ἵνα διορθωσάμενοι τὴν τῶν προγεγονότων ἄγνοιαν ἐν τούτοις γνώριμα ποιήσωμεν τοῖς Ἕλλησι καὶ ταῦτα τὰ μέρη τῆς οἰκουμένης.νῦν δʼ ἀναδραμόντες ἐπὶ τὴν παρέκβασιν τῆς διηγήσεως πειρασόμεθα δηλοῦν τοὺς γενομένους ἐκ παρατάξεως ἐν Ἰταλίᾳ Ῥωμαίοις καὶ Καρχηδονίοις ἀγῶνας.τὸ μὲν οὖν πλῆθος τῆς δυνάμεως, ὅπερ ἔχων Ἀννίβας ἐνέβαλεν εἰς Ἰταλίαν, ἤδη δεδηλώκαμεν.μετὰ δὲ τὴν εἰσβολὴν καταστρατοπεδεύσας ὑπʼ αὐτὴν τὴν παρώρειαν τῶν Ἄλπεων τὰς μὲν ἀρχὰς ἀνελάμβανε τὰς δυνάμεις.οὐ γὰρ μόνον ὑπὸ τῶν ἀναβάσεων καὶ καταβάσεων, ἔτι δὲ τραχυτήτων τῶν κατὰ τὰς ὑπερβολάς, δεινῶς τεταλαιπωρήκει τὸ σύμπαν αὐτῷ στρατόπεδον, ἀλλὰ καὶ τῇ τῶν ἐπιτηδείων σπάνει καὶ ταῖς τῶν σωμάτων ἀθεραπευσίαις κακῶς ἀπήλλαττε.πολλοὶ δὲ καὶ καθυφεῖνθʼ ἑαυτοὺς ὁλοσχερῶς διὰ τὴν ἔνδειαν καὶ συνέχειαν τῶν πόνων. οὔτε γὰρ διακομίζειν εἰς τοσαύτας μυριάδας διὰ τοιούτων τόπων δαψιλῆ τὰ πρὸς τὴν τροφὴν οἷοί τʼ ἦσαν, ἅ τε καὶ παρεκόμιζον, ἅμα τῇ τῶν ὑποζυγίων καταφθορᾷ καὶ τούτων τὰ πλεῖστα συναπώλλυτο.διόπερ ὁρμήσας ἀπὸ τῆς τοῦ Ῥοδανοῦ διαβάσεως, πεζοὺς μὲν εἰς ὀκτακισχιλίους καὶ τρισμυρίους ἔχων ἱππεῖς δὲ πλείους ὀκτακισχιλίων, σχεδόν που τὴν ἡμίσειαν τῆς δυνάμεως, καθάπερ ἐπάνω προεῖπον, ἐν ταῖς ὑπερβολαῖς διέφθειρεν.οἵ γε μὴν σωθέντες καὶ ταῖς ἐπιφανείαις καὶ τῇ λοιπῇ διαθέσει διὰ τὴν συνέχειαν τῶν προειρημένων πόνων οἷον ἀποτεθηριωμένοι πάντες ἦσαν.πολλὴν οὖν ποιούμενος πρόνοιαν Ἀννίβας τῆς ἐπιμελείας αὐτῶν ἀνεκτᾶτο καὶ τὰς ψυχὰς ἅμα καὶ τὰ σώματα τῶν ἀνδρῶν, ὁμοίως δὲ καὶ τῶν ἵππων.μετὰ δὲ ταῦτα, προσανειληφυίας ἤδη τῆς δυνάμεως, τῶν Ταυρίνων, οἳ τυγχάνουσι πρὸς τῇ παρωρείᾳ κατοικοῦντες, στασιαζόντων μὲν πρὸς τοὺς Ἴνσομβρας ἀπιστούντων δὲ τοῖς Καρχηδονίοις,τὸ μὲν πρῶτον αὐτοὺς εἰς φιλίαν προυκαλεῖτο καὶ συμμαχίαν· οὐχ ὑπακουόντων δὲ περιστρατοπεδεύσας τὴν βαρυτάτην πόλιν ἐν τρισὶν ἡμέραις ἐξεπολιόρκησεν.κατασφάξας δὲ τοὺς ἐναντιωθέντας αὐτῷ τοιοῦτον ἐνειργάσατο φόβον τοῖς σύνεγγυς κατοικοῦσιν τῶν βαρβάρων ὥστε πάντας ἐκ χειρὸς παραγίνεσθαι, διδόντας αὑτοὺς εἰς τὴν πίστιν.τὸ δὲ λοιπὸν πλῆθος τῶν τὰ πεδία κατοικούντων Κελτῶν ἐσπούδαζε μὲν κοινωνεῖν τοῖς Καρχηδονίοις τῶν πραγμάτων κατὰ τὴν ἐξ ἀρχῆς ἐπιβολήν·παρηλλαχότων δὲ τῶν Ῥωμαϊκῶν στρατοπέδων ἤδη τοὺς πλείστους αὐτῶν καὶ διακεκλεικότων, ἡσυχίαν ἦγον· τινὲς δὲ καὶ συστρατεύειν ἠναγκάζοντο τοῖς Ῥωμαίοις.