ἐπικυρωθείσης δὲ ταύτης τῆς γνώμης, ὅτι δεῖ παριδεῖν τὸ γεγονός, εὐθέως ὁ βασιλεὺς Πετραῖον τῶν αὑτοῦ φίλων ἅμα τοῖς περὶ τὸν Ὠμίαν ἐξαπέστελλε παρακαλέσοντα τοὺς πολλοὺς ἀντέχεσθαι τῆς πρὸς αὑτὸν καὶ Μακεδόνας εὐνοίας, ἅμα δὲ δώσοντα καὶ ληψόμενον τοὺς ὅρκους περὶ συμμαχίαν.αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας προῆγε πάλιν ὡς ἐπὶ Κορίνθου, καλὸν δεῖγμα τῆς ἑαυτοῦ προαιρέσεως τοῖς συμμάχοις ἐκτιθέμενος ἐν τῇ πρὸς τοὺς Λακεδαιμονίους ἀποφάσει.καταλαβὼν δὲ τοὺς ἀπὸ τῶν συμμαχίδων παραγεγονότας εἰς τὴν Κόρινθον, συνήδρευε καὶ διελάμβανε μετὰ τούτων τί δεῖ ποιεῖν καὶ πῶς χρήσασθαι τοῖς Αἰτωλοῖς.ἐγκαλούντων δὲ Βοιωτῶν μὲν ὅτι συλήσαιεν τὸ τῆς Ἀθηνᾶς τῆς Ἰτωνίας ἱερὸν εἰρήνης ὑπαρχούσης, Φωκέων δὲ διότι στρατεύσαντες ἐπʼ Ἄμβρυσον καὶ Δαύλιον ἐπιβάλοιντο καταλαβέσθαι τὰς πόλεις,Ἠπειρωτῶν δὲ καθότι πορθήσαιεν αὐτῶν τὴν χώραν, Ἀκαρνάνων δὲ παραδεικνυόντων τίνα τρόπον συστησάμενοι πρᾶξιν ἐπὶ Θύριον νυκτὸς ἔτι καὶ προσβαλεῖν τολμήσαιεν τῇ πόλει,πρὸς δὲ τούτοις Ἀχαιῶν ἀπολογιζομένων ὡς καταλάβοιντο μὲν τῆς Μεγαλοπολίτιδος Κλάριον, πορθήσαιεν δὲ διεξιόντες τὴν Πατρέων καὶ Φαραιέων χώραν, διαρπάσαιεν δὲ Κύναιθαν, συλήσαιεν δὲ τὸ τῆς ἐν Λούσοις Ἀρτέμιδος ἱερόν, πολιορκήσαιεν δὲ Κλειτορίους, ἐπιβουλεύσαιεν δὲ κατὰ μὲν θάλατταν Πύλῳ, κατὰ δὲ γῆν ἄρτι συνοικιζομένῃ τῇ Μεγαλοπολιτῶν πόλει σπεύδοντες μετὰ τῶν Ἰλλυριῶν ἀνάστατον αὐτὴν ποιῆσαι,διακούσαντες τούτων οἱ τῶν συμμάχων σύνεδροι πάντες ὁμοθυμαδὸν ἐκφέρειν ἐβουλεύσαντο τοῖς Αἰτωλοῖς τὸν πόλεμον.προθέμενοι δὲ τὰς προειρημένας αἰτίας ἐν τῷ δόγματι παρακατεβάλοντο ψήφισμα, προσδιασαφοῦντες ὅτι συνανασώσουσι τοῖς συμμάχοις, εἴ τινα κατέχουσιν αὐτῶν Αἰτωλοὶ χώραν ἢ πόλιν ἀφʼ οὗ Δημήτριος ὁ Φιλίππου κατὰ φύσιν πατὴρ μετήλλαξε·παραπλησίως δὲ καὶ τοὺς ὑπὸ τῶν καιρῶν ἠναγκασμένους ἀκουσίως μετέχειν τῆς Αἰτωλῶν συμπολιτείας, ὅτι πάντας τούτους ἀποκαταστήσουσιν εἰς τὰ πάτρια πολιτεύματα, χώραν ἔχοντας καὶ πόλεις τὰς αὑτῶν, ἀφρουρήτους, ἀφορολογήτους, ἐλευθέρους ὄντας, πολιτείαις καὶ νόμοις χρωμένους τοῖς πατρίοις.συνανακομιεῖσθαι δὲ καὶ τοῖς Ἀμφικτύοσιν ἔγραψαν τοὺς νόμους καὶ τὴν περὶ τὸ ἱερὸν ἐξουσίαν, ἣν Αἰτωλοὶ παρῄρηνται νῦν, βουλόμενοι τῶν κατὰ τὸ ἱερὸν ἐπικρατεῖν αὐτοί.τούτου δὲ τοῦ δόγματος κυρωθέντος κατὰ τὸ πρῶτον ἔτος τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος ὁ μὲν συμμαχικὸς προσαγορευόμενος πόλεμος ἀρχὴν εἰλήφει δικαίαν καὶ πρέπουσαν τοῖς γεγονόσιν ἀδικήμασιν.