ἀλλὰ βουλόμενοι κατὰ τὴν ὑπέρθεσιν τῆς ἐπιβολῆς ἀφαιρεῖσθαι τὰς ὑπονοίας τῶν δυσχερές τι διανοουμένων περὶ τῆς πόλεως. ἄρτι δὲ τῶν περὶ τὸν Θεαίδητον καταπεπλευκότων,ἀπέστησαν Καύνιοι, κατελάβοντο δὲ καὶ Μυλασεῖς τὰς ἐν Εὐρώμῳ πόλεις.κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἡ σύγκλητος ἐξέβαλε δόγμα διότι δεῖ Κᾶρας καὶ Λυκίους ἐλευθέρους εἶναι πάντας, ὅσους προσένειμε Ῥοδίοις μετὰ τὸν Ἀντιοχικὸν πόλεμον.τὰ μὲν οὖν κατὰ τοὺς Καυνίους καὶ τοὺς Εὐρωμεῖς ταχέως οἱ Ῥόδιοι διωρθώσαντο·τοὺς μὲν γὰρ Καυνίους Λύκωνα πέμψαντες μετὰ στρατιωτῶν ἠνάγκασαν πάλιν ὑφʼ αὑτοὺς τάττεσθαι,καίπερ Κιβυρατῶν αὐτοῖς παραβοηθησάντων, ἐπὶ δὲ τὰς ἐν Εὐρώμῳ πόλεις στρατεύσαντες ἐνίκησαν μάχῃ Μυλασεῖς καὶ Ἀλαβανδεῖς, ἀμφοτέρων παραγενομένων μετὰ στρατιᾶς ἐπʼ Ὀρθωσίαν.τοῦ δὲ περὶ τῶν Λυκίων καὶ Καρῶν δόγματος αὐτοῖς προσπεσόντος, πάλιν ἀπεσοβήθησαν ταῖς διανοίαις, δείσαντες μή ποτε μάταιος μὲν αὐτοῖς ἡ τοῦ στεφάνου δόσις γέγονε, μάταιοι δʼ αἱ περὶ τῆς συμμαχίας ἐλπίδες.ὅτι φησὶ Πολύβιος· πρότερον ἐπιστήσαντες τοὺς ἀναγινώσκοντας ἐπὶ τὴν περὶ Δείνωνος καὶ Πολυαράτου διάληψιν·μεγάλης γὰρ οὔσης τῆς περιστάσεως καὶ τῆς μεταβολῆς οὐ μόνον παρὰ τοῖς Ῥοδίοις, ἀλλὰ σχεδὸν ἁπάσαις ταῖς πολιτείαις,χρήσιμον ἂν εἴη τὸ τὰς προαιρέσεις τῶν παρʼ ἑκάστοις πολιτευομένων ἐπισκέψασθαι καὶ γνῶναι τίνες φανήσονται τὸ κατὰ λόγον πεποιηκότες καὶ τίνες παραπεπαικότες τοῦ καθήκοντος, ἵνα οἱ ἐπιγινόμενοι,ὡσανεὶ τύπων ἐκτιθεμένων, δύνωνται κατὰ τὰς ὁμοίας περιστάσεις τὰ μὲν αἱρετὰ διώκειν, τὰ δὲ φευκτὰ φεύγειν ἀληθινῶς, καὶ μὴ περὶ τὸν ἔσχατον καιρὸν τῆς ζωῆς ἀβλεπτοῦντες τὸ πρέπον καὶ τὰς ἐν τῷ προγεγονότι βίῳ πράξεις ταὐτὸν πάθωσιν.συνέβαινε τοιγαροῦν τρεῖς διαφορὰς γενέσθαι τῶν ἐμπεσόντων εἰς τὰς αἰτίας κατὰ τὸν πρὸς Περσέα πόλεμον.ὧν μία μὲν ἦν τῶν οὐχ ἡδέως μὲν ὁρώντων κρινόμενα τὰ ὅλα καὶ τὴν τῆς οἰκουμένης ἐξουσίαν ὑπὸ μίαν ἀρχὴν πίπτουσαν, οὔτε δὲ συνεργούντων οὔτʼ ἀντιπραττόντων ἁπλῶς Ῥωμαίοις οὐδέν, ἀλλʼ οἷον ἐπιτετραφότων τῇ τύχῃ περὶ τῶν ἀποβησομένων·ἑτέρα δὲ τῶν ἡδέως ὁρώντων κρινόμενα τὰ πράγματα καὶ βουλομένων νικᾶν τὸν Περσέα, μὴ δυναμένων δὲ συνεπισπᾶσθαι τοὺς ἰδίους πολίτας καὶ τοὺς ὁμοεθνεῖς πρὸς τὴν αὑτῶν γνώμην·τρίτη δὲ καὶ τῶν συνεπισπασαμένων καὶ μεταρριψάντων τὰ πολιτεύματα πρὸςτὴν Περσέως συμμαχίαν. πῶς οὖν ἕκαστοι τούτων ἐχείρισαν τὰ καθʼ αὑτοὺς σκοπεῖν πάρεστιν.