οἱ μὲν οὖν Αἰτωλοὶ διεσκευασμένοι καὶ τὰς κλίμακας ἑτοίμας ἔχοντες ἐπετήρουν τὸν καιρόν·οἱ δὲ πολεμαρχοῦντες τῶν φυγάδων κατασφάξαντες τοὺς συνάρχοντας ἐπὶ τοῦ πυλῶνος ἀνέῳξαν τὴν πύλην.οὗ συμβάντος τινὲς μὲν τῶν Αἰτωλῶν διὰ ταύτης εἰσέπιπτον, τινὲς δὲ τὰς κλίμακας προσερείσαντες ἐβιάσαντο διὰ τούτων καὶ κατελάμβανον τὸ τεῖχος. οἱ δʼ ἐν τῇ πόλει πάντες,ἐκπλαγεῖς ὄντες ἐπὶ τοῖς συντελουμένοις, ἀπόρως καὶ δυσχρήστως εἶχον πρὸς τὸ συμβαῖνον· οὔτε γὰρ πρὸς τοὺς διὰ τῆς πύλης εἰσπίπτοντας οἷοί τʼ ἦσαν βοηθεῖν ἀπερισπάστως διὰ τοὺς πρὸς τὰ τείχη προσβάλλοντας, οὐδὲ μὴν τοῖς τείχεσιν ἐπαμύνειν διὰ τοὺς τῇ πύλῃ βιαζομένους.οἱ δʼ Αἰτωλοὶ διὰ ταύτας τὰς αἰτίας ταχέως ἐγκρατεῖς γενόμενοι τῆς πόλεως, τῶν ἀδίκων ἔργων ἓν τοῦτʼ ἔπραξαν δικαιότατον· πρώτους γὰρ τοὺς εἰσαγαγόντας καὶ προδόντας αὐτοῖς τὴν πόλιν κατασφάξαντες διήρπασαν τοὺς τούτων βίους.ὁμοίως δὲ καὶ τοῖς ἄλλοις ἐχρήσαντο πᾶσι· τὸ δὲ τελευταῖον ἐπισκηνώσαντες ἐπὶ τὰς οἰκίας ἐξετοιχωρύχησαν μὲν τοὺς βίους, ἐστρέβλωσαν δὲ πολλοὺς τῶν Κυναιθέων, οἷς ἠπίστησαν ἔχειν κεκρυμμένα διάφορον ἢ κατασκευάσματʼ ἤπερ ἄλλο τι τῶν πλείονος ἀξίων.τοῦτον δὲ τὸν τρόπον λωβησάμενοι τοὺς Κυναιθεῖς ἀνεστρατοπέδευσαν, ἀπολιπόντες φυλακὴν τῶν τειχῶν, καὶ προῆγον ὡς ἐπὶ Λούσων·καὶ παραγενόμενοι πρὸς τὸ τῆς Ἀρτέμιδος ἱερόν, ὃ κεῖται μὲν μεταξὺ Κλείτορος καὶ Κυναίθης, ἄσυλον δὲ νενόμισται παρὰ τοῖς Ἕλλησιν, ἀνετείνοντο διαρπάσειν τὰ θρέμματα τῆς θεοῦ καὶ τἄλλα τὰ περὶ τὸν ναόν.οἱ δὲ Λουσιᾶται νουνεχῶς δόντες τινὰ τῶν κατασκευασμάτων τῆς θεοῦ, παρῃτήσαντο τὴν τῶν Αἰτωλῶν ἀσέβειαν τοῦ μηδὲν παθεῖν ἀνήκεστον.οἱ δὲ δεξάμενοι παραχρῆμʼ ἀναζεύξαντες προσεστρατοπέδευσαν τῇ τῶν Κλειτορίων πόλει.κατὰ δὲ τοὺς καιροὺς τούτους ὁ τῶν Ἀχαιῶν στρατηγὸς Ἄρατος ἐξαπέστειλε μὲν πρὸς Φίλιππον παρακαλῶν βοηθεῖν, συνῆγε δὲ τοὺς ἐπιλέκτους, μετεπέμπετο δὲ παρὰ Λακεδαιμονίων καὶ Μεσσηνίων τοὺς διατεταγμένους κατὰ τὰς ὁμολογίας.οἱ δʼ Αἰτωλοὶ τὸ μὲν πρῶτον παρεκάλουν τοὺς Κλειτορίους ἀποστάντας τῶν Ἀχαιῶν αἱρεῖσθαι τὴν πρὸς αὑτοὺς συμμαχίαν.τῶν δὲ Κλειτορίων ἁπλῶς οὐ προσιεμένων τοὺς λόγους, προσβολὰς ἐποιοῦντο, καὶ προσερείδοντες τὰς κλίμακας τοῖς τείχεσι κατεπείραζον τῆς πόλεως.ἀμυνομένων δὲ γενναίως καὶ τολμηρῶς τῶν ἔνδον, εἴξαντες τοῖς πράγμασιν ἀνεστρατοπέδευσαν, καὶ προαγαγόντες αὖθις ὡς ἐπὶ τὴν Κύναιθαν, ὅμως τὰ θρέμματα τῆς θεοῦ περισύραντες ἀπήγαγον.