ὅτι Αὖλος Ποστόμιος ἄξιος γέγονεν ἐπισημασίας ἀπεντεῦθεν.οἰκίας μὲν γὰρ ἦν καὶ γένους πρώτου, κατὰ δὲ τὴν ἰδίαν φύσιν στωμύλος καὶ λάλος καὶ πέρπερος διαφερόντως.ἐπιθυμήσας δʼ εὐθέως ἐκ παίδων τῆς Ἑλληνικῆς ἀγωγῆς καὶ διαλέκτου πολὺς μὲν ἦν ἐν τούτοις καὶ κατακορής, ὥστε διʼ ἐκεῖνον καὶ τὴν αἵρεσιν τὴν Ἑλληνικὴν προσκόψαι τοῖς πρεσβυτέροις καὶ τοῖς ἀξιολογωτάτοις τῶν Ῥωμαίων,τέλος δὲ καὶ ποίημα γράφειν καὶ πραγματικὴν ἱστορίαν ἐνεχείρησεν, ἐν ᾗ διὰ τοῦ προοιμίου παρεκάλει τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, ἐὰν Ῥωμαῖος ὢν μὴ δύνηται κατακρατεῖν τῆς Ἑλληνικῆς διαλέκτου καὶ τῆς κατὰ τὸν χειρισμὸν οἰκονομίας.πρὸς ὃν οἰκείως ἀπηντηκέναι δοκεῖ Μάρκος Πόρκιος Κάτων· θαυμάζειν γὰρ ἔφη πρὸς τίνα λόγον ποιεῖται τοιαύτην παραίτησιν.εἰ μὲν γὰρ αὐτῷ τὸ τῶν Ἀμφικτυόνων συνέδριον συνέταττε γράφειν ἱστορίαν, ἴσως ἔδει προφέρεσθαι ταῦτα καὶ παραιτεῖσθαι·μηδεμιᾶς δʼ ἀνάγκης οὔσης ἐθελοντὴν ἀπογράψασθαι κἄπειτα παραιτεῖσθαι συγγνώμην ἔχειν, ἐὰν βαρβαρίζῃ,τῆς ἁπάσης ἀτοπίας εἶναι σημεῖον, καὶ παραπλησίως ἄχρηστον ὡσανεί τις εἰς τοὺς γυμνικοὺς ἀγῶνας ἀπογραψάμενος πυγμὴν ἢ παγκράτιον, παρελθὼν εἰς τὸ στάδιον, ὅτε δέοι μάχεσθαι, παραιτοῖτο τοὺς θεωμένους συγγνώμην ἔχειν, ἐὰν μὴ δύνηται μήτε τὸν πόνον ὑπομένειν μήτε τὰς πληγάς.δῆλον γὰρ ὡς εἰκὸς γέλωτα τὸν τοιοῦτον ὀφλεῖν καὶ τὴν δίκην ἐκ χειρὸς λαμβάνειν· ὅπερ ἔδει καὶ τοὺς τοιούτους ἱστοριογράφους, ἵνα μὴ κατετόλμων τοῦ καλῶς ἔχοντος.παραπλησίως δὲ καὶ κατὰ τὸν λοιπὸν βίον ἐζηλώκει τὰ χείριστα τῶν Ἑλληνικῶν· καὶ γὰρ φιλήδονος ἦν καὶ φυγόπονος.τοῦτο δʼ ἔσται δῆλον ἐξ αὐτῶν τῶν ἐνεστώτων· ὃς πρῶτος παρὼν ἐν τοῖς κατὰ τὴν Ἑλλάδα τόποις, καθʼ ὃν καιρὸν συνέβαινε γίνεσθαι τὴν ἐν Φωκίδι μάχην, σκηψάμενος ἀσθένειαν εἰς Θήβας ἀνεχώρησεν χάριν τοῦ μὴ μετασχεῖν τοῦ κινδύνου·συντελεσθείσης δὲ τῆς μάχης πρῶτος ἔγραψε τῇ συγκλήτῳ περὶ τοῦ κατορθώματος, προσδιασαφῶν τὰ κατὰ μέρος, ὡς μετεσχηκὼς αὐτὸς τῶν ἀγώνων. —Πολύβιος δὲ τὰ συμβάντα περὶ τὴν ἅλωσιν ἐν οἴκτου μέρει λέγων προστίθησι καὶ τὴν στρατιωτικὴν ὀλιγωρίαν τὴν περὶ τὰ τῶν τεχνῶν ἔργα καὶ τὰ ἀναθήματα·φησὶ γὰρ ἰδεῖν παρὼν ἐρριμμένους πίνακας ἐπʼ ἐδάφους, πεττεύοντας δὲ τοὺς στρατιώτας ἐπὶ τούτων.