ἀνοίᾳ μετὰ κακίας χρησάμενοι προφανῶς διὰ τὸ δοκεῖν, ἐάν τις αὐτὸς ἐπιμύῃ, μηδὲ τοὺς πέλας ὁρᾶν.ἀμφοτέροις τοίνυν ὁ ζῆλος οὗτος τῆς πολιτείας αἴτιος κατέστη τῶν μεγίστων συμπτωμάτων· ὃν οὐδαμῶς οὐδαμῇ ζηλωτέον οὔτε κατʼ ἰδίαν οὔτε κοινῇ τοὺς ὀρθῶς βουλευομένους.ὁ δὲ βασιλεὺς Φίλιππος χρηματίσας τοῖς Ἀχαιοῖς ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐπὶ Μακεδονίας, σπεύδων ἐπὶ τὴν παρασκευὴν τῶν πρὸς τὴν πόλεμον, οὐ μόνον τοῖς συμμάχοις,ἀλλὰ πᾶσι τοῖς Ἕλλησι διὰ τοῦ προειρημένου ψηφίσματος καλὰς ἐλπίδας ὑποδεικνύων πρᾳότητος καὶ μεγαλοψυχίας βασιλικῆς.ταῦτα δʼ ἐπράττετο κατὰ τοὺς αὐτοὺς καιροὺς καθʼ οὓς Ἀννίβας, γεγονὼς ἤδη κύριος τῶν ἐντὸς Ἴβηρος ποταμοῦ πάντων, ἐποιεῖτο τὴν ὁρμὴν ἐπὶ τὴν Ζακανθαίων πόλιν.εἰ μὲν οὖν τὰς πρώτας ἐπιβολὰς τὰς Ἀννίβου ταῖς Ἑλληνικαῖς πράξεσιν ἀπʼ ἀρχῆς εὐθέως ἐπιπεπλέχθαι συνέβαινε, δῆλον ὡς ἐν τῇ προτέρᾳ βύβλῳ περὶ τούτων ἂν ἡμᾶς ἐναλλὰξ ἔδει καὶ κατὰ παράθεσιν τοῖς Ἰβηρικοῖς πεποιῆσθαι τὴν ἐξήγησιν, ἀκολουθοῦντας τοῖς καιροῖς·ἐπεὶ δὲ τά τε κατὰ τὴν Ἰταλίαν καὶ κατὰ τὴν Ἑλλάδα καὶ κατὰ τὴν Ἀσίαν τὰς μὲν ἀρχὰς τῶν πολέμων τούτων ἰδίας εἰλήφει, τὰς δὲ συντελείας κοινάς, καὶ τὴν ἐξήγησιν περὶ αὐτῶν ἐκρίναμεν ποιήσασθαι κατʼ ἰδίαν, ἕως ἂν ἐπὶ τὸν καιρὸν ἔλθωμεν τοῦτον ἐν ᾧ συνεπλάκησαν αἱ προειρημέναι πράξεις ἀλλήλαις καὶ πρὸς ἓν τέλος ἤρξαντο τὴν ἀναφορὰν ἔχειν —οὕτως γὰρ ἥ τε περὶ τὰς ἀρχὰς ἑκάστων ἔσται διήγησις σαφὴς ἥ τε συμπλοκὴ καταφανής, περὶ ἧς ἐν ἀρχαῖς ἐνεδειξάμεθα, παραδείξαντες πότε καὶ πῶς καὶ διʼ ἃς αἰτίας γέγονε — λοιπὸν ἤδη κοινὴν ποιήσασθαι περὶ πάντων τὴν ἱστορίαν.ἐγένετο δʼ ἡ συμπλοκὴ τῶν πράξεων περὶ τὴν τοῦ πολέμου συντέλειαν κατὰ τὸ τρίτον ἔτος τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος. διὸ καὶ τὰ μετὰ ταῦτα κοινῇ τοῖς καιροῖς ἀκολουθοῦντες ἐξηγησόμεθα, τὰ δὲ πρὸ τοῦ κατʼ ἰδίαν,ὡς εἶπα, προσαναμιμνήσκοντες μόνον τῶν κατὰ τοὺς αὐτοὺς καιροὺς ἐν τῇ προτέρᾳ βύβλῳ δεδηλωμένων, ἵνα μὴ μόνον εὐπαρακολούθητος, ἀλλὰ καὶ καταπληκτικὴ γίνηται τοῖς προσέχουσιν ἡ διήγησις.Φίλιππος δὲ παραχειμάζων ἐν Μακεδονίᾳ κατέγραφε τὰς δυνάμεις πρὸς τὴν μέλλουσαν χρείαν ἐπιμελῶς, ἅμα δὲ τούτοις ἠσφαλίζετο τὰ πρὸς τοὺς ὑπερκειμένους τῆς Μακεδονίας βαρβάρους.μετὰ δὲ ταῦτα συνελθὼν πρὸς Σκερδιλαΐδαν καὶ τολμηρῶς δοὺς αὑτὸν εἰς τὰς χεῖρας, διελέγετο περὶ φιλίας καὶ συμμαχίας,καὶ τὰ μὲν ὑπισχνούμενος αὐτῷ συγκατασκευάσειν τῶν κατὰ τὴν Ἰλλυρίδα πραγμάτων, τὰ δὲ κατηγορῶν τῶν Αἰτωλῶν, ὄντων εὐκατηγορήτων, ῥᾳδίως ἔπεισε συγχωρεῖν τοῖς παρακαλουμένοις.