ἐκεῖνοι μὲν γὰρ μνησθέντες πῶς Βάρδυλλις ὁ τῶν Ἰλλυριῶν βασιλεὺς καὶ Κερσοβλέπτης ὁ τῶν Θρᾳκῶν κατεκτήσαντο τὰς δυναστείας, οὐκέτι προστιθέασι τὸ συνεχές, οὐδʼ ἀνατρέχουσιν ἐπὶ τἀκόλουθον ἐκ διαστήματος, ἀλλὰ καθάπερ ἐν ποιήματι χρησάμενοι πάλιν ἐπανάγουσιν ἐπὶ τὰς ἐξ ἀρχῆς ὑποθέσεις.ἡμεῖς δὲ πάντας διῃρημένοι τοὺς ἐπιφανεστάτους τόπους τῆς οἰκουμένης καὶ τὰς ἐν τούτοις πράξεις καὶ μίαν καὶ τὴν αὐτὴν ἔφοδον ἀεὶ ποιούμενοι κατὰ τὴν τάξιν τῆς διαλήψεως, ἔτι δὲ καθʼ ἕκαστον ἔτος ὡρισμένως ἐξηγούμενοι τὰς καταλλήλους πράξεις ἐνεστηκυίας,ἀπολείπομεν πρόδηλον τοῖς φιλομαθοῦσι τὴν ἐπαναγωγὴν ἐπὶ τὸν συνεχῆ λόγον καὶ τὰς μεσολαβηθείσας ἀεὶ τῶν πράξεων, ὥστε μηδὲν ἀτελὲς μηδʼ ἐλλιπὲς γίνεσθαι τοῖς φιληκόοις τῶν προειρημένων.καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον.ὅτι Ἀσδρούβας ὁ στρατηγὸς Καρχηδονίων κενόδοξος ἦν ἀλαζὼν καὶ πολὺ κεχωρισμένος τῆς πραγματικῆς καὶ στρατηγικῆς δυνάμεως.πολλὰ δὲ σημεῖα τῆς ἀκρισίας αὐτοῦ. πρῶτον μὲν γὰρ παρῆν ἐν πανοπλίᾳ, πορφυρίδα θαλαττίαν ἐπιπεπορπημένος, ἡνίκα Γολόσσῃ συνεγίνετο τῷ τῶν Νομάδων βασιλεῖ, μετὰ μαχαιροφόρων δέκα.ἔπειτα προβὰς ἀπὸ τῶν δέχʼ ὅσον εἴκοσι πόδας ἀπέστη, προβεβλημένος τάφρον καὶ χάρακα, καὶ κατένευε τῷ βασιλεῖ προσιέναι πρὸς αὑτόν, καθῆκον γίνεσθαι τοὐναντίον.οὐ μὴν ἀλλʼ ὁ Γολόσσης ἀφελῶς ἔχων Νομαδικῷ τινι τρόπῳ μόνος προσῄει πρὸς αὐτόν· καὶ προσεγγίσας ἤρετο τίνα φοβούμενος τὴν πανοπλίαν ἔχων ἧκε.τοῦ δʼ εἰπόντος ὅτι Ῥωμαίους, "οὐκ ἂν ἄρʼ" ἔφησεν ὁ Γολόσσης "ἔδωκας σαυτὸν εἰς τὴν πόλιν, μηδεμίαν ἔχων ἀνάγκην. πλὴν τί βούλει καὶ τί παρακαλεῖς;" φησίν. ὁ δʼ Ἀσδρούβας "ἐγώ" φησὶ "πρεσβευτήν σε παρακαλῶ γενέσθαι πρὸς τὸν στρατηγὸν καὶ πᾶν ἀναδέχεσθαι διότι ποιήσομεν τὸ προσταττόμενον· μόνον ἀπόσχεσθε τῆς ταλαιπώρου πόλεως ταύτης." καὶ [ὁ] Γολόσσης "παιδικὴν δοκεῖς μοι" φησὶν "ἀξίωσιν ἀξιοῦν, ὦ βέλτιστε·ὑπὲρ ὧν γὰρ ἐξ ἀκεραίου πρεσβεύοντες, ἔτι καθημένων ἐν Ἰτύκῃ Ῥωμαίων, οὐκ ἐδύνασθε πείθειν, τίνι λόγῳ νῦν ἀξιοῖς ταῦτά σοι συγχωρεῖσθαι, περιτετειχισμένος καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ σχεδὸν ἁπάσας ἀπεγνωκὼς τὰς τῆς σωτηρίας ἐλπίδας;" ὁ δʼ Ἀσδρούβας ἀγνοεῖν αὐτὸν ἔφη· καὶ γὰρ ἐπὶ τοῖς ἔξωθεν συμμάχοις ἀκμὴν καλὰς ἐλπίδας ἔχειν· οὐ γάρ πω τὰ περὶ τοὺς Μαυρουσίους ἠκηκόει καὶ τὰ περὶ τῶν ὑπαίθρων δυνάμεων [ὅτι σώζονται]· καὶ μὴν οὐκ ἀπελπίζειν τὰ καθʼ αὑτούς· μάλιστα δὲ πεποιθέναι τῇ τῶν θεῶν συμμαχίᾳ καὶ ταῖς ἐν ἐκείνοις ἐλπίσιν·οὐ γὰρ περιόψεσθαι σφᾶς προφανῶς παρασπονδουμένους, ἀλλὰ πολλὰς δώσειν ἀφορμὰς πρὸς σωτηρίαν.