τὸν δὲ συνέβαινε βεβασιλευκέναι καθʼ οὓς καιροὺς ἐξέπεσε Λεωνίδης ἐκ τῆς ἀρχῆς, διὰ τὸ κατὰ γένος ὑπάρχειν ἔγγιστα τῆς οἰκίας ταύτης.ἐπίτροπον δὲ τοῦ παιδὸς εἵλοντο Κλεομένη, Κλεομβρότου μὲν υἱόν, Ἀγησιπόλιδος δʼ ἀδελφόν.ἀπὸ δὲ τῆς ἑτέρας οἰκίας, ὄντων ἐκ τῆς Ἱππομέδοντος θυγατρὸς Ἀρχιδάμῳ δυεῖν παίδων, ὃς ἦν υἱὸς Εὐδαμίδου, ζῶντος δὲ καὶ Ἱππομέδοντος ἀκμήν, ὃς ἦν υἱὸς Ἀγησιλάου τοῦ Εὐδαμίδου, καὶ ἑτέρων δὲ πλειόνων ἀπὸ τῆς οἰκίας ὑπαρχόντων, ἀπωτέρω μὲν τῶν προειρημένων, προσηκόντων δὲ κατὰ γένος,τούτους μὲν ἅπαντας ὑπερεῖδον, Λυκοῦργον δὲ βασιλέα κατέστησαν, οὗ τῶν προγόνων οὐδεὶς ἐτετεύχει τῆς προσηγορίας· ὃς δοὺς ἑκάστῳ τῶν ἐφόρων τάλαντον Ἡρακλέους ἀπόγονος καὶ βασιλεὺς ἐγεγόνει τῆς Σπάρτης.οὕτως εὔωνα πανταχῇ τὰ καλὰ γέγονε. τοιγαροῦν οὐ παῖδες παίδων, ἀλλʼ αὐτοὶ πρῶτοι τῆς ἀνοίας ἀπέτισαν τοὺς μισθοὺς οἱ καταστήσαντες.ὁ δὲ Μαχατᾶς, πυθόμενος τὰ γεγονότα περὶ τοὺς Λακεδαιμονίους, ἧκε πάλιν ὑποστρέψας εἰς τὴν Σπάρτην, καὶ παρεκάλει τοὺς ἐφόρους καὶ τοὺς βασιλέας ἐξανεγκεῖν τοῖς Ἀχαιοῖς τὸν πόλεμον·μόνως γὰρ οὕτως ἔφη λῆξαι τὴν τῶν Λακεδαιμονίων φιλονεικίαν τῶν ἐκ παντὸς τρόπου διακοπτόντων τὴν πρὸς Αἰτωλοὺς συμμαχίαν τήν τε τῶν ἐν Αἰτωλίᾳ τὰ παραπλήσια τούτοις πραττόντων.πεισθέντων δὲ τῶν ἐφόρων καὶ τῶν βασιλέων, ὁ μὲν Μαχατᾶς ἐπανῆλθε, συντετελεσμένος τὴν πρόθεσιν διὰ τὴν ἄγνοιαν τῶν συμπραττόντων,ὁ δὲ Λυκοῦργος ἀναλαβὼν τοὺς στρατιώτας καί τινας τῶν πολιτικῶν ἐνέβαλεν εἰς τὴν Ἀργείαν, ἀφυλάκτως διακειμένων εἰς τέλος τῶν Ἀργείων διὰ τὴν προϋπάρχουσαν κατάστασιν.καὶ Πολίχναν μὲν καὶ Πρασίας καὶ Λεύκας καὶ Κύφαντα προσπεσὼν ἄφνω κατέσχε· Γλυμπέσι δὲ καὶ Ζάρακι προσπεσὼν ἀπέπεσε.τούτου δὲ ταῦτα πράξαντος, ἐπεκήρυξαν τὸ λάφυρον οἱ Λακεδαιμόνιοι κατὰ τῶν Ἀχαιῶν. ἔπεισαν δὲ καὶ τοὺς Ἠλείους οἱ περὶ τὸν Μαχατᾶν, παραπλήσια λέγοντες ἅπερ καὶ πρὸς τοὺς Λακεδαιμονίους, ἐξενεγκεῖν τοῖς Ἀχαιοῖς τὸν πόλεμον.παραδόξως δὲ καὶ κατὰ νοῦν τοῖς Αἰτωλοῖς τῶν πραγμάτων προκεχωρηκότων, οὗτοι μὲν εὐθαρσῶς ἐνέβαινον εἰς τὸν πόλεμον, οἱ δʼ Ἀχαιοὶ τἀναντία· Φίλιππος μὲν γάρ,ἐφʼ ᾧ τὰς ἐλπίδας εἶχον, ἀκμὴν ἐγίνετο περὶ παρασκευήν, Ἠπειρῶται δʼ ἔμελλον πολεμεῖν,Μεσσήνιοι δʼ ἡσυχίαν εἶχον, Αἰτωλοὶ δέ, προσειληφότες τὴν Ἠλείων καὶ Λακεδαιμονίων ἄγνοιαν, πανταχόθεν περιεῖχον αὐτοὺς τῷ πολέμῳ.Ἀράτῳ μὲν οὖν συνέβαινε κατὰ τὸν καιρὸν τοῦτον ἤδη λήγειν τὴν ἀρχήν, Ἄρατον δὲ τὸν υἱὸν αὐτοῦ καθεσταμένον ὑπὸ τῶν Ἀχαιῶν παραλαμβάνειν τὴν στρατηγίαν.