μήποτε γὰρ οὐδὲν διαφέρει τὰ κατʼ ἰδίαν ἀδικήματα τῶν κοινῶν, ἀλλὰ πλήθει μόνον καὶ μεγέθει τῶν συμβαινόντων. καὶ γὰρ κατʼ ἰδίαν τὸ τῶν ῥᾳδιουργῶν καὶ κλεπτῶν φῦλον τούτῳ μάλιστα τῷ τρόπῳ σφάλλεται, τῷ μὴ ποιεῖν ἀλλήλοις τὰ δίκαια καὶ συλλήβδην διὰ τὰς εἰς αὑτοὺς ἀθεσίας. ὃ καὶ τότε συνέβη γενέσθαι περὶ τοὺς Αἰτωλούς.συνθέμενοι γὰρ τῷ Σκερδιλαΐδᾳ δώσειν μέρος τι τῆς λείας, ἐὰν συνεισβάλῃ μετʼ αὐτῶν εἰς τὴν Ἀχαΐαν, πεισθέντος καὶ ποιήσαντος τοῦτο,διαρπάσαντες τὴν τῶν Κυναιθέων πόλιν, καὶ πολλὰ περιελασάμενοι σώματα καὶ θρέμματα, τὸν Σκερδιλαΐδαν οὐδενὸς μερίτην ἐποίησαν τῶν ἁλόντων.διόπερ ὑποκαθημένης ἐκ τούτων αὐτῷ τῆς ὀργῆς, βραχέα προσαναμνήσαντος τοῦ Φιλίππου, ταχέως ὑπήκουσε καὶ συνέθετο μεθέξειν τῆς κοινῆς συμμαχίας, ἐφʼ ᾧ λαμβάνειν μὲν εἴκοσι τάλαντα κατʼ ἐνιαυτόν, πλεῖν δὲ λέμβοις τριάκοντα καὶ πολεμεῖν τοῖς Αἰτωλοῖς κατὰ θάλατταν.ὁ μὲν οὖν Φίλιππος περὶ ταῦτα διέτριβεν. οἱ δʼ ἐξαποσταλέντες πρέσβεις πρὸς τοὺς συμμάχους, ἀφικόμενοι πρῶτον εἰς Ἀκαρνανίαν ἐνετύγχανον τούτοις.οἱ δʼ Ἀκαρνᾶνες τό τε δόγμα γνησίως συνεπεκύρωσαν καὶ τὸν ἀπὸ χώρας πόλεμον ἐξήνεγκαν τοῖς Αἰτωλοῖς· καίπερ τούτοις, εἰ καί τισιν ἑτέροις, δίκαιον ἦν συγγνώμην ἔχειν, ὑπερτιθεμένοις καὶ καταμέλλουσι καὶ καθόλου δεδιόσι τὸν ἀπὸ τῶν ἀστυγειτόνων πόλεμον,καὶ διὰ τὸ παρακεῖσθαι μὲν συντερμονοῦντας τῇ τῶν Αἰτωλῶν χώρᾳ, πολὺ δὲ μᾶλλον διὰ τὸ κατʼ ἰδίαν εὐχειρώτους ὑπάρχειν, τὸ δὲ μέγιστον διὰ τὸ μικροῖς ἔμπροσθεν χρόνοις πεῖραν εἰληφέναι τῶν δεινοτάτων διὰ τὴν πρὸς Αἰτωλοὺς ἀπέχθειαν.ἀλλά μοι δοκοῦσιν οἱ γνήσιοι τῶν ἀνδρῶν καὶ κοινῇ καὶ κατʼ ἰδίαν οὐδέποτε περὶ πλείονος οὐθὲν ποιεῖσθαι τοῦ καθήκοντος· ὅπερ Ἀκαρνᾶνες ἐν τοῖς πλείστοις καιροῖς οὐδενὸς τῶν Ἑλλήνων ἧττον εὑρίσκονται διατετηρηκότες, καίπερ ἀπὸ μικρᾶς ὁρμώμενοι δυνάμεως.οἷς οὐκ ὀκνητέον κατὰ τὰς περιστάσεις κοινωνεῖν πραγμάτων, σπευστέον δὲ μᾶλλον, εἰ καί τισιν ἑτέροις τῶν Ἑλλήνων· καὶ γὰρ ἰδίᾳ καὶ κοινῇ στάσιμον ἔχουσί τι καὶ φιλελεύθερον.Ἠπειρῶται δʼ ἐκ παραθέσεως διακούσαντες τῶν πρέσβεων τὸ μὲν δόγμα παραπλησίως ἐπεκύρωσαν, τὸν δὲ πόλεμον ἐκφέρειν ἐψηφίσαντο τοῖς Αἰτωλοῖς, ἐπειδὰν καὶ Φίλιππος ὁ βασιλεὺς ἐξενέγκῃ.τοῖς δὲ παρὰ τῶν Αἰτωλῶν πρεσβευταῖς ἀπεκρίθησαν ὅτι δέδοκται τοῖς Ἠπειρώταις διατηρεῖν πρὸς αὐτοὺς τὴν εἰρήνην, ἀγεννῶς καὶ ποικίλως χρώμενοι τοῖς πράγμασιν.