ὅθεν αὖθις ὁρμήσας προσπίπτει πρὸς τὴν Βοῦν καλουμένην, ὅς ἐστι τῆς Ἀσίας τόπος, ἐφʼ ὃν ἐπιστῆναί φασι πρῶτον οἱ μῦθοι τὴν Ἰὼ περαιωθεῖσαν.πλὴν ὅ γε ῥοῦς τὸ τελευταῖον ὁρμήσας ἀπὸ τῆς Βοὸς ἐπʼ αὐτὸ φέρεται τὸ Βυζάντιον, περισχισθεὶς δὲ περὶ τὴν πόλιν βραχὺ μὲν εἰς τὸν κόλπον αὑτοῦ διορίζει τὸν καλούμενον Κέρας, τὸ δὲ πλεῖον πάλιν ἀπονεύει.διευτονεῖν μὲν οὖν οὐκέτι δύναται πρὸς τὴν ἀντιπέρας χώραν, ἐφʼ ἧς ἐστι Καλχηδών·πλεονάκις γὰρ τὴν ἀνταπόδοσιν πεποιημένος, καὶ τοῦ πόρου πλάτος ἔχοντος, ἤδη περὶ τοῦτον τὸν τόπον ἐκλυόμενος ὁ ῥοῦς οὐκέτι βραχείας πρὸς ὀξεῖαν γωνίαν ποιεῖται τὰς ἀνακλάσεις ἐπὶ τὴν περαίαν, ἀλλὰ μᾶλλον πρὸς ἀμβλεῖαν·διόπερ ἀπολιπὼν τὴν τῶν Καλχηδονίων πόλιν φέρεταιδιὰ πόρου. καὶ τὸ ποιοῦν τὴν μὲν τῶν Βυζαντίων πόλιν εὐκαιροτάτην, τὴν δὲ τῶν Καλχηδονίων τἀναντία, τοῦτʼ ἔστι τὸ νῦν ὑφʼ ἡμῶν εἰρημένον, καίπερ ἀπὸ τῆς ὄψεως ὁμοίας ἀμφοτέραις δοκούσης εἶναι τῆς θέσεως πρὸς τὴν εὐκαιρίαν.ἀλλʼ ὅμως εἰς τὴν μὲν βουληθέντα καταπλεῦσʼ οὐ ῥᾴδιον, πρὸς ἣν δέ, κἂν μὴ βούλῃ, φέρει κατʼ ἀνάγκην ὁ ῥοῦς, καθάπερ ἀρτίως εἴπομεν.σημεῖον δὲ τούτου· ἐκ Καλχηδόνος γὰρ οἱ βουλόμενοι διαίρειν εἰς Βυζάντιον οὐ δύνανται πλεῖν κατʼ εὐθεῖαν διὰ τὸν μεταξὺ ῥοῦν, ἀλλὰ παράγουσιν ἐπί τε τὴν Βοῦν καὶ τὴν καλουμένην Χρυσόπολιν,ἣν Ἀθηναῖοι τότε κατασχόντες Ἀλκιβιάδου γνώμῃ παραγωγιάζειν ἐπεβάλοντο πρῶτον τοὺς εἰς Πόντον πλέοντας, τὸ δʼ ἔμπροσθεν ἀφιᾶσι κατὰ ῥοῦν, ᾧ φέρονται κατʼ ἀνάγκην πρὸς τὸ Βυζάντιον.ὅμοια δὲ τούτοις καὶ τὰ κατὰ τὸν ἐπὶ θάτερα πλοῦν ἐστι τῆς Βυζαντίων πόλεως·ἄν τε γὰρ ἀφʼ Ἑλλησπόντου τρέχῃ τις τοῖς νότοις ἄν τʼ ἐπὶ τὸν Ἑλλήσποντον ἐκ τοῦ Πόντου τοῖς ἐτησίοις, παρὰ μὲν τὴν Εὐρώπην ἐκ τῆς Βυζαντίων πόλεως ὀρθός, ἅμα δʼ εὐπαρακόμιστός ἐστιν ὁ πλοῦς ἐπὶ τὰ τῆς Προποντίδος στενὰ κατʼ Ἄβυδον καὶ Σηστόν, κἀκεῖθεν ὡσαύτως πάλιν ἐπὶ τὸ Βυζάντιον,ἀπὸ δὲ Καλχηδόνος παρὰ τὴν Ἀσίαν τἀναντία τούτοις διὰ τὸ κολπώδη τὸν παράπλουν ὑπάρχειν καὶ προτείνειν πολὺ τὴν τῶν Κυζικηνῶν χώραν.ἀφʼ Ἑλλησπόντου γὰρ φερόμενον εἰς Καλχηδόνα χρήσασθαι τῷ παρὰ τὴν Εὐρώπην πλῷ, κἄπειτα συνεγγίζοντα τοῖς κατὰ Βυζάντιον τόποις κάμπτειν καὶ προστρέχειν πρὸς τὴν Καλχηδόνα διὰ τὸν ῥοῦν καὶ τὰ προειρημένα δυσχερές.ὁμοίως δὲ πάλιν ἐκπλέοντα προστρέχειν εὐθέως τῇ Θρᾴκῃ τελέως ἀδύνατον διά τε τὸν μεταξὺ ῥοῦν καὶ διὰ τὸ τοὺς ἀνέμους ἑκατέρους ἀντιπίπτειν πρὸς ἀμφοτέρας τὰς ἐπιβολάς,ἐπειδήπερ εἰσάγει μὲν εἰς τὸν Πόντον νότος, ἐξάγει δὲ βορέας, καὶ τούτοις ἀνάγκη χρῆσθαι πρὸς ἑκάτερον τὸν δρόμον τοῖς ἀνέμοις.