἄρδην καὶ παραλόγως ἀνηρπάσθη.Πολυρρήνιοι δὲ καὶ Λαππαῖοι καὶ πάντες οἱ τούτων σύμμαχοι, θεωροῦντες τοὺς Κνωσίους ἀντεχομένους τῆς τῶν Αἰτωλῶν συμμαχίας, τοὺς δʼ Αἰτωλοὺς ὁρῶντες πολεμίους ὄντας τῷ τε βασιλεῖ Φιλίππῳ καὶ τοῖς Ἀχαιοῖς, πέμπουσι πρέσβεις πρός τε τὸν βασιλέα καὶ τοὺς Ἀχαιοὺς περὶ βοηθείας καὶ συμμαχίας.οἱ δʼ Ἀχαιοὶ καὶ Φίλιππος εἴς τε τὴν κοινὴν συμμαχίαν αὐτοὺς προσεδέξαντο καὶ βοήθειαν ἐξαπέστειλαν, Ἰλλυριοὺς μὲν τετρακοσίους, ὧν ἡγεῖτο Πλάτωρ, Ἀχαιοὺς δὲ διακοσίους, Φωκέας ἑκατόν.οἳ καὶ παραγενόμενοι μετʼ οὐ πολὺ πάλιν ἀπέπλευσαν μεγάλην ποιήσαντες ἐπίδοσιν τοῖς Πολυρρηνίοις καὶ τοῖς τούτων συμμάχοις·πάνυ γὰρ ἐν βραχεῖ χρόνῳ τειχήρεις καταστήσαντες τούς τʼ Ἐλευθερναίους καὶ Κυδωνιάτας, ἔτι δὲ τοὺς Ἀπτεραίους, ἠνάγκασαν ἀποστάντας τῆς τῶν Κνωσίων συμμαχίας κοινωνῆσαι σφίσι τῶν αὐτῶν ἐλπίδων. τούτων δὲ γενομένων,ἐξαπέστειλαν Πολυρρήνιοι μὲν καὶ μετὰ τούτων οἱ σύμμαχοι Φιλίππῳ καὶ τοῖς Ἀχαιοῖς πεντακοσίους Κρῆτας, Κνώσιοι δὲ μικρῷ πρότερον ἐξαπεστάλκεισαν χιλίους τοῖς Αἰτωλοῖς. οἳ καὶ συνεπολέμουν ἀμφοτέροις τὸν ἐνεστῶτα πόλεμον.κατελάβοντο δὲ καὶ τὸν λιμένα τῶν Φαιστίων οἱ τῶν Γορτυνίων φυγάδες· ὁμοίως δὲ καὶ τὸν αὐτῶν τῶν Γορτυνίων παραβόλως διακατεῖχον, καὶ προσεπολέμουν ἐκ τούτων ὁρμώμενοι τῶν τόπων τοῖς ἐν τῇ πόλει.τὰ μὲν οὖν κατὰ τὴν Κρήτην ἐν τούτοις ἦν· περὶ δὲ τοὺς καιροὺς τούτους καὶ Μιθριδάτης ἐξήνεγκε Σινωπεῦσι πόλεμον, καί τις οἷον ἀρχὴ τότε καὶ πρόφασις ἐγένετο τῆς ἐπὶ τὸ τέλος ἀχθείσης ἀτυχίας Σινωπεῦσιν.εἰς δὲ τὸν πόλεμον τοῦτον πρεσβευσάντων αὐτῶν πρὸς Ῥοδίους καὶ παρακαλούντων βοηθεῖν, ἔδοξε τοῖς Ῥοδίοις προχειρίσασθαι τρεῖς ἄνδρας, καὶ δοῦναι τούτοις δραχμῶν δεκατέτταρας μυριάδας, τοὺς δὲ λαβόντας παρασκευάσαι τὰ πρὸς τὴν χρείαν ἐπιτήδεια τοῖς Σινωπεῦσιν.οἱ δὲ κατασταθέντες ἡτοίμασαν οἴνου κεράμια μύρια, τριχὸς εἰργασμένης τάλαντα τριακόσια, νεύρων εἰργασμένων ἑκατὸν τάλαντα, πανοπλίας χιλίας, χρυσοῦς ἐπισήμους τρισχιλίους, ἔτι δὲ λιθοφόρους τέτταρας καὶ τοὺς ἀφέτας τούτοις.ἃ καὶ λαβόντες οἱ τῶν Σινωπέων πρέσβεις ἐπανῆλθον. ἦσαν γὰρ οἱ Σινωπεῖς ἐν ἀγωνίᾳ μὴ πολιορκεῖν σφᾶς ὁ Μιθριδάτης ἐγχειρήσῃ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν· διὸ καὶ τὰς παρασκευὰς πρὸς τοῦτο τὸ μέρος ἐποιοῦντο πάσας.ἡ δὲ Σινώπη κεῖται μὲν ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ Πόντου παρὰ τὸν εἰς Φᾶσιν πλοῦν, οἰκεῖται δʼ ἐπί τινος χερρονήσου προτεινούσης εἰς τὸ πέλαγος, ἧς τὸν μὲν αὐχένα τὸν συνάπτοντα πρὸς τὴν Ἀσίαν, ὅς ἐστιν οὐ πλεῖον δυεῖν σταδίων, ἡ πόλις ἐπικειμένη διακλείει κυρίως·