ἐψηφίσαντο δὲ καὶ κολοσσὸν στῆσαι τοῦ δήμου τῶν Ῥωμαίων ἐν τῷ τῆς Ἀθηνᾶς ἱερῷ τριακοντάπηχυν. —ὅτι τῶν Καλυνδέων ἀποστάντων Καυνίων, καὶ μετὰ ταῦτα πολιορκεῖν ἐπιβαλομένων αὐτοὺς τῶν Καυνίων, τὰς μὲν ἀρχὰς ἐπεκαλέσαντο Κνιδίους οἱ Καλυνδεῖς·ὧν καὶ παραπεσόντων κατὰ βοήθειαν, ἐπὶ ποσὸν ἀντεῖχον τοῖς ὑπεναντίοις,ἀγωνιῶντες δὲ τὸ μέλλον πρεσβεύειν μὲν , ἐγχειρίζοντες σφᾶς αὐτοὺς καὶ τὴν πόλιν.οἱ δὲ Ῥόδιοι πέμψαντες βοήθειαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν τήν τε πολιορκίαν ἔλυσαν καὶ παρέλαβον τὴν πόλιν.συνέβη δὲ καὶ τὴν σύγκλητον αὐτοῖς βεβαιῶσαι τὴν τῶν Καλυνδέων κτῆσιν.ὅτι Γάιος ὁ Γάλλος, χωρὶς τῶν ἄρτι ῥηθέντων ἀλογημάτων, παραγενόμενος εἰς τὴν Ἀσίαν ἐκθέματα κατὰ τὰς πόλεις ἐξέθηκε τὰς ἐπιφανεστάτας,κελεύων, εἴ τις βούλεται κατηγορεῖν Εὐμένους τοῦ βασιλέως, ἀπαντᾶν εἰς Σάρδεις ἐπίτινα χρόνον ὡρισμένον.μετὰ δὲ ταῦτα παραγενηθεὶς αὐτὸς εἰς τὰς Σάρδεις, ἀποκαθίσας ἐν τῷ γυμνασίῳ περὶ δέχʼ ἡμέρας διήκουε τῶν κατηγορούντων,πᾶσαν ἐπιδεχόμενος αἰσχρολογίαν καὶ λοιδορίαν κατὰ τοῦ βασιλέως καὶ καθόλου πᾶν ἕλκων πρᾶγμα καὶ κατηγορίαν,ἅτε παρεστηκὼς ἄνθρωπος τῇ διανοίᾳ καὶ φιλοδοξῶν ἐν τῇ πρὸς Εὐμένην διαφορᾷ. —ὅτι καθʼ ὅσον ἐδόκουν οἱ Ῥωμαῖοι βαρύτερον τῷ Εὐμένει προσφέρεσθαι, κατὰ τοσοῦτο συνέβαινε τοὺς Ἕλληνας προσοικειοῦσθαι, φύσει τῶν ἀνθρώπων ἀεὶ τῷ θλιβομένῳ τὴν εὔνοιαν προσνεμόντων. —ὁ δὲ Ἀριαράθης ὁ βασιλεὺς Καππαδοκίας προσδεδεγμένος τοὺς εἰς τὴν Ῥώμην ἀποσταλέντας πρεσβευτάς, νομίσας ἐκ τῶν ἀποκρίσεων ἐν ὀρθῷ κεῖσθαι τὴν βασιλείαν αὑτῷ νῦν, ἐπειδὴ καθῖκται τῆς Ῥωμαίων εὐνοίας, ἔθυε τοῖς θεοῖς χαριστήρια τῶν γεγονότων καὶ τοὺς ἡγεμόνας εἱστία.μετὰ δὲ ταῦτα πρεσβευτὰς ἀπέστειλε πρὸς τοὺς περὶ τὸν Λυσίαν εἰς τὴν Ἀντιόχειαν, σπουδάζων ἀνακομίσασθαι τὰ τῆς ἀδελφῆς καὶ μητρὸς ὀστᾶ.τὸ μὲν οὖν ἐγκαλεῖν ὑπὲρ τοῦ γεγονότος ἀσεβήματος ἀπεδοκίμαζεν, οὐ βουλόμενος ἐρεθίζειν τοὺς περὶ τὸν Λυσίαν, ἵνα μὴ διαψευσθῇ τῆς προθέσεως, καίπερ βαρέως φέρων τὸ γεγονός· ἀξιωματικὰς δὲ δοὺς ἐντολὰς ἐξαπέστειλε τοὺς πρέσβεις.τῶν δὲ περὶ τὸν Λυσίαν συγχωρησάντων, καὶ τῶν ὀστῶν ἀνακομισθέντων ὡς αὐτόν, ἀποδεξάμενος μεγαλομερῶς τὴν παρουσίαν αὐτῶν ἔθαψε παρὰ τὸν τοῦ πατρὸς τάφον κηδεμονικῶς. —ὅτι κατὰ τοὺς καιροὺς τούτους παρεγένοντο πρέσβεις ἐκ τῆς Ῥώμης πρῶτον μὲν οἱ περὶ τὸν Μάρκον Ἰούνιον, διευκρινήσοντες τὰ πρὸς τοὺς Γαλάτας διαφέροντα τῷ βασιλεῖ.