ἐν οἷς καιροῖς ὑπὸ τῶν φόρων πιεζούμενοι τὸ μὲν πρῶτον ἐπρέσβευον πρὸς τοὺς Ἕλληνας, δεόμενοι σφίσι βοηθεῖν καὶ συγχορηγεῖν εἰς τοὺς περιεστῶτας καιρούς·τῶν δὲ πλείστων παρολιγωρούντων, ἐνεχείρησαν ἀπαναγκασθέντες παραγωγιάζειν τοὺς εἰς τὸν Πόντον πλέοντας. μεγάλης δὲ γενομένης τῆς ἀλυσιτελείας καὶ δυσχρηστίας πᾶσιν ἐκ τοῦ τέλος πράττειν τοὺς Βυζαντίους τῶν ἐξαγομένων ἐκ τοῦ Πόντου, δεινὸν ἡγοῦντο, καὶ πάντες ἐνεκάλουν οἱ πλοϊζόμενοι τοῖς Ῥοδίοις διὰ τὸ δοκεῖν τούτους προεστάναι τῶν κατὰ θάλατταν. ἐξ οὗ συνέβη φῦναι τὸν πόλεμον,ὑπὲρ οὗ νῦν ἡμεῖς ἱστορεῖν μέλλομεν. οἱ γὰρ Ῥόδιοι,συνεξεγερθέντες ἅμα μὲν διὰ τὴν σφετέραν βλάβην, ἅμα δὲ καὶ διὰ τὴν τῶν πέλας ἐλάττωσιν, τὸ μὲν πρῶτον παραλαβόντες τοὺς συμμάχους ἐπρέσβευον πρὸς τοὺς Βυζαντίους, ἀξιοῦντες καταλύσειν αὐτοὺς τὸ παραγώγιον·οὐκ ἐντρεπομένων δὲ τοῖς ὅλοις, ἀλλὰ πεπεισμένων δίκαια λέγειν ἐκ τῆς ἀντικαταστάσεως τῆς γενομένης παρʼ αὐτοῖς τῶν περὶ τὸν Ἑκατόδωρον καὶ Ὀλυμπιόδωρον πρὸς τοὺς τῶν Ῥοδίων πρεσβευτάς —οὗτοι γὰρ τότε προέστησαν τοῦ τῶν Βυζαντίων πολιτεύματος — τότε μὲν ἀπηλλάγησαν οἱ Ῥόδιοι περάναντες οὐδέν,ἐπανελθόντες δὲ τὸν πόλεμον ἐψηφίσαντο τοῖς Βυζαντίοις διὰ τὰς προειρημένας αἰτίας.καὶ παραυτίκα πρεσβευτὰς ἐξαπέστελλον πρὸς Προυσίαν, παρακαλοῦντες καὶ τοῦτον εἰς τὸν πόλεμον· ᾔδεσαν γὰρ τὸν Προυσίαν παρατριβόμενον ἔκ τινων πρὸς τοὺςΒυζαντίους. τὸ δὲ παραπλήσιον ἐποίουν καὶ Βυζάντιοι· πρός τε γὰρ Ἄτταλον καὶ πρὸς Ἀχαιὸν ἔπεμπον πρέσβεις, δεόμενοι σφίσι βοηθεῖν.ὁ μὲν οὖν Ἄτταλος ἦν πρόθυμος, εἶχε δὲ βραχεῖαν τότε ῥοπήν, ὡς ἂν ὑπʼ Ἀχαιοῦ συνεληλαμένος εἰς τὴν πατρῴαν ἀρχήν·ὁ δʼ Ἀχαιός, κρατῶν μὲν τῆς ἐπὶ τάδε τοῦ Ταύρου, βασιλέα δὲ προσφάτως αὑτὸν ἀναδεδειχώς, ἐπηγγέλλετο βοηθήσειν.ὑπάρχων δʼ ἐπὶ ταύτης τῆς προαιρέσεως, τοῖς μὲν Βυζαντίοις μεγάλην ἐλπίδα παρεσκεύαζε, τοῖς δὲ Ῥοδίοις καὶ Προυσίᾳ τἀναντία κατάπληξιν.Ἀχαιὸς γὰρ ἦν μὲν Ἀντιόχου συγγενὴς τοῦ παρειληφότος τὴν ἐν Συρίᾳ βασιλείαν, ἐγκρατὴς δʼ ἐγένετο τῆς προειρημένης δυναστείας διά τινας τοιαύτας αἰτίας.Σελεύκου μεταλλάξαντος τὸν βίον, ὃς ἦν Ἀντιόχου τοῦ προειρημένου πατήρ, διαδεξαμένου δὲ τὴν βασιλείαν Σελεύκου πρεσβυτάτου τῶν υἱῶν, ἅμα τούτῳ διὰ τὴν οἰκειότητα συνυπερέβαλε τὸν Ταῦρον, δυσὶ μάλιστά πως ἔτεσι πρότερον τῶν νῦν λεγομένων καιρῶν.Σέλευκος γὰρ ὁ νέος ὡς θᾶττον παρέλαβε τὴν βασιλείαν, πυνθανόμενος Ἄτταλον πᾶσαν ἤδη τὴν ἐπὶ τάδε τοῦ Ταύρου δυναστείαν ὑφʼ αὑτὸν πεποιῆσθαι, παρωρμήθη βοηθεῖν τοῖς σφετέροις πράγμασιν.