ὡς προείπομεν, ἐπὶ τὰς πόλεις· ὅ τε γὰρ Ὀρχομενὸς αἵ τε Καφύαι σύνεγγυς οὖσαι πολλοὺς ὤνησαν. μὴ γὰρ τούτου συμβάντος ἅπαντες ἂν ἐκινδύνευσαν διαφθαρῆναι παραλόγως.ὁ μὲν οὖν περὶ Καφύας γενόμενος κίνδυνος τοῦτον ἀπέβη τὸν τρόπον. οἱ δὲ Μεγαλοπολῖται, συνέντες τοὺς Αἰτωλοὺς περὶ τὸ Μεθύδριον ἐστρατοπεδευκότας, ἧκον ἀπὸ σάλπιγγος πανδημεὶ βοηθοῦντες τῇ κατὰ πόδας ἡμέρᾳ τῆς μάχης,καὶ μεθʼ ὧν ζώντων ἤλπισαν κινδυνεύσειν πρὸς τοὺς ὑπεναντίους, τούτους ἠναγκάζοντο θάπτειν ὑπὸ τῶν ἐχθρῶν τετελευτηκότας.ὀρύξαντες δὲ τάφρον ἐν τῷ τῶν Καφυέων πεδίῳ, καὶ συναθροίσαντες τοὺς νεκρούς, ἐκήδευσαν μετὰ πάσης φιλοτιμίας τοὺς ἠτυχηκότας.οἱ δʼ Αἰτωλοὶ παραδόξως διʼ αὐτῶν τῶν ἱππέων καὶ τῶν ψιλῶν ποιήσαντες τὸ προτέρημα, λοιπὸν ἤδη μετʼ ἀσφαλείας διὰ μέσης Πελοποννήσου διῄεσαν.ἐν ᾧ καιρῷ καταπειράσαντες μὲν τῆς Πελληνέων πόλεως, κατασύραντες δὲ τὴν Σικυωνίαν χώραν, τέλος κατὰ τὸν Ἰσθμὸν ἐποιήσαντο τὴν ἀπόλυσιν.τὴν μὲν οὖν αἰτίαν καὶ τὴν ἀφορμὴν ὁ συμμαχικὸς πόλεμος ἔσχεν ἐκ τούτων, τὴν δʼ ἀρχὴν ἐκ τοῦ μετὰ ταῦτα γενομένου δόγματος ἁπάντων τῶν συμμάχων·οἳ συνελθόντες εἰς τὴν τῶν Κορινθίων πόλιν ἐπεκύρωσαν τὸ διαβούλιον διαπροστατεύσαντος Φιλίππου τοῦ βασιλέως. τὸ δὲ τῶν Ἀχαιῶν πλῆθος μετά τινας ἡμέρας ἁθροισθὲν εἰς τὴν καθήκουσαν σύνοδον, πικρῶς διέκειτο καὶ κοινῇ καὶ κατʼ ἰδίαν πρὸς τὸν Ἄρατον, ὡς τοῦτον ὁμολογουμένως αἴτιον γεγονότα τοῦ προειρημένου συμπτώματος.διὸ καὶ τῶν ἀντιπολιτευομένων κατηγορούντων αὐτοῦ καὶ φερόντων ἀπολογισμοὺς ἐναργεῖς, ἔτι μᾶλλον ἠγανάκτει καὶ παρωξύνετο τὸ πλῆθος.ἐδόκει γὰρ πρῶτον ἁμάρτημα προφανὲς εἶναι τὸ μηδέπω τῆς ἀρχῆς αὐτῷ καθηκούσης προλαβόντα τὸν ἀλλότριον καιρὸν ἀναδέχεσθαι τοιαύτας πράξεις ἐν αἷς συνῄδει πολλάκις αὑτῷ διεσφαλμένῳ·δεύτερον δὲ καὶ μεῖζον τούτου τὸ διαφεῖναι τοὺς Ἀχαιοὺς ἀκμὴν ἐν μέσῳ Πελοποννήσου τῶν Αἰτωλῶν ὑπαρχόντων, ἄλλως τε καὶ προδιειληφότα διότι σπεύδουσιν οἱ περὶ τὸν Σκόπαν καὶ Δωρίμαχον κινεῖν τὰ καθεστῶτα καὶ συνταράξαι τὸν πόλεμον·τρίτον δὲ τὸ συμβαλεῖν τοῖς ὑπεναντίοις οὕτω μετʼ ὀλίγων μηδεμιᾶς κατεπειγούσης ἀνάγκης, δυνάμενον ἀσφαλῶς εἰς τὰς παρακειμένας πόλεις ἀποχωρῆσαι καὶ συναγαγεῖν τοὺς Ἀχαιοὺς καὶ τότε συμβαλεῖν τοῖς πολεμίοις, εἰ τοῦτο πάντως ἡγεῖτο συμφέρειν·τελευταῖον καὶ μέγιστον τὸ προθέμενον καὶ συμβαλεῖν οὕτως εἰκῇ καὶ ἀσκόπως χρήσασθαι τοῖς πράγμασιν ὥστε παρέντα τὰ πεδία καὶ τὴν τῶν ὁπλιτῶν χρείαν διʼ αὐτῶν τῶν εὐζώνων ταῖς παρωρείαις πρὸς Αἰτωλοὺς ποιήσασθαι τὸν κίνδυνον, οἷς οὐδὲν ἦν τούτου προυργιαίτερον οὐδʼ οἰκειότερον.