ἴσως δέ τινες ἐπιζητοῦσι πῶς ἡμεῖς οὐκ ἐν ἀγωνίσματι κεχρήμεθα προφερόμενοι τοὺς κατὰ μέρος λόγους, τοιαύτης ὑποθέσεως ἐπειλημμένοι καὶ τηλικαύτης πράξεως·ὅπερ οἱ πλεῖστοι ποιοῦσι τῶν συγγραφέων, εἰς ἀμφότερα τὰ μέρη διατιθέμενοι τοὺς ἐνόντας λόγους.ἐγὼ δὲ διότι μὲν οὐκ ἀποδοκιμάζω τοῦτο τὸ μέρος, ἐν πλείοσι τόποις τῆς ἱστορίας δῆλον πεποίημαι, πολλάκις ἀπηγγελκὼς δημηγορίας καὶ συντάξεις ἀνδρῶν πολιτικῶν·ὅτι δʼ οὐκ ἐκ παντὸς τρόπου τοῦτο προαιροῦμαι πράττειν, νῦν ἔσται συμφανές· οὔτε γὰρ ὑπόθεσιν ἐπιφανεστέραν ταύτης εὑρεῖν ῥᾴδιον οὔθʼ ὕλην πλείω καὶ παράθεσιν.καὶ μὴν οὐδὲ προχειρότερον ἕτερον ἐμοὶ τῆς τοιαύτης παρασκευῆς.ἀλλʼ οὔτε τοῖς πολιτικοῖς ἀνδράσιν οἶμαι πρέπειν πρὸς πᾶν τὸ προτεθὲν διαβούλιον εὑρησιλογεῖν καὶ διεξοδικοῖς χρῆσθαι λόγοις, ἀλλʼ ἀεὶ τοῖς ἁρμόζουσι πρὸς τὸν ὑποκείμενον καιρόν,οὔτε τοῖς ἱστοριογράφοις ἐμμελετᾶν τοῖς ἀκούουσιν οὐδʼ ἐναποδείκνυσθαι τὴν αὑτῶν δύναμιν, ἀλλὰ τὰ κατʼ ἀλήθειαν ῥηθέντα καθʼ ὅσον οἷόν τε πολυπραγμονήσαντας διασαφεῖν, καὶ τούτων τὰ καιριώτατα καὶ πραγματικώτατα. —πάλαι δὲ τούτου κεκυρωμένου βεβαίως ἐν ταῖς ἑκάστων γνώμαις καιρὸν ἐζήτουν ἐπιτήδειον καὶ πρόφασιν εὐσχήμονα πρὸς τοὺς ἐκτός.πολὺ γὰρ δὴ τούτου τοῦ μέρους ἐφρόντιζον Ῥωμαῖοι, καλῶς φρονοῦντες·ἔνστασις γὰρ πολέμου κατὰ τὸν Δημήτριον δικαία μὲν εἶναι δοκοῦσα καὶ τὰ νικήματα ποιεῖ μείζω καὶ τὰς ἀποτεύξεις ἀσφαλεστέρας, ἀσχήμων δὲ καὶ φαύλη τοὐναντίον ἀπεργάζεται·διὸ καὶ τότε περὶ τῆς τῶν ἐκτὸς διαλήψεως πρὸς ἀλλήλους διαφερόμενοι παρʼ ὀλίγον ἀπέστησαν τοῦ πολέμου. —ὅτι τῶν Καρχηδονίων πάλαι βουλευομένων περὶ τοῦ πῶς ἀπαντῆσαι δεῖ πρὸς τὴν Ῥωμαίων ἀπόκρισιν, καὶ τῶν Ἰτυκαίων ὑποτεμομένων τὴν ἐπίνοιαν αὐτῶν, τοῖς Ῥωμαίοις τὴν ἑαυτῶν παραδόντων πόλιν, ὁλοσχερὴς ἀμηχανία περιέστη τοὺς ἀνθρώπους.μιᾶς γὰρ ἐλπίδος ἔτι φαινομένης αὐτοῖς, εἰ συγκαταβαῖεν εἰς τὸ δοῦναι τὴν ἐπιτροπὴν περὶ αὑτῶν, διότι πάντως εὐδοκεῖν ποιήσουσι τοὺς Ῥωμαίους,διὰ τὸ μηδʼ ἐν ταῖς μεγίσταις περιστάσεσιν καταπολεμηθέντες, καὶ πρὸς τοῖς τείχεσι τῶν πολεμίων ὑπαρχόντων, μηδέποτε τὴν ἐπιτροπὴν δεδωκέναι τῆς πατρίδος,καὶ ταύτης τῆς ἐπινοίας τὸν καρπὸν ἀπέβαλον, προκαταληφθέντες ὑπὸ τῶν Ἰτυκαίων·οὐδὲν γὰρ ξένον οὐδὲ παράδοξον ἔμελλε φανήσεσθαι τοῖς Ῥωμαίοις, εἰ ταὐτὸν ποιήσαιεν τοῖς προειρημένοις.