Αἰτωλῶν δʼ ἐστρατήγει Σκόπας· ὁ δὲ χρόνος αὐτῷ τῆς ἀρχῆς μάλιστα τότε πως διῄρητο· τὰς γὰρ ἀρχαιρεσίας Αἰτωλοὶ μὲν ἐποίουν μετὰ τὴν φθινοπωρινὴν ἰσημερίαν εὐθέως, Ἀχαιοὶ δὲ τότε περὶ τὴν τῆς Πλειάδος ἐπιτολήν.ἤδη δὲ τῆς θερείας ἐνισταμένης, καὶ μετειληφότος Ἀράτου τοῦ νεωτέρου τὴν στρατηγίαν, ἅμα πάντα τὰ πράγματα τὰς ἐπιβολὰς ἐλάμβανε καὶ τὰς ἀρχάς.Ἀννίβας μὲν γὰρ ἐνεχείρει κατὰ τοὺς καιροὺς τούτους Ζάκανθαν πολιορκεῖν, Ῥωμαῖοι δὲ Λεύκιον Αἰμίλιον εἰς τὴν Ἰλλυρίδα μετὰ δυνάμεως ἐξαπέστελλον ἐπὶ Δημήτριον τὸν Φάριον· ὑπὲρ ὧν ἐν τῇ προτέρᾳ βύβλῳ δεδηλώκαμεν.Ἀντίοχος δέ, Πτολεμαΐδα καὶ Τύρον παραδόντος αὐτῷ Θεοδότου, τοῖς κατὰ Κοίλην Συρίαν ἐγχειρεῖν ἐπεβάλλετο· Πτολεμαῖος δὲ περὶ παρασκευὴν ἐγίνετο τοῦ πρὸς Ἀντίοχον πολέμου.Λυκοῦργος δʼ ἀπὸ τῶν ὁμοίων βουλόμενος ἄρχεσθαι Κλεομένει, τὸ τῶν Μεγαλοπολιτῶν Ἀθήναιον ἐπολιόρκει προσεστρατοπεδευκώς. Ἀχαιοὶ δὲ μισθοφόρους ἱππεῖς καὶ πεζοὺς ἥθροιζον εἰς τὸν περιεστῶτα πόλεμον·Φίλιππος δʼ ἐκ Μακεδονίας ἐκίνει μετὰ τῆς δυνάμεως, ἔχων Μακεδόνων φαλαγγίτας μὲν μυρίους, πελταστὰς δὲ πεντακισχιλίους, ἅμα δὲ τούτοις ἱππεῖς ὀκτακοσίους.ταῦτα μὲν οὖν ἅπαντʼ ἦν ἐν τοιαύταις ἐπιβολαῖς καὶ παρασκευαῖς. κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς ἐξήνεγκαν Ῥόδιοι Βυζαντίοις πόλεμον διά τιναςτοιαύτας αἰτίας. Βυζάντιοι κατὰ μὲν θάλατταν εὐκαιρότατον οἰκοῦσι τόπον καὶ πρὸς ἀσφάλειαν καὶ πρὸς εὐδαιμονίαν πάντη τῶν ἐν τῇ καθʼ ἡμᾶς οἰκουμένῃ, κατὰ δὲ γῆν πρὸς ἀμφότερα πάντων ἀφυέστατον.κατὰ μὲν γὰρ θάλατταν οὕτως ἐπίκεινται τῷ στόματι τοῦ Πόντου κυρίως ὥστε μήτʼ εἰσπλεῦσαι μήτʼ ἐκπλεῦσαι μηδένα δυνατὸν εἶναι τῶν ἐμπόρων χωρὶς τῆς ἐκείνων βουλήσεως.ἔχοντος δὲ τοῦ Πόντου πολλὰ τῶν πρὸς τὸν βίον εὐχρήστων τοῖς ἄλλοις ἀνθρώποις, πάντων εἰσὶ τούτων κύριοι Βυζάντιοι.πρὸς μὲν γὰρ τὰς ἀναγκαίας τοῦ βίου χρείας τά τε θρέμματα καὶ τὸ τῶν εἰς τὰς δουλείας ἀγομένων σωμάτων πλῆθος οἱ κατὰ τὸν Πόντον ἡμῖν τόποι παρασκευάζουσι δαψιλέστατον καὶ χρησιμώτατον ὁμολογουμένως· πρὸς δὲ περιουσίαν μέλι, κηρόν, τάριχος ἀφθόνως ἡμῖν χορηγοῦσι.δέχονται γε μὴν τῶν ἐν τοῖς παρʼ ἡμῖν τόποις περιττευόντων ἔλαιον καὶ πᾶν οἴνου γένος· σίτῳ δʼ ἀμείβονται, ποτὲ μὲν εὐκαίρως διδόντες, ποτὲ δὲ λαμβάνοντες.πάντων δὴ τούτων ἢ κωλύεσθαι δέον ἦν ὁλοσχερῶς τοὺς Ἕλληνας ἢ τελέως ἀλυσιτελῆ γίνεσθαι σφίσι τὴν ἀλλαγὴν αὐτῶν, Βυζαντίων ἤτοι βουλομένων ἐθελοκακεῖν καὶ συνδυάζειν ποτὲ μὲν Γαλάταις, τοτὲ δὲ πλείονα Θρᾳξὶν ἢ τὸ παράπαν μὴ κατοικούντων τοὺς τόπους·