μετὰ δὲ τούτους ἦσαν οἱ λεγόμενοι Ἑταῖροι ἱππεῖς· οὗτοι δὲ ἦσαν εἰς χιλίους, πάντες χρυσοφάλαροι. τούτοις συνεχὲς ἦν τὸ τῶν φίλων σύνταγμα,ἴσον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὸν κόσμον. ἐπὶ δὲ τούτοις ἐπίλεκτοι χίλιοι, οἷς ἐπηκολούθει τὸ καλούμενον ἄγημα, κράτιστον εἶναι δοκοῦν σύστημα τῶν ἱππέων,περὶ χιλίους. τελευταία δʼ ἦν ἡ κατάφρακτος ἵππος, οἰκείως τῇ προσηγορίᾳ τῶν ἵππων καὶ τῶν ἀνδρῶν ἐσκεπασμένων τοῖς ὅπλοις· ἦσαν δὲ καὶ αὐτοὶ χίλιοι καὶ πεντακόσιοι.πάντες δʼ οἱ προειρημένοι εἶχον πορφυρᾶς ἐφαπτίδας, πολλοὶ δὲ καὶ διαχρύσους καὶ ζῳωτάς.ἐπὶ δὲ τούτοις ἕξιππα μὲν ἦν ἑκατόν, τέθριππα δὲ τετταράκοντα, ἔπειτα ἐλεφάντων ἅρμα καὶ συνωρίς. καθʼ ἕνα δὲ εἵποντο ἐλέφαντες διεσκευασμένοι τριάκοντα καὶ ἕξ. τὴν δʼ ἄλλην πομπὴν λέγειν ἐστὶ δυσέφικτον,ὡς ἐν κεφαλαίῳ δὲ λεκτέον. ἔφηβοι μὲν γὰρ ἐπόμπευσαν εἰς ὀκτακοσίους, χρυσοῦς ἔχοντες στεφάνους, βόες δʼ εὐτραφεῖς περὶ χιλίους, θεωρίδες δὲ βραχὺ λείπουσαι τριακοσίων, ἐλεφάντων δὲ ὀδόντες ὀκτακόσιοι.τὸ δὲ τῶν ἀγαλμάτων πλῆθος οὐ δυνατὸν ἐξηγήσασθαι· πάντων γὰρ τῶν παρʼ ἀνθρώποις λεγομένων ἢ νομιζομένων θεῶν ἢ δαιμόνων, προσέτι δὲ ἡρώων εἴδωλα διήγετο, τὰ μὲν κεχρυσωμένα, τὰ δʼ ἠμφιεσμένα στολαῖς διαχρύσοις.καὶ πᾶσι τούτοις οἱ προσήκοντες μῦθοι κατὰ τὰς παραδεδομένας ἱστορίας ἐν διασκευαῖς πολυτελέσι παρέκειντο.εἵπετο δʼ αὐτοῖς καὶ Νυκτὸς εἴδωλον καὶ Ἡμέρας, Γῆς τε καὶ Οὐρανοῦ, καὶ Ἠοῦς καὶ Μεσημβρίας.τὸ δὲ τῶν χρυσωμάτων καὶ ἀργυρωμάτων πλῆθος οὕτως ἄν τις ὑπονοήσειεν ὅσον ἦν· ἑνὸς γὰρ τῶν φίλων, Διονυσίου τοῦ ἐπιστολιαγράφου, χίλιοι παῖδες ἐπόμπευσαν ἀργυρώματα ἔχοντες, ὧν οὐδὲν ἐλάττονʼ ὁλκὴν εἶχεν δραχμῶν χιλίων.βασιλικοὶ δὲ παῖδες παρῆλθον ἑξακόσιοι χρυσώματα ἔχοντες. ἔπειτα γυναῖκες ἐκ χρυσῶν καλπίδων μύροις ἔρραινον, εἰς διακοσίας.ταύταις δʼ ἑξῆς ἐπόμπευον ἐν χρυσόποσι μὲν φορείοις ὀγδοήκοντα γυναῖκες, ἐν ἀργυρόποσι δὲ πεντακόσιαι καθήμεναι, πολυτελῶς διεσκευασμέναι.καὶ τῆς μὲν πομπῆς τὰ ἐπιφανέστατα ταῦτα ἦν.ἐπιτελεσθέντων δὲ τῶν ἀγώνων καὶ μονομαχιῶν καὶ κυνηγεσίων κατὰ τριάκονθʼ ἡμέρας, ἐν αἷς τὰς θέας συνετέλει, πέντε μὲν τὰς πρώτας ἐν τῷ γυμνασίῳ πάντες ἐκ χρυσῶν ὁλκείων ἠλείφοντο κροκίνῳ μύρῳ.ἦν δὲ ταῦτα πεντεκαίδεκα, καὶ κινναμωμίνου τὰ ἴσα καὶ ναρδίνου. παραπλησίως δὲ καὶ ταῖς ἑξῆς εἰσεφέρετο τήλινον, ἀμαράκινον, ἴρινον, πάντα διαφέροντα ταῖς εὐωδίαις.