βέλτιον μὲν οὗτος εἴρηκε περὶ αὐτῶν Ἐρατοσθένους, οὔπω δὲ ἱκανῶς.ἐκεῖνος μὲν γὰρ τρεῖς ἔφη, τὴν ἐπὶ τὰς στήλας καθήκουσαν, ἐφʼ ἧς ἡ Ἰβηρία, καὶ τὴν ἐπὶ τὸν πορθμόν, ἐφʼ ἧς ἡ Ἰταλία, καὶ τρίτην τὴν κατὰ Μαλέας, ἐφʼ ἧς τὰ μεταξὺ τοῦ Ἀδρίου καὶ τοῦ Εὐξείνου πάντʼ ἔθνη καὶ τοῦ Τανάιδος·οὗτος δὲ τὰς μὲν δύο τὰς πρώτας ὁμοίως ἐκτίθεται, τρίτην δὲ τὴν κατὰ Μαλέας καὶ Σούνιον, ἐφʼ ἧς ἡ Ἑλλὰς πᾶσα καὶ ἡ Ἰλλυρὶς καὶ τῆς Θρᾴκης τινά,τετάρτην δὲ τὴν κατὰ τὴν Θρᾳκίαν χερρόνησον, ἐφʼ ἧς τὰ κατὰ Σηστὸν καὶ Ἄβυδον στενά — ἔχουσι δʼ αὐτὴν Θρᾷκες — πέμπτην δὲ τὴν κατὰ τὸν Κιμμερικὸν Βόσπορον καὶ τὸ στόμα τῆς Μαιώτιδος.Πολύβιος δʼ ὁ Μεγαλοπολίτης ἐν τετάρτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν περὶ τῆς ἐν Ἰβηρίᾳ Λυσιτανίας χώρας διαλεγόμενός φησιν ὅτι βάλανοί εἰσι κατὰ βάθος ἐν τῇ αὐτόθι θαλάττῃ πεφυτευμέναι, ὧν τὸν καρπὸν σιτουμένους τοὺς θύννους πιαίνεσθαι.διόπερ οὐκ ἂν ἁμάρτοι τις λέγων ὗς εἶναι θαλαττίους τοὺς θύννους. —λέγει δʼ ὁ Πολύβιος καὶ μέχρι τῆς Λατίνης ἐκπίπτειν τὴν βάλανον ταύτην, εἰ μὴ ἄρα, φησί, καὶ ἡ Σαρδὼ φέρει καὶ ἡ πλησιόχωρος ταύτῃ. — τὴν κατὰ Λυσιτανίαν —χώρα δʼ ἐστὶν αὕτη τῆς Ἰβηρίας, ἣν νῦν Ῥωμαῖοι Σπανίαν ὀνομάζουσι — διηγούμενος εὐδαιμονίαν Πολύβιος ὁ Μεγαλοπολίτης ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν φησιν ὡς αὐτόθι διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν καὶ τὰ ζῷα πολύγονα καὶ οἱ ἄνθρωποι, καὶ οἱ ἐν τῇ χώρᾳ καρποὶ οὐδέποτε φθείρονται·ῥόδα μὲν γὰρ αὐτόθι καὶ λευκόια καὶ ἀσπάραγοι καὶ τὰ παραπλήσια τούτοις οὐ πλεῖον διαλείπει μηνῶν τριῶν,τὸ δὲ θαλάττιον ὄψον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὴν χρηστότητα καὶ κατὰ τὸ κάλλος μεγάλην ἔχει διαφορὰν πρὸς τὸ γινόμενον ἐν τῇ καθʼ ἡμᾶς θαλάττῃ.καὶ ὁ μὲν τῶν κριθῶν Σικελικὸς μέδιμνός ἐστι δραχμῆς, ὁ δὲ τῶν πυρῶν ἐννέα ὀβολῶν Ἀλεξανδρεινῶν·τοῦ δʼ οἴνου δραχμῆς ὁ μετρητὴς καὶ ἔριφος ὁ μέτριος ὀβολοῦ καὶ λαγώς. τῶν δʼ ἀρνῶν τριώβολον καὶ τετρώβολον ἡ τιμή. ὗς δὲ πίων ἑκατὸν μνᾶς ἄγων πέντε δραχμῶν καὶ πρόβατον δυεῖν. τάλαντον δὲ σύκων τριῶν ὀβολῶν,μόσχος δραχμῶν πέντε καὶ βοῦς ζύγιμος δέκα.τὰ δὲ τῶν ἀγρίων ζῴων κρέα σχεδὸν οὐδὲ κατηξιοῦτο τιμῆς, ἀλλʼ ἐν ἐπιδόσει καὶ χάριτι τὴν ἀλλαγὴν ποιοῦνται τούτων.