καὶ τὸ μὲν πρῶτον παρεδίδοσαν τοῖς Ἠλείοις τὴν Κύναιθαν· οὐ βουλομένων δὲ προσδέξασθαι τῶν Ἠλείων, ἐπεβάλοντο μὲν διʼ αὑτῶν κατέχειν τὴν πόλιν, στρατηγὸν ἐπιστήσαντες Εὐριπίδαν,μετὰ δὲ ταῦτα πάλιν δείσαντες ἐκ τῶν προσαγγελλομένων τὴν ἐκ Μακεδονίας βοήθειαν, ἐμπρήσαντες τὴν πόλιν ἀπηλλάγησαν, καὶ προῆγον αὖτις ὡς ἐπὶ τὸ Ῥίον, ταύτῃ κρίνοντες ποιεῖσθαι τὴν διάβασιν.ὁ δὲ Ταυρίων, πυνθανόμενος τὴν τῶν Αἰτωλῶν εἰσβολὴν καὶ τὰ περὶ τὴν Κύναιθαν πεπραγμένα, θεωρῶν δὲ τὸν Δημήτριον τὸν Φάριον ἀπὸ τῶν νήσων εἰς τὰς Κεγχρεὰς καταπεπλευκότα, παρεκάλει τοῦτον βοηθῆσαι τοῖς Ἀχαιοῖς καὶ διισθμίσαντα τοὺς λέμβους ἐπιτίθεσθαι τῇ τῶν Αἰτωλῶν διαβάσει.ὁ δὲ Δημήτριος λυσιτελῆ μέν, οὐκ εὐσχήμονα δὲ πεποιημένος τὴν ἀπὸ τῶν νήσων ἐπάνοδον, διὰ τὸν τῶν Ῥοδίων ἐπʼ αὐτὸν ἀνάπλουν, ἄσμενος ὑπήκουσε τῷ Ταυρίωνι, προσδεξαμένου ʼκείνου τὴν εἰς τὴν ὑπέρβασιν τῶν λέμβων δαπάνην.οὗτος μὲν οὖν ὑπερισθμίσας, καὶ δυσὶ καθυστερήσας ἡμέραις τῆς τῶν Αἰτωλῶν διαβάσεως, προκατασύρας τινὰς τόπους τῆς παραλίας τῆς τῶν Αἰτωλῶν κατήχθη πάλιν εἰς τὴν Κόρινθον.Λακεδαιμόνιοι δὲ τὸ μὲν πέμπειν τὰς βοηθείας κατὰ τὴν διάταξιν ἐνεκάκησαν, βραχεῖς δέ τινας παντελῶς ἱππεῖς καὶ πεζούς, στοχαζόμενοι τοῦ δοκεῖν μόνον, ἐξέπεμψαν.Ἄρατος δὲ τοὺς Ἀχαιοὺς ἔχων πολιτικώτερον ἢ στρατηγικώτερον ὑπὲρ τῶν παρόντων ἐβουλεύσατο·μέχρι γὰρ τούτου τὴν ἡσυχίαν ἦγε, προσανέχων καὶ μεμνημένος τῆς προγεγενημένης συμφορᾶς, ἕως οὗ πάντα διαπραξάμενοι κατὰ τὰς αὑτῶν προαιρέσεις οἱ περὶ τὸν Σκόπαν καὶ Δωρίμαχον ἐπανῆλθον εἰς τὴν οἰκείαν, καίπερ διὰ τόπων ποιούμενοι τὰς πορείας εὐεπιθέτων καὶ στενῶν καὶ μόνον σαλπιγκτοῦ δεομένων.Κυναιθεῖς δὲ μεγάλοις ἀτυχήμασιν ὑπʼ Αἰτωλῶν καὶ μεγάλαις συμφοραῖς περιπεσόντες ὅμως πάντων ἀνθρώπων ἔδοξαν ἠτυχηκέναι δικαιότατα.ἐπειδὴ δὲ κοινῇ τὸ τῶν Ἀρκάδων ἔθνος ἔχει τινὰ παρὰ πᾶσι τοῖς Ἕλλησιν ἐπʼ ἀρετῇ φήμην, οὐ μόνον διὰ τὴν ἐν τοῖς ἤθεσι καὶ βίοις φιλοξενίαν καὶ φιλανθρωπίαν, μάλιστα δὲ διὰ τὴν εἰς τὸ θεῖον εὐσέβειαν,ἄξιον βραχὺ διαπορῆσαι περὶ τῆς Κυναιθέων ἀγριότητος, πῶς ὄντες ὁμολογουμένως Ἀρκάδες τοσοῦτο κατʼ ἐκείνους τοὺς καιροὺς διήνεγκαν τῶν ἄλλων Ἑλλήνων ὠμότητι καὶ παρανομίᾳ.δοκοῦσι δέ μοι, διότι τὰ καλῶς ὑπὸ τῶν ἀρχαίων ἐπινενοημένα καὶ φυσικῶς συντεθεωρημένα περὶ πάντας τοὺς κατοικοῦντας τὴν Ἀρκαδίαν, ταῦτα δὴ πρῶτοι καὶ μόνοι τῶν Ἀρκάδων ἐγκατέλιπον. μουσικὴν γάρ,