ἔστρωτο δὲ εἰς εὐωχίαν ποτὲ μὲν χίλια τρίκλινα, ποτὲ δὲ χίλια πεντακόσια μετὰ τῆς πολυτελεστάτης διασκευῆς.ὅτι μετὰ τὴν συντέλειαν τῶν ἀγώνων, ἄρτι τούτων γεγονότων, ἧκον οἱ περὶ τὸν Τεβέριον πρεσβευταί, κατασκόπων ἔχοντες τάξιν.οἷς οὕτως ἐπιδεξίως ἀπήντησεν Ἀντίοχος καὶ φιλοφρόνως ὥστε μὴ οἷον τοὺς περὶ τὸν Τεβέριον ὑποπτεῦσαί τι περὶ αὐτοῦ πραγματικὸν ἢ παρατριβῆς ἔμφασιν ἔχον ἐκ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν, ἀλλὰ καὶ τῶν λεγόντων τι τοιοῦτον καταγινώσκειν διὰ τὴν ὑπερβολὴν τῆς κατὰ τὴν ἀπάντησιν φιλανθρωπίας·ὅς γε πρὸς τοῖς ἄλλοις καὶ τῆς αὐλῆς παρεχώρησε τοῖς πρεσβευταῖς, μικροῦ δὲ καὶ τοῦ διαδήματος κατὰ τὴν ἐπίφασιν, καίπερ οὐκ ὢν τῇ προαιρέσει τοιοῦτος,ἀλλὰ τοὐναντίον ἀλλοτριώτατα διακείμενος πρὸς Ῥωμαίους.ὅτι τοῖς παρὰ τῶν ἐκ τῆς Ἀσίας Γαλατῶν πρεσβευταῖς συνεχώρησαν τὴν αὐτονομίαν μένουσιν ἐν ταῖς ἰδίαις κατοικίαις καὶ μὴ στρατευομένοις ἐκτὸς τῶν ἰδίων ὅρων.ὅτι κατὰ τὴν Πελοπόννησον, παραγενομένων τῶν πρεσβευτῶν καὶ διασαφούντων τὰ κατὰ τὰς ἀποκρίσεις, οὐκέτι θόρυβος ἦν, ἀλλʼ ὀργὴ καὶ μῖσος ἐκφανὲς πρὸς τοὺς περὶ τὸν Καλλικράτην. —ὅτι τοῦ περὶ Καλλικράτην μίσους καὶ Ἀνδρωνίδαν καὶ τοὺς λοιποὺς τοὺς ὁμογνώμονας τούτων οὕτως ἄν τις τεκμήραιτο.τῆς γὰρ τῶν Ἀντιγονείων πανηγύρεως ἐν τῷ Σικυῶνι συντελουμένης, καὶ τῶν βαλανείων ἁπάντων ἐχόντων τάς τε κοινὰς μάκτρας καὶ πυέλους ταύταις παρακειμένας, εἰς ἃς οἱ κομψότεροι τῶν ἀνθρώπων εἰώθασι κατʼ ἰδίαν ἐμβαίνειν,εἰς ταύτας ὅτε τις καθείη τῶν περὶ τὸν Ἀνδρωνίδαν καὶ Καλλικράτην, οὐδεὶς ἐτόλμα τῶν ἐφεστώτων ἔτι καθιέναι, πρὶν ἢ τὸν βαλανείτην τὸ μὲν ὑπάρχον ὕδωρ ἀφεῖναι πᾶν, ἕτερον δὲ καθαρὸν ἐγχέαι.τοῦτο δʼ ἐποίουν, ὑπολαμβάνοντες ὡσανεὶ μιαίνεσθαι καθιέντες εἰς ταὐτὸ τοῖς προειρημένοις ὕδωρ.τοὺς δὲ συριγμοὺς τοὺς ἐν ταῖς κοιναῖς πανηγύρεσι τῶν Ἑλλήνων καὶ τοὺς χλευασμούς, ὅτε τις ἐπιβάλοιτο κηρύττειν τινὰ τῶν προειρημένων, οὐδʼ ἂν ἐξηγήσαιτο ῥᾳδίως οὐδείς.ἐθάρρει δὲ καὶ τὰ παιδάρια κατὰ τὰς ὁδοὺς ἐκ τῶν διδασκαλείων ἐπανάγοντα κατὰ πρόσωπον αὐτοὺς προδότας ἀποκαλεῖν. τοιαύτη τις ὑπέδραμε προσκοπὴ καὶ μῖσος κατὰ τῶν προειρημένων.ὅτι εἰς τὴν Ῥώμην παραγεγονότων πρεσβευτῶν πλειόνων καὶ ἑτέρων, ἐπιφανεστάτων δὲ παρὰ μὲν Ῥοδίων τῶν περὶ Ἀστυμήδην, παρὰ δὲ τῶν Ἀχαιῶν τῶν περὶ Εὐρέαν καὶ Ἀναξίδαμον καὶ Σάτυρον, παρὰ δὲ Προυσίου τῶν περὶ Πύθωνα, τούτοις ἐχρημάτισεν ἡ σύγκλητος.