τὰ μὲν οὖν τὴν κατὰ θάλατταν εὐκαιρίαν ποιοῦντα Βυζαντίοις ταῦτʼ ἔστι, τὰ δὲ τὴν κατὰ γῆνἀκαιρίαν τὰ μέλλοντα ῥηθήσεσθαι. τῆς γὰρ Θρᾴκης κύκλῳ περιεχούσης αὐτῶν τὴν χώραν οὕτως ὥστʼ ἐκ θαλάττης εἰς θάλατταν καθήκειν, ἀίδιον ἔχουσι πόλεμον καὶ δυσχερῆ πρὸς τούτους.οὔτε γὰρ παρασκευασάμενοι καὶ κρατήσαντες αὐτῶν εἰσάπαξ ἀποτρίψασθαι τὸν πόλεμον οἷοί τʼ εἰσὶ διὰ τὸ πλῆθος καὶ τῶν ὄχλων καὶ τῶν δυναστῶν·ἐὰν τοῦ γὰρ ἑνὸς περιγένωνται, τρεῖς ἐπιβαίνουσιν ἐπὶ τὴν τούτων χώραν ἄλλοι βαρύτεροι δυνάσται.καὶ μὴν οὐδʼ εἴξαντες καὶ συγκαταβάντες εἰς φόρους καὶ συνθήκας οὐδὲν ποιοῦσι πλέον· ἂν γὰρ ἑνὶ πρόωνταί τι, πενταπλασίους διʼ αὐτὸ τοῦτο πολεμίους εὑρίσκουσι.διόπερ ἀιδίῳ συνέχονται καὶ δυσχερεῖ πολέμῳ· τί γὰρ ἐπισφαλέστερον ἀστυγείτονος καὶ βαρβάρου πολέμου;τί δεινότερον; οὐ μὴν ἀλλὰ τούτοις τὸ παράπαν κακοῖς παλαίοντες κατὰ γῆν, χωρὶς τῶν ἄλλων τῶν παρεπομένων τῷ πολέμῳ κακῶν, ὑπομένουσί τινα καὶ τιμωρίαν Ταντάλειον κατὰ τὸν ποιητήν·ἔχοντες γὰρ χώραν γενναιοτάτην, ὅταν διαπονήσωσι ταύτην καὶ γένηται τὸ τῶν καρπῶν πλῆθος τῷ κάλλει διαφέρον, κἄπειτα παραγενηθέντες οἱ βάρβαροι τοὺς μὲν καταφθείρωσι, τοὺς δὲ συναθροίσαντες ἀποφέρωσι,τότε δὴ χωρὶς τῶν ἔργων καὶ τῆς δαπάνης καὶ τὴν καταφθορὰν θεώμενοι διὰ τὸ κάλλος τῶν καρπῶν σχετλιάζουσι καὶ βαρέως φέρουσι τὸ συμβαῖνον.ἀλλʼ ὅμως τὸν μὲν ἀπὸ τῶν Θρᾳκῶν πόλεμον κατὰ τὴν συνήθειαν ἀναφέροντες ἔμενον ἐπὶ τῶν ἐξ ἀρχῆς δικαίων πρὸς τοὺς Ἕλληνας·προσεπιγενομένων δὲ Γαλατῶν αὐτοῖς τῶν περὶ Κομοντόριονεἰς πᾶν ἦλθον περιστάσεως. οὗτοι δʼ ἐκίνησαν μὲν ἅμα τοῖς περὶ Βρέννον ἐκ τῆς οἰκείας, διαφυγόντες δὲ τὸν περὶ Δελφοὺς κίνδυνον, καὶ παραγενόμενοι πρὸς τὸν Ἑλλήσποντον, εἰς μὲν τὴν Ἀσίαν οὐκ ἐπεραιώθησαν, αὐτοῦ δὲ κατέμειναν διὰ τὸ φιλοχωρῆσαι τοῖς περὶ τὸ Βυζάντιον τόποις.οἳ καὶ κρατήσαντες τῶν Θρᾳκῶν, καὶ κατασκευασάμενοι βασίλειον τὴν Τύλιν, εἰς ὁλοσχερῆ κίνδυνον ἦγον τοὺς Βυζαντίους.κατὰ μὲν οὖν τὰς ἀρχὰς ἐν ταῖς ἐφόδοις αὐτῶν ταῖς κατὰ Κομοντόριον τὸν πρῶτον βασιλεύσαντα δῶρα διετέλουν οἱ Βυζάντιοι διδόντες ἀνὰ τρισχιλίους καὶ πεντακισχιλίους, ποτὲ δὲ καὶ μυρίους χρυσοῦς, ἐφʼ ᾧ μὴ καταφθείρειν τὴν χώραν αὐτῶν.τέλος δʼ ἠναγκάσθησαν ὀγδοήκοντα τάλαντα συγχωρῆσαι φόρον τελεῖν κατʼ ἐνιαυτὸν ἕως εἰς Καύαρον, ἐφʼ οὗ κατελύθη μὲν ἡ βασιλεία, τὸ δὲ γένος αὐτῶν ἐξεφθάρη πᾶν, ὑπὸ Θρᾳκῶν ἐκ μεταβολῆς ἐπικρατηθέν.