ὁ γὰρ Φάβιος διεγνωκὼς μήτε παραβάλλεσθαι μήτε διακινδυνεύειν, στοχάζεσθαι δὲ πρῶτον καὶ μάλιστα τῆς ἀσφαλείας τῶν ὑποταττομένων, ἔμενε βεβαίως ἐπὶ τῆς διαλήψεως ταύτης.τὰς μὲν οὖν ἀρχὰς κατεφρονεῖτο καὶ παρεῖχε λόγον ὡς ἀποδεδειλιακὼς καὶ καταπεπληγμένος τὸν κίνδυνον, τῷ δὲ χρόνῳ πάντας ἠνάγκασε παρομολογῆσαι καὶ συγχωρεῖν ὡς οὔτε νουνεχέστερον οὔτε φρονιμώτερον οὐδένα δυνατὸν ἦν χρῆσθαι τοῖς τότε περιεστῶσι καιροῖς.ταχὺ δὲ καὶ τὰ πράγματα προσεμαρτύρησε τοῖς λογισμοῖς αὐτοῦ. καὶ τοῦτʼ εἰκότως ἐγένετο.τὰς μὲν γὰρ τῶν ὑπεναντίων δυνάμεις συνέβαινε γεγυμνάσθαι μὲν ἐκ τῆς πρώτης ἡλικίας συνεχῶς ἐν τοῖς πολεμικοῖς, ἡγεμόνι δὲ χρῆσθαι συντεθραμμένῳ σφίσι καὶ παιδομαθεῖ περὶ τὰς ἐν τοῖς ὑπαίθροις χρείας,νενικηκέναι δὲ πολλὰς μὲν ἐν Ἰβηρίᾳ μάχας, δὶς δὲ Ῥωμαίους ἑξῆς καὶ τοὺς συμμάχους αὐτῶν, τὸ δὲ μέγιστον, ἀπεγνωκότας πάντα μίαν ἔχειν ἐλπίδα τῆς σωτηρίας τὴν ἐν τῷ νικᾶν·περὶ δὲ τὴν τῶν Ῥωμαίων στρατιὰν τἀναντία τούτοις ὑπῆρχε.διόπερ εἰς μὲν τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον οὐχ οἷός τʼ ἦν συγκαταβαίνειν, προδήλου τῆς ἐλαττώσεως ὑπαρχούσης· εἰς δὲ τὰ σφέτερα προτερήματα τοῖς λογισμοῖς ἀναχωρήσας ἐν τούτοις διέτριβε καὶ διὰ τούτων ἐχείριζε τὸν πόλεμον.ἦν δὲ τὰ προτερήματα Ῥωμαίων ἀκατάτριπτα χορήγιακαὶ χειρῶν πλῆθος. διόπερ κατὰ τοὺς ἑξῆς χρόνους ἀντιπαρῆγεν τοῖς πολεμίοις ἀεὶ καὶ τοὺς εὐκαίρους προκατελάμβανε τόπους κατὰ τὴν ἐμπειρίαν.ἔχων δὲ κατὰ νώτου τὰς χορηγίας ἀφθόνους οὐδέποτε τοὺς στρατιώτας ἠφίει προνομεύειν οὐδὲ χωρίζεσθαι καθάπαξ ἐκ τοῦ χάρακος, ἅθρους δʼ ἀεὶ καὶ συνεστραμμένους τηρῶν ἐφήδρευε τοῖς τόποις καὶ καιροῖς.καὶ πολλοὺς τῶν πολεμίων ἀποσπωμένους ἀπὸ τῆς ἰδίας παρεμβολῆς ἐπὶ τὰς προνομὰς διὰ τὸ καταφρονεῖν ὑποχειρίους ἐλάμβανε καὶ κατέφθειρε τῷ τοιούτῳ τρόπῳ.ταῦτα δʼ ἐποίει, βουλόμενος ἅμα μὲν ἀφʼ ὡρισμένου πλήθους ἐλαττοῦν ἀεὶ τοὺς ὑπεναντίους, ἅμα δὲ τὰς τῶν ἰδίων δυνάμεων ψυχὰς προηττημένας τοῖς ὅλοις διὰ τῶν κατὰ μέρος προτερημάτων κατὰ βραχὺ σωματοποιεῖν καὶ προσαναλαμβάνειν.εἰς ὁλοσχερῆ δὲ κρίσιν ἐξ ὁμολόγου συγκαταβαίνειν οὐδαμῶς οἷός τʼ ἦν.οὐ μὴν Μάρκῳ γε τῷ συνάρχοντι τούτων οὐδὲν ἤρεσκεν. σύμψηφον δὲ τοῖς ὄχλοις ποιῶν αὑτὸν τὸν μὲν Φάβιον κατελάλει πρὸς πάντας, ὡς ἀγεννῶς χρώμενον τοῖς πράγμασιν καὶ νωθρῶς, αὐτὸς δὲ πρόθυμος ἦν παραβάλλεσθαι καὶ διακινδυνεύειν.