παρείλετο δὲ καὶ τὴν ἐπὶ τῆς Ἀσίας χώραν, ἣν κατεῖχον Βυζάντιοι τῆς Μυσίας πολλοὺς ἤδη χρόνους.οἱ δὲ Ῥόδιοι πληρώσαντες ναῦς ἕξ, ἅμα δὲ ταύταις παρὰ τῶν συμμάχων προσλαβόντες τέτταρας, καὶ ναύαρχον προχειρισάμενοι Ξενόφαντον, ἔπλεον ἐφʼ Ἑλλησπόντου δέκα ναυσί.καὶ ταῖς μὲν λοιπαῖς ὁρμοῦντες περὶ Σηστὸν ἐκώλυον τοὺς πλέοντας εἰς τὸν Πόντον, μιᾷ δʼ ἐκπλεύσας ὁ ναύαρχος κατεπείραζε τῶν Βυζαντίων, εἴ πως ἤδη μεταμελοῖντο καταπεπληγμένοι τὸν πόλεμον.τῶν δʼ οὐ προσεχόντων ἀπέπλευσε καὶ παραλαβὼν τὰς λοιπὰς ναῦς ἀπῆρε πάσαις εἰς τὴν Ῥόδον.οἱ δὲ Βυζάντιοι πρός τε τὸν Ἀχαιὸν ἔπεμπον, ἀξιοῦντες βοηθεῖν, ἐπί τε τὸν Τιβοίτην ἐξαπέστελλον τοὺς ἄξοντας αὐτὸν ἐκ τῆς Μακεδονίας·ἐδόκει γὰρ οὐχ ἧττον ἡ Βιθυνῶν ἀρχὴ Τιβοίτῃ καθήκειν ἢ Προυσίᾳ διὰ τὸ πατρὸς ἀδελφὸναὐτὸν ὑπάρχειν τῷ Προυσίᾳ οἱ δὲ Ῥόδιοι θεωροῦντες τὴν τῶν Βυζαντίων ὑπόστασιν, πραγματικῶς διενοήθησαν πρὸς τὸ καθικέσθαι τῆς προθέσεως. ὁρῶντες γὰρ τὸ συνέχον τοῖς Βυζαντίοις τῆς ὑπομονῆς τοῦ πολέμου κείμενον ἐν ταῖς κατὰ τὸν Ἀχαιὸν ἐλπίσι, θεωροῦντες δὲ τὸν πατέρα τὸν Ἀχαιοῦ κατεχόμενον ἐν Ἀλεξανδρείᾳ, τὸν δʼ Ἀχαιὸν περὶ πλείστου ποιούμενον τὴν τοῦ πατρὸς σωτηρίαν, ἐπεβάλοντο πρεσβεύειν πρὸς τὸν Πτολεμαῖον καὶ παραιτεῖσθαι τὸν Ἀνδρόμαχον,καὶ πρότερον μὲν ἐκ παρέργου τοῦτο πεποιηκότες, τότε δʼ ἀληθινῶς σπεύδοντες ὑπὲρ τοῦ πράγματος, ἵνα προσενεγκάμενοι πρὸς τὸν Ἀχαιὸν τὴν χάριν ταύτην ὑπόχρεων αὐτὸν ποιήσωνται πρὸς πᾶν τὸ παρακαλούμενον.ὁ δὲ Πτολεμαῖος, παραγενομένων τῶν πρέσβεων, ἐβουλεύετο μὲν παρακατέχειν τὸν Ἀνδρόμαχον, ἐλπίζων αὐτῷ χρήσεσθαι πρὸς καιρόν, διὰ τὸ τά τε πρὸς τὸν Ἀντίοχον ἄκριτα μένειν αὐτῷ, καὶ τὸ τὸν Ἀχαιὸν ἀναδεδειχότα προσφάτως αὑτὸν βασιλέα πραγμάτων εἶναι κύριον ἱκανῶν τινων·ἦν γὰρ Ἀνδρόμαχος Ἀχαιοῦ μὲν πατήρ, ἀδελφὸς δὲ Λαοδίκης τῆς Σελεύκου γυναικός.οὐ μὴν ἀλλὰ προσκλίνων τοῖς Ῥοδίοις ὁ Πτολεμαῖος κατὰ τὴν ὅλην αἵρεσιν, καὶ πάντα σπεύδων χαρίζεσθαι, συνεχώρησε καὶ παρέδωκε τὸν Ἀνδρόμαχον αὐτοῖς ἀποκομίζειν ὡς τὸν υἱόν.οἱ δʼ ἐπιτελεσάμενοι τοῦτο, καὶ προσεπιμετρήσαντες τοῖς περὶ τὸν Ἀχαιὸν τιμάς τινας, παρείλαντο τὴν ὁλοσχερεστάτην ἐλπίδα τῶν Βυζαντίων.συνεκύρησε δέ τι καὶ ἕτερον τοῖς Βυζαντίοις ἄτοπον· ὁ γὰρ Τιβοίτης, καταγόμενος ἐκ τῆς Μακεδονίας, ἔσφηλε τὰς ἐπιβολὰς αὐτῶν, μεταλλάξας τὸν βίον.οὗ συμβάντος οἱ μὲν Βυζάντιοι ταῖς ὁρμαῖς ἀνέπεσον, ὁ δὲ Προυσίας ἐπιρρωσθεὶς ταῖς πρὸς τὸν πόλεμον ἐλπίσιν, ἅμα μὲν αὐτὸς ἀπὸ τῶν κατʼ Ἀσίαν μερῶν ἐπολέμει καὶ προσέκειτο τοῖς πράγμασιν ἐνεργῶς, ἅμα δὲ τοὺς Θρᾷκας μισθωσάμενος οὐκ εἴα τὰς πύλας ἐξιέναι τοὺς Βυζαντίους ἀπὸ τῶν κατὰ τὴν Εὐρώπην μερῶν.