ὀνομάζει δʼ αὐτῶν Ἀριστείδου γραφὴν τοῦ Διονύσου, ἐφʼ οὗ τινες εἰρῆσθαί φασι τὸ "3Οὐδὲν πρὸς τὸν Διόνυσον"3, καὶ τὸν Ἡρακλέα τὸν καταπονούμενον τῷ τῆς Δηιανείρας χιτῶνι. —ὅτι διὰ τὴν προϋπάρχουσαν τοῦ πλήθους πρὸς Φιλοποίμενα εὔνοιαν οὐ καθεῖλον τὰς εἰκόνας αὐτοῦ ἐν πόλεσί τισιν οὔσας· οὕτως μοι δοκεῖ πᾶν τὸ γινόμενον ἀληθινῶς ἐνεργάζεσθαί τινα δυσεξάλειπτον εὔνοιαν τοῖς εὖ παθοῦσι. — διὸ καὶ δικαίως ἂν εἴποι τις τὸ περιφερόμενον,οὐ θύρᾳ, τὸ δὴ λεγόμενον, ἀλλʼ ἀμφόδῳ διέψευσται. —οὐσῶν δὲ πολλῶν μὲν εἰκόνων αὐτοῦ μεγάλων δὲ τιμῶν, ἃς αἱ πόλεις ἐψηφίσαντο, Ῥωμαῖος ἀνὴρ ἐν τοῖς περὶ Κόρινθον ἀτυχήμασι τῆς Ἑλλάδος ἐπεχείρησεν ἀνελεῖν ἁπάσας καὶ διώκειν αὐτόν, ἐνδεικνύμενος ὥσπερ ἔτι ζῶντα Ῥωμαίοις πολέμιον καὶ κακόνουν γενέσθαι. λόγων δὲ λεχθέντων καὶ Πολυβίου πρὸς τὸν συκοφάντην ἀντειπόντος, οὔθʼ ὁ Μόμμιος οὔτε οἱ πρέσβεις ὑπέμειναν ἀνδρὸς ἐνδόξου τιμὰς ἀφανίσαι. —ἐπεβάλετο διδάσκειν διὰ πλειόνων ἀκολούθως τοῖς ἐν ἀρχαῖς ἡμῖν εἰρημένοις περὶ τἀνδρός.ταῦτα δʼ ἦν ὅτι διαφέροιτο μὲν πρὸς Ῥωμαίους πολλάκις ὑπὲρ τῶν ἐπιταττομένων, διαφέροιτο δʼ ἐπὶ τοσοῦτον ἐφʼ ὅσον διδάσκειν καὶ πείθειν ὑπὲρ τῶν ἀμφισβητουμένων, οὐδὲ τοῦτο ποιεῖν εἰκῇ.πεῖραν δὲ τῆς προαιρέσεως αὐτὸν ἀληθινὴν ἔφη καὶ τὸ δὴ λεγόμενον ἐκ πυρὸς παρεσχῆσθαι χάριν κατὰ τοὺς Φιλιππικοὺς καὶ κατὰ τοὺς Ἀντιοχικοὺς καιρούς·πλείστην γὰρ ἔχοντα ῥοπὴν τότε τῶν Ἑλλήνων καὶ διὰ τὴν αὑτοῦ δύναμιν καὶ τὴν τῶν Ἀχαιῶν ἀληθινώτατα διατετηρηκέναι τὴν πρὸς Ῥωμαίους φιλίαν,μετασχόντα τοῦ δόγματος τοῖς Ἀχαιοῖς, ἐν ᾧ τετραμήνῳ πρότερον τῆς Ῥωμαίων διαβάσεως Ἀντιόχῳ καὶ τοῖς Αἰτωλοῖς τὸν ἀπὸ τῆς χώρας πόλεμον ἐξήνεγκαν, τῶν ἄλλων Ἑλλήνων σχεδὸν ἁπάντων ἀπηλλοτριωμένων τῆς Ῥωμαίων φιλίας.ὧν οἱ δέκα διακούσαντες καὶ τὴν προαίρεσιν ἀποδεξάμενοι τοῦ λέγοντος συνεχώρησαν καταμόνους αὐτῷ τὰς τιμὰς ὑπάρχειν ἐν πάσαις ταῖς πόλεσι.λαβόμενος δὲ τῆς ἀφορμῆς ταύτης Πολύβιος τὰς εἰκόνας ᾐτήσατο τὸν στρατηγόν, καίπερ ἤδη μετακεκομισμένας εἰς Ἀκαρνανίαν ἐκ Πελοποννήσου, λέγω δὲ τὴν Ἀχαιοῦ καὶ τὴν Ἀράτου καὶ Φιλοποίμενος.ἐν οἷς ἀγασθὲν τὸ πλῆθος αὐτοῦ τὴν προαίρεσιν ἔστησεν αὐτοῦ λιθίνην εἰκόνα. —ὅτι μετὰ τὴν κατάστασιν τῶν δέκα, ἣν ἐποιήσαντο ἐν τῇ Ἀχαΐᾳ, οὗτοι οἱ δέκα τῷ ταμίᾳ τῷ μέλλοντι πωλεῖν τὴν οὐσίαν τοῦ Διαίου συνέταξαν, ὅ,τι ποτʼ ἂν ἐκλέξασθαι βουληθῇ τῶν ὑπαρχόντων ὁ Πολύβιος, ὑφελόντα καὶ δόντα δωρεάν, τἄλλα πωλεῖν τοῖς ὠνουμένοις.ὁ δὲ προειρημένος τοσοῦτον ἀπέσχε τοῦ προσδέξασθαί τι τῶν τοιούτων ὡς καὶ τοὺς φίλους παρεκάλεσε καθόλου μηθενὸς ἐπιθυμῆσαι τῶν ὑπὸ τοῦ ταμίου πωλουμένων.