οἱ δὲ σύνεδροι παραχρῆμα πρεσβευτὰς ἐξαπέστελλον πρὸς τοὺς συμμάχους, ἵνα παρʼ ἑκάστοις διὰ τῶν πολλῶν ἐπικυρωθέντος τοῦ δόγματος ἐκφέρωσι πάντες τοῖς Αἰτωλοῖς τὸν ἀπὸ τῆς χώρας πόλεμον.ἔπεμψε δὲ καὶ τοῖς Αἰτωλοῖς ἐπιστολὴν ὁ Φίλιππος, διασαφῶν ἵνʼ εἴ τι λέγειν ἔχουσι δίκαιον ὑπὲρ τῶν ἐγκαλουμένων, ἔτι καὶ νῦν συνελθόντες διὰ λόγου ποιῶνται τὴν διεξαγωγήν· εἰ δʼ ὑπειλήφασι,διότι χωρὶς κοινοῦ δόγματος λεηλατοῦσι καὶ πορθοῦσι πάντας, οὐκ ἀμύνεσθαι τοὺς ἀδικουμένους, ἐὰν δʼ ἀμύνωνται, νομισθήσεσθαι τούτους κατάρχειν τοῦ πολέμου, πάντων αὐτοὺς εὐηθεστάτους εἶναι.κομισάμενοι δʼ οἱ τῶν Αἰτωλῶν ἄρχοντες τὴν ἐπιστολὴν ταύτην, τὸ μὲν πρῶτον ἐλπίσαντες οὐχ ἥξειν τὸν Φίλιππον, συνέθεντο ῥητὴν ἡμέραν ἐν ᾗ πρὸς τὸ Ῥίον ἀπαντήσουσι.γνόντες δὲ παραγινόμενον, ἀπέστειλαν γραμματοφόρον διασαφοῦντες ὡς οὐ δύνανται πρὸ τῆς τῶν Αἰτωλῶν συνόδου διʼ αὑτῶν οὐδὲν ὑπὲρ τῶν ὅλων οἰκονομεῖν.οἱ δʼ Ἀχαιοὶ συνελθόντες εἰς τὴν καθήκουσαν σύνοδον τό τε δόγμα πάντες ἐπεκύρωσαν καὶ τὸ λάφυρον ἐπεκήρυξαν κατὰ τῶν Αἰτωλῶν.προσελθόντος δὲ καὶ τοῦ βασιλέως πρὸς τὴν βουλὴν ἐν Αἰγίῳ καὶ διαλεχθέντος διὰ πλειόνων, τὰ ῥηθέντα μετʼ εὐνοίας ἀπεδέξαντο καὶ τὰ προϋπάρχοντα φιλάνθρωπα τοῖς προγόνοις ἀνενεώσαντο πρὸς αὐτὸν τὸν Φίλιππον.κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Αἰτωλοί, συνάψαντος τοῦ τῶν ἀρχαιρεσίων χρόνου, στρατηγὸν αὑτῶν εἵλοντο Σκόπαν, ὃς ἐγεγόνει πάντων τῶν προειρημένων ἀδικημάτων αἴτιος.ὑπὲρ ὧν οὐκ οἶδα πῶς χρὴ λέγειν. τὸ γὰρ κοινῷ μὲν δόγματι μὴ πολεμεῖν, πανδημεὶ δὲ στρατεύοντας ἄγειν καὶ φέρειν τὰ τῶν πέλας, καὶ κολάζειν μὲν μηδένα τῶν αἰτίων, στρατηγοὺς δʼ αἱρεῖσθαι καὶ τιμᾶν τοὺς προεστῶτας τῶν τοιούτων ἔργων, ἐμοὶ μὲν δοκεῖ τῆς πάσης γέμειν κακοπραγμοσύνης·τί γὰρ ἂν ἄλλο τις τὰς τοιαύτας κακίας ὀνομάσειε; δῆλον δʼ ἔσται τὸ λεγόμενον ἐκ τούτων.Λακεδαιμόνιοι τὴν Καδμείαν Φοιβίδου παρασπονδήσαντος τὸν μὲν αἴτιον ἐζημίωσαν, τὴν δὲ φρουρὰν οὐκ ἐξήγαγον, ὥσπερ λυομένης τῆς ἀδικίας διὰ τῆς τοῦ πράξαντος βλάβης, παρὸν τἀναντία ποιεῖν· τοῦτο γὰρ διέφερε τοῖς Θηβαίοις.πάλιν ἐκήρυττον ἀφιέντες τὰς πόλεις ἐλευθέρας καὶ αὐτονόμους κατὰ τὴν ἐπʼ Ἀνταλκίδου γενομένην εἰρήνην, τοὺς δʼ ἁρμοστὰς οὐκ ἐξῆγον ἐκ τῶν πόλεων.Μαντινεῖς φίλους ὄντας καὶ συμμάχους ἀναστάτους ποιήσαντες οὐκ ἔφασαν ἀδικεῖν, ἐκ μιᾶς πόλεως εἰς πλείους αὐτοὺς διοικίσαντες,