μετέρριψαν πρὸς Περσέα τὸ τῶν Μολοττῶν ἔθνος Ἀντίνους καὶ Θεόδοτος καὶ Κέφαλος μετʼ αὐτῶν·οἳ τῶν πραγμάτων ἀντιπεσόντων ταῖς ἐπιβολαῖς αὐτῶν ὁλοσχερῶς, καὶ περιστάντος τοῦ κινδύνου, καὶ συνεγγίζοντος τοῦ δεινοῦ, πάντες ὁμόσε χωρήσαντες τοῖς παροῦσιν ἀπέθανον γενναίως.διόπερ ἄξιον ἐπαινεῖν τοὺς ἄνδρας ἐπὶ τῷ μὴ προέσθαι μηδὲ περιιδεῖν σφᾶς αὐτοὺς εἰς ἀναξίαν διάθεσιν ἐμπεσόντας τοῦ προγεγονότος βίου.καὶ μὴν ἐν Ἀχαΐᾳ καὶ παρὰ Θετταλοῖς καὶ Περραιβοῖς ἔσχον αἰτίαν καὶ πλείους διὰ τὴν ἡσυχίαν, ὡς ἐφεδρεύοντες τοῖς καιροῖς καὶ φρονοῦντες τὰ Περσέως.ἀλλʼ οὔτε λόγον ἐν τῷ μέσῳ τοιοῦτον ἐξέβαλον οὔτε γράφοντες οὔτε διαπεμπόμενοι πρὸς τὸν Περσέα περί τινος ἐφωράθησαν, ἀλλὰ διεφύλαξαν ἀνεπιλήπτους ἑαυτούς.τοιγαροῦν εἰκότως οὗτοι καὶ δικαιολογίαν καὶ κρίσιν ὑπέμενον καὶ πάσας ἐξήλεγχον τὰς ἐλπίδας·οὐ γὰρ ἔλαττόν ἐστιν ἀγεννίας σημεῖον τὸ μηδὲν αὑτῷ συνειδότα μοχθηρὸν προεξάγειν ἐκ τοῦ ζῆν αὑτόν, ποτὲ μὲν τὰς τῶν ἀντιπολιτευομένων ἀνατάσεις καταπλαγέντα, ποτὲ δὲ τὴν τῶν κρατούντων ἐξουσίαν, τοῦ παρὰ τὸ καθῆκον φιλοζωεῖν.καὶ μὴν ἐν Ῥόδῳ καὶ Κῷ καὶ πλείοσιν ἑτέραις πόλεσιν ἐγένοντό τινες οἱ φρονοῦντες τὰ Περσέως, οἳ καὶ λέγειν ἐθάρρουν περὶ Μακεδόνων ἐν τοῖς ἰδίοις πολιτεύμασι καὶ κατηγορεῖν μὲν Ῥωμαίων καὶ καθόλου συνίστασθαι πρὸς τὸν Περσέα κοινοπραγίαν, οὐ δυνηθέντες δὲ μεταρρῖψαι τὰ πολιτεύματα πρὸς τὴν τοῦ βασιλέως συμμαχίαν.τούτων δʼ ἦσαν ἐπιφανέστατοι παρὰ μὲν τοῖς Κῴοις Ἱππόκριτος καὶ Διομέδων ἀδελφοί, παρὰ δὲ Ῥοδίοις Δείνων καὶ Πολυάρατος. ὧν τίς οὐκ ἂν καταμέμψαιτο τὴν προαίρεσιν; οἳ πρῶτον μὲν τοὺς πολίτας συνίστορας ἔχοντες πάντων τῶν σφίσι πεπραγμένων καὶ τῶν εἰρημένων, ἔπειτα δὲ τῶν γραμμάτων ἑαλωκότων καὶ πεφωτισμένων καὶ τῶν παρὰ τοῦ Περσέως πρὸς ἐκείνους διαπεμπομένων καὶ τῶν πρὸς τὸν Περσέα παρʼ ἐκείνων,ἅμα δὲ καὶ τῶν ἀνθρώπων ὑποχειρίων γεγονότων τῶν διαπεμπομένων παρʼ ἑκατέρων καὶ πρὸς ἑκατέρους, οὐχ οἷοί τʼ ἦσαν εἴκειν οὐδʼ ἐκποδὼν ποιεῖν ἑαυτούς, ἀλλʼ ἀκμὴν ἠμφισβήτουν.τοιγαροῦν προσκαρτεροῦντες καὶ φιλοζωοῦντες πρὸς ἀπεγνωσμένας ἐλπίδας καὶ τὸ δοκοῦν εἶναι περὶ αὐτοὺς τολμηρὸν καὶ παράβολον ἀνέτρεψαν, ὥστε παρὰ τοῖς ἐπιγινομένοις μηδʼ ἔσχατον ἐλέῳ καὶ συγγνώμῃ τόπον καταλιπεῖν.ἐλεγχόμενοι γὰρ κατὰ πρόσωπον ὑπὸ τῶν ἰδίων χειρογράφων καὶ τῶν ὑπουργῶν οὐ μόνον ἀτυχεῖν, ἔτι δὲ μᾶλλον ἀναισχυντεῖν ἔδοξαν.