διὸ παρακαλεῖν ἠξίου τὸν στρατηγὸν καὶ τῶν θεῶν ἕνεκεν καὶ τῆς τύχης φείσασθαι τῆς πόλεως, εἰδότα σαφῶς διότι μὴ δυνάμενοι τυχεῖν τούτου κατασφαγήσονται πρότερον ἢ παραχωρήσουσι ταύτης.τότε μὲν οὖν ταῦτα καὶ παραπλήσια διαλεχθέντες ἐχωρίσθησαν, ταξάμενοι μετὰ τρίτην ἡμέραν πάλιν συμπορεύεσθαι·τοῦ δὲ Γολόσσου μεταδόντος τῷ στρατηγῷ περὶ τῶν εἰρημένων, γελάσας ὁ Πόπλιος "ταῦτα μέλλων ἀξιοῦν" ἔφη "τοιαύτην καὶ τηλικαύτην ἀσέβειαν εἰς τοὺς αἰχμαλώτους ἡμῶν ἐναπεδείξω καὶ νῦν ἐπὶ τοῖς θεοῖς τὰς ἐλπίδας ἔχεις, παραβεβηκὼς καὶ τοὺς τῶν ἀνθρώπων νόμους;" τοῦ δὲ βασιλέως βουλομένου τι προσυπομιμνήσκειν τὸν Σκιπίωνα, καὶ μάλιστα διότι δεῖ συντέλειαν ἐπιτίθεσθαι τοῖς πράγμασι·χωρὶς γὰρ τῶν ἀδήλων καὶ τὴν κατάστασιν τῶν ὑπάτων ἤδη συνεγγίζειν, ἧς δεῖν ἔφη στοχάζεσθαι, μὴ τοῦ χειμῶνος προκαταλαβόντος ἐπελθὼν ἕτερος ἀκονιτὶ λάβῃ τὴν ἐπιγραφὴν τῶν ἐκείνου πόνων·καὶ δὴ τούτων λεγομένων ἐπιστήσας ὁ στρατηγὸς ἐκέλευσεν ἀναγγέλλειν διότι δίδωσι τὴν ἀσφάλειαν αὐτῷ καὶ γυναικὶ καὶ τέκνοις καὶ δέκα τῶν συγγενῶν καὶ φίλων οἰκίαις, σὺν δὲ τούτοις δέκα τάλαντα λαβεῖν ἐκ τῶν ἰδίων ὑπαρχόντων καὶ τῶν οἰκετῶν ἐξαγαγεῖν ἑκατὸν οὓς ἂν αἱρῆται.ταῦτα μὲν οὖν ὁ Γολόσσης ἔχων τὰ φιλάνθρωπα συνῄει πρὸς τὸν Ἀσδρούβαν τῇ τρίτῃ τῶν ἡμερῶν·ὁ δὲ πάλιν ἐξεπορεύετο μετὰ μεγάλης ἀξίας ἐν τῇ πορφυρίδι καὶ τῇ πανοπλίᾳ βάδην, ὥστε τοὺς ἐν ταῖς τραγῳδίαις τυράννους πολύ τι προσοφείλειν.ἦν μὲν οὖν καὶ φύσει σάρκινος, τότε δὲ καὶ κοιλίαν εἰλήφει καὶ τῷ χρώματι παρὰ φύσιν ἐπικεκαυμένος ἦν, ὥστε δοκεῖν ἐν πανηγύρει που διαιτᾶσθαι παραπλησίως τοῖς σιτευτοῖς βουσίν, ἀλλὰ μὴ τηλικούτων καὶ τοιούτων κακῶν προστατεῖν, ὧν οὐδʼ ἂν ἐφίκοιτο τῷ λόγῳ διεξιὼν οὐδείς.οὐ μὴν ἀλλʼ ἐπεὶ συνῆλθε τῷ βασιλεῖ καὶ διήκουσε τῶν ὑπὸ τοῦ στρατηγοῦ προτεινομένων, πολλάκις τὸν μηρὸν πατάξας, τοὺς θεοὺς καὶ τὴν τύχην ἐπικαλεσάμενος, οὐδέποτε ταύτην ἔσεσθαι τὴν ἡμέραν ἔφασκεν ἐν ᾗ συμβήσεται τὸν ἥλιον Ἀσδρούβαν βλέπειν ἅμα καὶ τὴν πατρίδα πυρπολουμένην·καλὸν γὰρ ἐντάφιον εἶναι τοῖς εὖ φρονοῦσι τὴν πατρίδα καὶ τὸ ταύτης πῦρ.ὥσθʼ ὅτε μὲν εἰς τὰς ἀποφάσεις αὐτοῦ τις βλέψειε, θαυμάζειν τὸν ἄνδρα καὶ τὸ μεγαλόψυχον τῶν λόγων, ὅτε δʼ εἰς τὸν χειρισμὸν τῶν πραγμάτων, τὴν ἀγεννίαν καταπλήττεσθαι καὶ τὴν ἀνανδρίαν·