οἱ δὲ Βυζάντιοι τῶν σφετέρων ἐλπίδων ἐψευσμένοι, τῷ πολέμῳ πονοῦντες πανταχόθεν, ἐξαγωγὴν περιέβλεπον εὐσχήμονα τῶν πραγμάτων. Καυάρου δὲ τοῦ τῶν Γαλατῶν βασιλέως παραγενομένου πρὸς τὸ Βυζάντιον, καὶ σπουδάζοντος διαλῦσαι τὸν πόλεμον καὶ διέχοντος τὰς χεῖρας φιλοτίμως, συνεχώρησαν τοῖς παρακαλουμένοις ὅ τε Προυσίας οἵ τε Βυζάντιοι.πυθόμενοι δʼ οἱ Ῥόδιοι τήν τε τοῦ Καυάρου σπουδὴν καὶ τὴν ἐντροπὴν τοῦ Προυσίου, σπουδάζοντες δὲ καὶ τὴν αὑτῶν πρόθεσιν ἐπὶ τέλος ἀγαγεῖν,πρεσβευτὴν μὲν Ἀριδίκην προεχειρίσαντο πρὸς τοὺς Βυζαντίους, Πολεμοκλῆ δὲ τρεῖς ἔχοντα τριήρεις ὁμοῦ συναπέστειλαν,βουλόμενοι τὸ δὴ λεγόμενον καὶ τὸ δόρυ καὶ τὸ κηρύκειον ἅμα πέμπειν πρὸς τοὺς Βυζαντίους. ἐπιφανέντων δὲ τούτων, ἐγένοντο διαλύσεις ἐπὶ Κώθωνος τοῦ Καλλιγείτονος ἱερομνημονοῦντος ἐν τῷ Βυζαντίῳ,πρὸς μὲν Ῥοδίους ἁπλαῖ, Βυζαντίους μὲν μηδένα πράττειν τὸ διαγώγιον τῶν εἰς τὸν Πόντον πλεόντων, Ῥοδίους δὲ καὶ τοὺς συμμάχους τούτου γενομένου τὴν εἰρήνην ἄγειν πρὸς Βυζαντίους·πρὸς δὲ Προυσίαν τοιαίδε τινές, εἶναι Προυσίᾳ καὶ Βυζαντίοις εἰρήνην καὶ φιλίαν εἰς τὸν ἅπαντα χρόνον, μὴ στρατεύειν δὲ μήτε Βυζαντίους ἐπὶ Προυσίαν τρόπῳ μηδενὶ μήτε Προυσίαν ἐπὶ Βυζαντίους·ἀποδοῦναι δὲ Προυσίαν Βυζαντίοις τάς τε χώρας καὶ τὰ φρούρια καὶ τοὺς λαοὺς καὶ τὰ πολεμικὰ σώματα χωρὶς λύτρων, πρὸς δὲ τούτοις τὰ πλοῖα τὰ κατʼ ἀρχὰς ληφθέντα τοῦ πολέμου καὶ τὰ βέλη τὰ καταληφθέντʼ ἐν τοῖς ἐρύμασιν, ὁμοίως δὲ καὶ τὰ ξύλα καὶ τὴν λιθίαν καὶ τὸν κέραμον τὸν ἐκ τοῦ Ἱεροῦ χωρίου —ὁ γὰρ Προυσίας, ἀγωνιῶν τὴν τοῦ Τιβοίτου κάθοδον, πάντα καθεῖλε τὰ δοκοῦντα τῶν φρουρίων εὐκαίρως πρός τι κεῖσθαι —ἐπαναγκάσαι δὲ Προυσίαν καὶ ὅσα τινὲς τῶν Βιθυνῶν εἶχον ἐκ τῆς Μυσίας χώρας τῆς ὑπὸ Βυζαντίους ταττομένης ἀποδοῦναι τοῖς γεωργοῖς.ὁ μὲν οὖν Ῥοδίοις καὶ Προυσίᾳ πρὸς Βυζαντίους συστὰς πόλεμος τοιαύτας ἔλαβε τὰς ἀρχὰς καὶτὸ τέλος· κατὰ δὲ τὸν καιρὸν τοῦτον Κνώσιοι πρεσβεύσαντες πρὸς Ῥοδίους ἔπεισαν τάς τε μετὰ Πολεμοκλέους ναῦς καὶ τρία τῶν ἀφράκτων προσκατασπάσαντας αὑτοῖς ἀποστεῖλαι.γενομένου δὲ τούτου, καὶ τῶν πλοίων ἀφικομένων εἰς τὴν Κρήτην, καὶ σχόντων ὑποψίαν τῶν Ἐλευθερναίων ὅτι τὸν πολίτην αὑτῶν Τίμαρχον οἱ περὶ τὸν Πολεμοκλῆ χαριζόμενοι τοῖς Κνωσίοις ἀνῃρήκασι, τὸ μὲν πρῶτον ῥύσια κατήγγειλαν τοῖς Ῥοδίοις, μετὰ δὲ ταῦτα πόλεμον ἐξήνεγκαν.