ὑπερβαλὼν δὲ μεγάλῃ δυνάμει τὸν Ταῦρον, καὶ δολοφονηθεὶς ὑπό τʼ Ἀπατουρίου τοῦ Γαλάτου καὶ Νικάνορος, μετήλλαξε τὸν βίον.Ἀχαιὸς δὲ κατὰ τὴν ἀναγκαιότητα τὸν φόνον αὐτοῦ μετῆλθε παραχρῆμα, τοὺς περὶ τὸν Νικάνορα καὶ τὸν Ἀπατούριον ἀποκτείνας, τῶν τε δυνάμεων καὶ τῶν ὅλων πραγμάτων φρονίμως καὶ μεγαλοψύχως προέστη.τῶν γὰρ καιρῶν παρόντων αὐτῷ, καὶ τῆς τῶν ὄχλων ὁρμῆς συνεργούσης εἰς τὸ διάδημα περιθέσθαι, τοῦτο μὲν οὐ προείλετο ποιῆσαι, τηρῶν δὲ τὴν βασιλείαν Ἀντιόχῳ τῷ νεωτέρῳ τῶν υἱῶν, ἐνεργῶς ἐπιπορευόμενος ἀνεκτᾶτο τὴν ἐπὶ τάδε τοῦ Ταύρου πᾶσαν.τῶν δὲ πραγμάτων αὐτῷ παραδόξως εὐροούντων, ἐπεὶ τὸν μὲν Ἄτταλον εἰς αὐτὸ τὸ Πέργαμον συνέκλεισε, τῶν δὲ λοιπῶν πάντων ἦν ἐγκρατής, ἐπαρθεὶς τοῖς εὐτυχήμασι παρὰ πόδας ἐξώκειλε.καὶ διάδημα περιθέμενος καὶ βασιλέα προσαγορεύσας αὑτὸν βαρύτατος ἦν τότε καὶ φοβερώτατος τῶν ἐπὶ τάδε τοῦ Ταύρου βασιλέων καὶ δυναστῶν·ᾧ καὶ μάλιστα τότε Βυζάντιοι πιστεύσαντες ἀνεδέξαντο τὸν πρὸς τοὺς Ῥοδίους καὶ Προυσίαν πόλεμον.ὁ δὲ Προυσίας ἐνεκάλει μὲν πρότερον τοῖς Βυζαντίοις ὅτι ψηφισαμένων τινὰς εἰκόνας αὐτοῦ ταύτας οὐκ ἀνετίθεσαν, ἀλλʼ εἰς ἐπισυρμὸν καὶ λήθην ἄγοιεν,δυσηρέστει δʼ αὐτοῖς καὶ ἐπὶ τῷ πᾶσαν προσενέγκασθαι φιλονεικίαν εἰς τὸ διαλῦσαι τὴν Ἀχαιοῦ πρὸς Ἄτταλον ἔχθραν καὶ τὸν πόλεμον, νομίζων κατὰ πολλοὺς τρόπους ἀλυσιτελῆ τοῖς αὑτοῦ πράγμασιν ὑπάρχειν τὴν ἐκείνων φιλίαν.ἠρέθιζε δʼ αὐτὸν καὶ τὸ δοκεῖν Βυζαντίους πρὸς μὲν Ἄτταλον εἰς τοὺς τῆς Ἀθηνᾶς ἀγῶνας τοὺς συνθύσοντας ἐξαπεσταλκέναι, πρὸς αὐτὸν δʼ εἰς τὰ Σωτήρια μηδένα πεπομφέναι.διόπερ ἐκ πάντων τούτων ὑποικουρουμένης παρʼ αὐτῷ τῆς ὀργῆς, ἄσμενος ἐπελάβετο τῆς τῶν Ῥοδίων προφάσεως, καὶ συγκαταθέμενος τοῖς πρεσβευταῖς ἐκείνους μὲν ᾤετο δεῖν κατὰ θάλατταν πολεμεῖν, αὐτὸς δὲ κατὰ γῆν οὐκ ἐλάττω βλάψειν ἔδοξε τοὺς ὑπεναντίους.ὁ μὲν οὖν Ῥοδίων πρὸς Βυζαντίους πόλεμοςδιὰ ταῦτα καὶ τοιαύτην ἔλαβε τὴν ἀρχήν. οἱ δὲ Βυζάντιοι τὸ μὲν πρῶτον ἐρρωμένως ἐπολέμουν, πεπεισμένοι τὸν μὲν Ἀχαιὸν σφίσι βοηθεῖν, αὐτοὶ δὲ τὸν Τιβοίτην ἐκ τῆς Μακεδονίας ἐπαγαγόντες ἀντιπεριστήσειν τῷ Προυσίᾳ φόβους καὶ κινδύνους,ὃς κατὰ τὴν προειρημένην ὁρμὴν πολεμῶν παρείλετο μὲν αὐτῶν τὸ καλούμενον ἐπὶ τοῦ στόματος Ἱερόν,ὃ Βυζάντιοι μικροῖς ἀνώτερον χρόνοις μεγάλων ὠνησάμενοι χρημάτων ἐσφετερίσαντο διὰ τὴν εὐκαιρίαν τοῦ τόπου, βουλόμενοι μηδεμίαν ἀφορμὴν μηδενὶ καταλιπεῖν μήτε κατὰ τῶν εἰς τὸν Πόντον πλεόντων ἐμπόρων μήτε περὶ τοὺς δούλους καὶ τὰς ἐξ αὐτῆς τῆς θαλάττης ἐργασίας,