οὐ μὴν ἀλλʼ ἅμα τῷ προελθόντα τὸν Ἄρατον ἀναμνῆσαι μὲν τῶν προπεπολιτευμένων καὶ πεπραγμένων πρότερον αὑτῷ, φέρειν δʼ ἀπολογισμοὺς περὶ τῶν ἐγκαλουμένων ὡς οὐ γέγονεν αἴτιος τῶν συμβεβηκότων, αἰτεῖσθαι δὲ συγγνώμην, εἰ καί τι παρεώρακε κατὰ τὸν γενόμενον κίνδυνον, οἴεσθαι δὲ δεῖν καὶ καθόλου σκοπεῖσθαι τὰ πράγματα μὴ πικρῶς,ἀλλʼ ἀνθρωπίνως, οὕτως ταχέως καὶ μεγαλοψύχως μετεμελήθη τὸ πλῆθος ὥστε καὶ τοῖς συνεπιτιθεμένοις αὐτῷ τῶν ἀντιπολιτευομένων ἐπὶ πολὺ δυσαρεστῆσαι καὶ περὶ τῶν ἑξῆς πάντα βουλεύεσθαι κατὰ τὴν Ἀράτου γνώμην. ταῦτα μὲν οὖν εἰς τὴν προτέραν ἔπεσεν ὀλυμπιάδα,τὰ δʼ ἑξῆς εἰς τὴν τετταρακοστὴν ἐπὶ ταῖς ἑκατόν.ἦν δὲ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ταῦτα· πρεσβεύειν πρὸς Ἠπειρώτας, Βοιωτούς, Φωκέας, Ἀκαρνᾶνας,Φίλιππον, καὶ διασαφεῖν τίνα τρόπον Αἰτωλοὶ παρὰ τὰς συνθήκας μεθʼ ὅπλων ἤδη δὶς εἰσβεβληκότες εἴησαν εἰς τὴν Ἀχαΐαν, καὶ παρακαλεῖν αὐτοὺς βοηθεῖν κατὰ τὰς ὁμολογίας, προσδέξασθαι δὲ καὶ τοὺς Μεσσηνίους εἰς τὴν συμμαχίαν,τὸν δὲ στρατηγὸν ἐπιλέξαι τῶν Ἀχαιῶν πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, καὶ βοηθεῖν τοῖς Μεσσηνίοις, ἐὰν ἐπιβαίνωσιν Αἰτωλοὶ τῆς χώρας αὐτῶν·συντάξασθαι δὲ καὶ πρὸς Λακεδαιμονίους καὶ πρὸς Μεσσηνίους ὅσους δεήσοι παρʼ ἀμφοῖν ὑπάρχειν ἱππεῖς καὶ πεζοὺς πρὸς τὰς κοινὰς χρείας. δοξάντων δὲ τούτων,οἱ μὲν Ἀχαιοὶ φέροντες γενναίως τὸ γεγονὸς οὔτε τοὺς Μεσσηνίους ἐγκατέλιπον οὔτε τὴν αὑτῶν πρόθεσιν, οἱ δὲ πρὸς τοὺς συμμάχους καθεσταμένοι τὰς πρεσβείας ἐπετέλουν,ὁ δὲ στρατηγὸς τοὺς μὲν ἐκ τῆς Ἀχαΐας ἄνδρας ἐπέλεγε κατὰ τὸ δόγμα, πρὸς δὲ τοὺς Λακεδαιμονίους καὶ Μεσσηνίους συνετάττετο πεζοὺς μὲν παρʼ ἑκατέρων ὑπάρχειν δισχιλίους καὶ πεντακοσίους, ἱππεῖς δὲ πεντήκοντα καὶ διακοσίους,ὥστʼ εἶναι τὸ πᾶν σύστημα πρὸς τὰς ἐπιγινομένας χρείας πεζοὺς μὲν μυρίους, ἱππεῖς δὲ χιλίους. οἱ δʼ Αἰτωλοί,παραγενομένης αὐτοῖς τῆς καθηκούσης ἐκκλησίας, συνελθόντες ἐβουλεύσαντο πρός τε Λακεδαιμονίους καὶ Μεσσηνίους καὶ τοὺς ἄλλους πάντας εἰρήνην ἄγειν, κακοπραγμονοῦντες καὶ βουλόμενοι φθείρειν καὶ λυμαίνεσθαι τοὺς τῶν Ἀχαιῶν συμμάχους·πρὸς αὐτοὺς δὲ τοὺς Ἀχαιούς, ἐὰν μὲν ἀφιστῶνται τῆς τῶν Μεσσηνίων συμμαχίας, ἄγειν ἐψηφίσαντο τὴν εἰρήνην, εἰ δὲ μή, πολεμεῖν, πρᾶγμα πάντων ἀλογώτατον.