οἱ δὲ Καρχηδόνιοι καταφθείραντες τοὺς προειρημένους τόπους ὑπερέβαλον τὸν Ἀπεννῖνον καὶ κατάραντες εἰς τὴν Σαυνῖτιν χώραν, οὖσαν εὐδαίμονα καὶ πολλῶν χρόνων ἀπολέμητον, ἐν τοιαύτῃ περιουσίᾳ τῶν ἐπιτηδείων ἦσαν ὥστε μήτε χρωμένους μήτε καταφθείροντας ἀνύειν δύνασθαι τὰς λείας. κατέδραμον δὲ καὶ τὴν Οὐενοαντανήν,Ῥωμαίων ἀποικίαν ὑπάρχουσαν· εἷλον δὲ καὶ πόλιν Οὐενουσίαν, ἀτείχιστον οὖσαν καὶ πολλῆς καὶ παντοδαπῆς ἀποσκευῆς γέμουσαν.οἱ δὲ Ῥωμαῖοι κατόπιν μὲν εἵποντο συνεχῶς, μιᾶς καὶ δυεῖν ἡμερῶν ὁδὸν ἀπέχοντες, ἐγγίζειν γε μὴν καὶ συμπλέκεσθαι τοῖς πολεμίοις οὐχ οἷοί τʼ ἦσαν.διόπερ Ἀννίβας ὁρῶν τὸν Φάβιον φυγομαχοῦντα μὲν προδήλως τοῖς δʼ ὅλοις οὐκ ἐκχωροῦντα τῶν ὑπαίθρων, ὥρμησε τολμηρῶς εἰς τὰ περὶ Καπύην πεδία, καὶ τούτων εἰς τὸν προσαγορευόμενον Φάλερνον τόπον,πεπεισμένος δυεῖν θάτερον, ἢ μάχεσθαι τοὺς πολεμίους ἀναγκάσειν ἢ πᾶσι δῆλον ποιήσειν ὅτι κρατεῖ τῶν ὅλων καὶ παραχωροῦσι Ῥωμαῖοι τῶν ὑπαίθρων αὐτοῖς.οὗ γενομένου καταπλαγείσας ἤλπιζε τὰς πόλεις ὁρμήσειν πρὸς τὴν ἀπὸ Ῥωμαίων ἀπόστασιν.ἕως γὰρ τότε δυσὶ μάχαις ἤδη λελειμμένων αὐτῶν οὐδεμία πόλις ἀπέστη τῶν κατὰ τὴν Ἰταλίαν πρὸς Καρχηδονίους, ἀλλὰ διετήρουν τὴν πίστιν, καίπερ ἔνιαι πάσχουσαι κακῶς.ἐξ ὧν καὶ παρασημήναιτʼ ἄν τις τὴν κατάπληξιν καὶ καταξίωσιν παρὰ τοῖς συμμάχοις τοῦ Ῥωμαίων πολιτεύματος.οὐ μὴν ἀλλʼ ὅ γʼ Ἀννίβας εἰκότως ἐπὶ τούτους κατήντα τοὺς λογισμούς.τὰ γὰρ πεδία τὰ κατὰ Καπύην ἐπιφανέστατα μέν ἐστι τῶν κατὰ τὴν Ἰταλίαν καὶ διὰ τὴν ἀρετὴν καὶ διὰ τὸ κάλλος καὶ διὰ τὸ πρὸς αὐτῇ κεῖσθαι τῇ θαλάττῃ καὶ τούτοις χρῆσθαι τοῖς ἐμπορίοις, εἰς ἃ σχεδὸν ἐκ πάσης τῆς οἰκουμένης κατατρέχουσιν οἱ πλέοντες εἰς Ἰταλίαν.περιέχουσι δὲ καὶ τὰς ἐπιφανεστάτας καὶ καλλίστας πόλεις τῆς Ἰταλίας ἐν αὑτοῖς.τὴν μὲν γὰρ παραλίαν αὐτῶν Σενοεσανοὶ καὶ Κυμαῖοι καὶ Δικαιαρχῖται νέμονται, πρὸς δὲ τούτοις Νεαπολῖται, τελευταῖον δὲ τὸ τῶν Νουκερίνων ἔθνος.τῆς δὲ μεσογαίου τὰ μὲν πρὸς τὰς ἄρκτους Καληνοὶ καὶ Τιανῖται κατοικοῦσι, τὰ δὲ πρὸς ἕω καὶ μεσημβρίαν Δαύνιοικαὶ Νωλανοί. κατὰ μέσα δὲ τὰ πεδία κεῖσθαι συμβαίνει τὴν πασῶν ποτε μακαριωτάτην γεγονυῖαν πόλιν Καπύην.ἐπιεικέστατος δὲ καὶ παρὰ τοῖς μυθογράφοις ὁ περὶ τούτων τῶν πεδίων λέγεται λόγος· προσαγορεύεται δὲ καὶ ταῦτα Φλεγραῖα, καθάπερ καὶ ἕτερα τῶν ἐπιφανῶν πεδίων· θεούς γε μὴν μάλιστα περὶ τούτων εἰκὸς ἠρικέναι διὰ τὸ κάλλος καὶ τὴν ἀρετὴν αὐτῶν.