εἰς ἃ βλέπων Ἀννίβας ἔκρινε μὴ μέλλειν ἀλλὰ προάγειν εἰς τοὔμπροσθεν καὶ πράττειν τι πρὸς τὸ θαρρῆσαι τοὺς βουλομένους μετέχειν σφίσι τῶν αὐτῶν ἐλπίδων.προθέμενος δὲ ταῦτα καὶ τὸν Πόπλιον ἀκούων ἤδη διαβεβηκέναι τὸν Πάδον μετὰ τῶν δυνάμεων καὶ σύνεγγυς εἶναι, τὸ μὲν πρῶτον ἠπίστει τοῖς προσαγγελλομένοις,ἐνθυμούμενος μὲν ὅτι πρότερον ἡμέραις ὀλίγαις αὐτὸν ἀπέλιπε περὶ τὴν τοῦ Ῥοδανοῦ διάβασιν, καὶ συλλογιζόμενος τόν τε πλοῦν τὸν ἀπὸ Μασσαλίας εἰς Τυρρηνίαν ὡς μακρὸς καὶ δυσπαρακόμιστος εἴη,πρὸς δὲ τούτοις τὴν πορείαν ἱστορῶν τὴν ἀπὸ τοῦ Τυρρηνικοῦ πελάγους διὰ τῆς Ἰταλίας μέχρι πρὸς τὰς Ἄλπεις ὡς πολλὴ καὶ δυσδίοδος ὑπάρχει στρατοπέδοις.πλειόνων δὲ καὶ σαφεστέρως ἀεὶ προσαγγελλόντων, ἐθαύμαζε καὶ κατεπέπληκτο τὴν ὅλην ἐπιβολὴν καὶ τὴν πρᾶξιν τοῦ στρατηγοῦ.τὸ δὲ παραπλήσιον συνέβαινε πάσχειν καὶ τὸν Πόπλιον· τὰς μὲν γὰρ ἀρχὰς οὐδʼ ἐπιβάλλεσθαι τῇ διὰ τῶν Ἄλπεων ἤλπισε πορείᾳ τὸν Ἀννίβαν δυνάμεσιν ἀλλοφύλοις· εἰ δὲ καὶ τολμήσαι, καταφθαρήσεσθαι προδήλως αὐτὸν ὑπελάμβανεν. διόπερ ἐν τοιούτοις ὢν διαλογισμοῖς,ὡς ἐπυνθάνετο καὶ σεσῶσθαι καὶ πολιορκεῖν αὐτὸν ἤδη τινὰς πόλεις ἐν Ἰταλίᾳ, κατεπέπληκτο τὴν τόλμαν καὶ τὸ παράβολον τἀνδρός.τὸ δʼ αὐτὸ συνέβαινεν καὶ τοῖς ἐν τῇ Ῥώμῃ πεπονθέναι περὶ τῶν προσπιπτόντων.ἄρτι γὰρ τῆς τελευταίας φήμης καταληγούσης ὑπὲρ τῶν Καρχηδονίων ὅτι Ζάκανθαν εἰλήφασιν, καὶ πρὸς ταύτην βεβουλευμένων τὴν ἔννοιαν, καὶ τὸν μὲν ἕνα τῶν στρατηγῶν ἐξαπεσταλκότων εἰς τὴν Λιβύην, ὡς αὐτὴν τὴν Καρχηδόνα πολιορκήσοντα, τὸν ἕτερον δʼ εἰς Ἰβηρίαν, ὡς πρὸς Ἀννίβαν ἐκεῖ διαπολεμήσοντα, παρῆν ἀγγελία διότι πάρεστιν Ἀννίβας μετὰ δυνάμεως καὶ πολιορκεῖ τινας ἤδη πόλεις ἐν Ἰταλίᾳ.διότι παραδόξου φανέντος αὐτοῖς τοῦ γινομένου, διαταραχθέντες παραχρῆμα πρὸς τὸν Τεβέριον εἰς τὸ Λιλύβαιον ἐξαπέστελλον, δηλοῦντες μὲν τὴν παρουσίαν τῶν πολεμίων, οἰόμενοι δὲ δεῖν ἀφέμενον τῶν προκειμένων κατὰ σπουδὴν βοηθεῖν τοῖς ἰδίοις πράγμασιν.ὁ δὲ Τεβέριος τοὺς μὲν ἀπὸ τοῦ στόλου παραυτίκα συναθροίσας ἐξέπεμψε, παραγγείλας ποιεῖσθαι τὸν πλοῦν ὡς ἐπʼ οἴκου· τὰς δὲ πεζικὰς δυνάμεις ἐξώρκισε διὰ τῶν χιλιάρχων, τάξας ἡμέραν ἐν ᾗ δεήσει πάντας ἐν Ἀριμίνῳ γενέσθαι κοιταίους.αὕτη δʼ ἔστι πόλις παρὰ τὸν Ἀδρίαν ἐπὶ τῷ πέρατι κειμένη τῶν περὶ τὸν Πάδον πεδίων ὡς ἀπὸ μεσημβρίας.πανταχόθεν δὲ τοῦ κινήματος ἅμα γινομένου, καὶ τῶν συμβαινόντων πᾶσι παρὰ δόξαν προσπιπτόντων, ἦν παρʼ ἑκάστοις ἐπίστασις ὑπὲρ τοῦ μέλλοντος οὐκ εὐκαταφρόνητος.