ἐπειδὴ γὰρ οὐκ ἠδυνήθησαν οἱ Τρόκμοι διʼ αὑτῶν ἀποτεμέσθαι τῆς Καππαδοκίας οὐδέν, ἀλλʼ ἐκ χειρὸς ᾨκοδομήσαντο τὴν δίκην ἐπιβαλόμενοι τόλμαν, καταφυγόντες ἐπὶ Ῥωμαίους διαβάλλειν ἐπειρῶντο τὸν Ἀριαράθην.ὧν χάριν ἀπεστάλησαν οἱ περὶ τὸν Ἰούνιον. πρὸς οὓς ὁ βασιλεὺς ποιησάμενος τοὺς ἁρμόζοντας λόγους καὶ τἄλλα φιλανθρώπως ὁμιλήσας ἐκείνους μὲν εὐλογοῦντας ἀπέστειλε.μετὰ δὲ ταῦτα, παραγενομένων πρεσβευτῶν τῶν περὶ Γνάιον Ὀκτάουιον καὶ Σπόριον Λοκρήτιον καὶ διαλεγομένων τῷ βασιλεῖ πάλιν περὶ τῶν πρὸς τοὺς Γαλάτας αὐτῷ διαφερόντων,βραχέα περὶ τούτων κοινολογησάμενος καὶ φήσας εὐεπάγωγος εἶναι πρὸς τὸ κριθέν, λοιπὸν ἤδη τὸν πλείω λόγον ὑπὲρ τῶν κατὰ Συρίαν ἐποιεῖτο πραγμάτων, εἰδὼς ἐκεῖσε προάγοντας τοὺς περὶ τὸν Ὀκτάουιον,ὑποδεικνύων αὐτοῖς τὴν ἀκαταστασίαν τῆς βασιλείας καὶ τὴν εἰκαιότητα τῶν προεστώτων αὐτῆς καὶ προσεπαγγελλόμενος ἀκολουθήσειν μετὰ δυνάμεως καὶ συνεφεδρεύειν τοῖς καιροῖς, ἕως ἂν ἐπανέλθωσι πάλιν ἐκ τῆς Συρίας ἀσφαλῶς.οἱ δὲ περὶ τὸν Γνάιον ἐν πᾶσιν ἀποδεχόμενοι τὴν τοῦ βασιλέως εὔνοιαν καὶ προθυμίαν κατὰ μὲν τὸ παρὸν οὐκ ἔφασαν προσδεῖσθαι τῆς παραπομπῆς,εἰς δὲ τὸ μέλλον, ἐάν τις ὑποπίπτῃ χρεία, διασαφήσειν ἀόκνως· κρίνειν γὰρ αὐτὸν ἕνα τῶν ἀληθινῶν Ῥωμαίοις φίλων. —ὅτι κατὰ τὴν Συρίαν Ἀντίοχος ὁ βασιλεὺς βουλόμενος εὐπορῆσαι χρημάτων προέθετο στρατεύειν ἐπὶ τὸ τῆς Ἀρτέμιδος ἱερὸν εἰς τὴν Ἐλυμαΐδα.παραγενόμενος δʼ ἐπὶ τοὺς τόπους καὶ διαψευσθεὶς τῆς ἐλπίδος διὰ τὸ μὴ συγχωρεῖν τῇ παρανομίᾳ τοὺς βαρβάρους τοὺς οἰκοῦντας περὶ τὸν τόπον,ἀναχωρῶν ἐν Τάβαις τῆς Περσίδος ἐξέλιπε τὸν βίον,δαιμονήσας, ὡς ἔνιοί φασι, διὰ τὸ γενέσθαι τινὰς ἐπισημασίας τοῦ δαιμονίου κατὰ τὴν περὶ τὸ προειρημένον ἱερὸν παρανομίαν.ὅτι μετὰ τὸ μερίσαι τοὺς Πτολεμαίους τὴν βασιλείαν παρεγένετο Πτολεμαῖος ὁ νεώτερος εἰς τὴν Ῥώμην, ἀθετεῖν βουλόμενος τὸν γεγονότα μερισμὸν αὐτῷ πρὸς τὸν ἀδελφόν,φάσκων οὐχ ἑκών, ἀλλὰ κατʼ ἀνάγκην τῷ καιρῷ περιληφθεὶς πεποιηκέναι τὸ προσταττόμενον.καὶ παρεκάλει τὴν σύγκλητον μερίσαι τὴν Κύπρον αὑτῷ· καὶ γὰρ τούτου γενομένου καταδεεστέραν ἕξειν μερίδα τἀδελφοῦ παρὰ πολύ.τῶν δὲ περὶ τὸν Κανολήιον καὶ Κόιντον ἀπομαρτυρούντων τοῖς περὶ τὸν Μένυλλον, τοῖς παρὰ τοῦ πρεσβυτέρου παραγεγονόσι πρεσβευταῖς, διότι καὶ τὴν Κυρήνην ὁ νεώτερος καὶ τὸ πνεῦμα διʼ αὐτοὺς ἔχοι· τοιαύτην γενέσθαι τὴν τῶν ὄχλων πρὸς αὐτὸν ἀλλοτριότητα καὶ προσκοπήν·