τοὺς δʼ ἐνοικοῦντας Τουρδητανούς τε καὶ Τουρδούλους προσαγορεύουσιν, οἱ μὲν τοὺς αὐτοὺς νομίζοντες, οἱ δʼ ἑτέρους·ὧν ἐστι καὶ Πολύβιος, συνοίκους φήσας τοῖς Τουρδητανοῖς πρὸς ἄρκτον τοὺς Τουρδούλους. —τῇ δὲ τῆς χώρας εὐδαιμονίᾳ καὶ τὸ ἥμερον καὶ τὸ πολιτικὸν συνηκολούθησε τοῖς Τουρδητανοῖς, καὶ τοῖς Κελτικοῖς δὲ διὰ τὴν γειτνίασιν, ὡς δʼ εἴρηκε Πολύβιος, διὰ τὴν συγγένειαν. —καὶ Δικαίαρχος δὲ καὶ Ἐρατοσθένης καὶ Πολύβιος καὶ οἱ πλεῖστοι τῶν Ἑλλήνων περὶ τὸν πορθμὸν ἀποφαίνουσι τὰς στήλας. —φησὶ δὲ ὁ Πολύβιος κρήνην ἐν τῷ Ἡρακλείῳ τῷ ἐν Γαδείροις εἶναι, βαθμῶν ὀλίγων κατάβασιν ἔχουσαν εἰς τὸ ὕδωρ, πότιμον, ἣν ταῖς παλιρροίαις τῆς θαλάττης ἀντιπαθεῖν, κατὰ μὲν τὰς πλήμας ἐκλείπουσαν, κατὰ δὲ τὰς ἀμπώτεις πληρουμένην.αἰτιᾶται δʼ ὅτι τὸ πνεῦμα τὸ ἐκ τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν τῆς γῆς ἐκπῖπτον, καλυφθείσης μὲν αὐτῆς ὑπὸ τοῦ κύματος κατὰ τὰς ἐπιβάσεις τῆς θαλάττης, εἴργεται τῶν οἰκείων τοιούτων ἐξόδων, ἀναστρέψαν δὲ εἰς τὸ ἐντὸς ἐμφράττει τοὺς τῆς πηγῆς πόρους καὶ ποιεῖ λειψυδρίαν·γυμνωθείσης δὲ πάλιν εὐθυπορῆσαν ἐλευθεροῖ τὰς φλέβας τῆς πηγῆς, ὥστʼ ἀναβλύειν εὐπόρως. —Πολύβιος δὲ τῶν περὶ Καρχηδόνα Νέαν ἀργυρείων μνησθεὶς μέγιστα μὲν εἶναί φησι, διέχειν δὲ τῆς πόλεως ὅσον εἴκοσι σταδίους, περιειληφότα κύκλον τετρακοσίων σταδίων,ὅπου τέτταρας μυριάδας ἀνθρώπων μένειν τῶν ἐργαζομένων, ἀναφέροντας τότε τῷ δήμῳ τῶν Ῥωμαίων καθʼ ἑκάστην ἡμέραν δισμυρίας καὶ πεντακισχιλίας δραχμάς.τὴν δὲ κατεργασίαν τὴν μὲν ἄλλην ἐῶ — μακρὰ γάρ ἐστι — , τὴν δὲ συρτὴν βῶλον τὴν ἀργυρῖτίν φησι κόπτεσθαι καὶ κοσκίνοις εἰς ὕδωρ διαττᾶσθαι· κόπτεσθαι δὲ πάλιν τὰς ὑποστάσεις καὶ πάλιν διηθουμένας ἀποχεομένων τῶν ὑδάτων κόπτεσθαι·τὴν δὲ πέμπτην ὑπόστασιν χωνευθεῖσαν, ἀποχυθέντος τοῦ μολίβδου, καθαρὸν τὸν ἄργυρον ἐξάγειν. —Πολύβιος δὲ καὶ τὸν Ἄναν καὶ τοῦτον ἐκ τῆς Κελτιβηρίας ῥεῖν φησι, διέχοντας ἀλλήλων ὅσον ἐνακοσίους σταδίους. —Πολύβιος δὲ τὰ τῶν Οὐακκαίων καὶ τῶν Κελτιβήρων ἔθνη καὶ χωρία διεξιὼν συλλέγει ταῖς ἄλλαις πόλεσι καὶ Σεγεσάμαν καὶ Ἰντερκατίαν. —τοιοῦτον δέ τινα ὑφίσταται τῇ κατασκευῇ καὶ λαμπρότητι οἵανπερ Πολύβιος Ἴβηρός τινος βασιλέως οἰκίαν.ὃν καὶ ἐζηλωκέναι λέγει τὴν τῶν Φαιάκων τρυφὴν πλὴν τοῦ τοὺς κρατῆρας ἐν μέσῳ τῆς οἰκίας ἑστάναι πλήρεις οἴνου κριθίνου, ἀργυροῦς ὄντας καὶ χρυσοῦς.Πολύβιος δʼ ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν μετὰ τὴν Πυρήνην φησὶν ἕως τοῦ Νάρβωνος ποταμοῦ πεδίον εἶναι, διʼ οὗ φέρεσθαι ποταμοὺς Ἰλλέβεριν καὶ Ῥόσκυνον, ῥέοντας παρὰ πόλεις ὁμωνύμους, κατοικουμένας ὑπὸ Κελτῶν.ἐν οὖν τῷ πεδίῳ τούτῳ εἶναι τοὺς λεγομένους ἰχθῦς ὀρυκτούς.