οὐ μὴν ἀλλὰ κακῶν αἱρέσεως καταλειπομένης, ἢ τὸν πόλεμον ἀναδέχεσθαι γενναίως ἢ διδόναι τὴν ἐπιτροπὴν περὶ τῶν καθʼ αὑτούς,πολλοὺς καὶ ποικίλους ἐν τῷ συνεδρίῳ διʼ ἀπορρήτων ποιησάμενοι λόγους κατέστησαν πρεσβευτὰς αὐτοκράτορας, καὶ τούτους ἐξαπέστελλον, δόντες ἐντολὴν βλέποντας πρὸς τὰ παρόντα πράττειν τὸ δοκοῦν συμφέρειν τῇ πατρίδι,ἦσαν δʼ οἱ πρεσβεύοντες Γίσκων Στρυτάνος ἐπικαλούμενος, Ἀμίλκας, Μίσδης, Γιλλίμας, Μάγων.ἥκοντες δʼ οἱ πρέσβεις παρὰ τῶν Καρχηδονίων εἰς Ῥώμην καὶ καταλαβόντες πόλεμον δεδογμένον καὶ τοὺς στρατηγοὺς ὡρμηκότας μετὰ τῶν δυνάμεων, οὐκέτι διδόντων βουλὴν αὐτοῖς τῶν πραγμάτων, ἔδωκαν τὴν ἐπιτροπὴν περὶ αὑτῶν.περὶ δὲ τῆς ἐπιτροπῆς εἴρηται μὲν ἡμῖν καὶ πρότερον, ἀναγκαῖον δʼ ἔστιν καὶ νῦν ὑπομνῆσαι κεφαλαιωδῶς.οἱ γὰρ διδόντες αὑτοὺς εἰς τὴν Ῥωμαίων ἐπιτροπὴν διδόασι πρῶτον μὲν χώραν τὴν ὑπάρχουσαν αὐτοῖς καὶ πόλεις τὰς ἐν ταύτῃ, σὺν δὲ τούτοις ἄνδρας καὶ γυναῖκας τοὺς ὑπάρχοντας ἐν τῇ χώρᾳ καὶ ταῖς πόλεσιν ἅπαντας,ὁμοίως ποταμούς, λιμένας, ἱερά, τάφους, συλλήβδην ὥστε πάντων εἶναι κυρίους Ῥωμαίους, αὐτοὺς δὲ τοὺς διδόντας ἁπλῶς μηκέτι μηδενός.γενομένης δὲ τῆς ἀνθομολογήσεως τοιαύτης ὑπὸ τῶν Καρχηδονίων, καὶ μετʼ ὀλίγον εἰσκληθέντων αὐτῶν εἰς τὸ συνέδριον, ἔλεγεν ὁ στρατηγὸς τὴν τῆς συγκλήτου γνώμην ὅτι καλῶς αὐτῶν βεβουλευμένων δίδωσιν αὐτοῖς ἡ σύγκλητος τήν τʼ ἐλευθερίαν καὶ τοὺς νόμους, ἔτι δὲ τὴν χώραν ἅπασαν καὶ τὴν τῶν ἄλλων ὑπαρχόντων κτῆσιν καὶ κοινῇ καὶ κατʼ ἰδίαν.οἱ δὲ Καρχηδόνιοι ταῦτʼ ἀκούσαντες ἔχαιρον, δόξαντες ὡς ἐν κακῶν αἱρέσει καλῶς σφίσιν κεχρῆσθαι τὴν σύγκλητον, ἅτε τῶν ἀναγκαιοτάτων καὶ μεγίστων αὐτοῖς συγκεχωρημένων.μετὰ δὲ ταῦτα τοῦ στρατηγοῦ διασαφοῦντος διότι τεύξονται τούτων, ἐὰν τριακοσίους ὁμήρους εἰς τὸ Λιλύβαιον ἐκπέμψωσιν ἐν τριάκονθʼ ἡμέραις τοὺς υἱοὺς τῶν ἐκ τῆς συγκλήτου καὶ τῆς γερουσίας καὶ τοῖς ὑπὸ τῶν ὑπάτων παραγγελλομένοις πειθαρχήσωσιν,ἐπὶ ποσὸν ἠπόρησαν ποῖα τὰ διὰ τῶν ὑπάτων αὐτοῖς ἔσται παραγγελλόμενα· πλὴν τότε γʼ ἐξ αὐτῆς ὥρμησαν, σπεύδοντες ἀναγγεῖλαι τῇ πατρίδι περὶ τούτων.παραγενόμενοι δʼ εἰς τὴν Καρχηδόνα διεσάφουν τοῖς πολίταις τὰ κατὰ μέρος.οἱ δὲ διακούσαντες τἄλλα μὲν ἐνδεχομένως ἐνόμιζον βεβουλεῦσθαι τοὺς πρεσβευτάς, περὶ δὲ πόλεως μὴ γεγονέναι μνείαν εἰς μεγάλην ἐπίστασιν αὐτοὺς ἦγε καὶ πολλὴν ἀμηχανίαν.ἐν δὲ τῷ καιρῷ τούτῳ φασὶ Μάγωνα τὸν Βρέττιον χρήσασθαι λόγοις ἀνδρώδεσι καὶ πραγματικοῖς.