ποιησάμενος δὲ τὴν πορείαν διὰ Τυρρηνίας καὶ παραλαβὼν τὰ παρὰ τῶν ἑξαπελέκεων στρατόπεδα τὰ προκαθήμενα καὶ προσπολεμοῦντα τοῖς Βοίοις ἧκε πρὸς τὰ περὶ τὸν Πάδον πεδία καὶ καταστρατοπεδεύσας ἐπεῖχε τοῖς πολεμίοις, σπεύδων συμβαλεῖν εἰς μάχην.ἡμεῖς δʼ ἐπειδὴ καὶ τὴν διήγησιν καὶ τοὺς ἡγεμόνας ἀμφοτέρων καὶ τὸν πόλεμον εἰς Ἰταλίαν ἠγάγομεν, πρὸ τοῦ τῶν ἀγώνων ἄρξασθαι βραχέα βουλόμεθα περὶ τῶν ἁρμοζόντων τῇ πραγματείᾳ διελθεῖν.ἴσως γὰρ δή τινες ἐπιζητήσουσι πῶς πεποιημένοι τὸν πλεῖστον λόγον ὑπὲρ τῶν κατὰ Λιβύην καὶ κατʼ Ἰβηρίαν τόπων οὔτε περὶ τοῦ καθʼ Ἡρακλέους στήλας στόματος οὐδὲν ἐπὶ πλεῖον εἰρήκαμεν οὔτε περὶ τῆς ἔξω θαλάττης καὶ τῶν ἐν ταύτῃ συμβαινόντων ἰδιωμάτων,οὐδὲ μὴν περὶ τῶν Βρεττανικῶν νήσων καὶ τῆς τοῦ καττιτέρου κατασκευῆς, ἔτι δὲ τῶν ἀργυρείων καὶ χρυσείων τῶν κατʼ αὐτὴν Ἰβηρίαν, ὑπὲρ ὧν οἱ συγγραφεῖς ἀμφισβητοῦντες πρὸς ἀλλήλους τὸν πλεῖστον διατίθενται λόγον.ἡμεῖς δʼ οὐχὶ νομίζοντες ἀλλότριον εἶναι τοῦτο τὸ μέρος τῆς ἱστορίας, διὰ τοῦτο παρελείπομεν, ἀλλὰ πρῶτον μὲν οὐ βουλόμενοι παρʼ ἕκαστα διασπᾶν τὴν διήγησιν οὐδʼ ἀποπλανᾶν ἀπὸ τῆς πραγματικῆς ὑποθέσεως τοὺς φιληκοοῦντας,δεύτερον δὲ κρίνοντες οὐ διερριμμένην οὐδʼ ἐν παρέργῳ ποιήσασθαι τὴν περὶ αὐτῶν μνήμην, ἀλλὰ κατʼ ἰδίαν καὶ τόπον καὶ καιρὸν ἀπονείμαντες τῷ μέρει τούτῳ, καθʼ ὅσον οἷοί τʼ ἐσμέν, τὴν ἀλήθειαν περὶ αὐτῶν ἐξηγήσασθαι.διόπερ οὐ χρὴ θαυμάζειν οὐδʼ ἐν τοῖς ἑξῆς, ἐὰν ἐπί τινας τόπους ἐρχόμενοι τοιούτους παραλείπωμεν τοῦτο τὸ μέρος διὰ τὰς προειρημένας αἰτίας.εἰ δέ τινες πάντως ἐπιζητοῦσι κατὰ τόπον καὶ κατὰ μέρος τῶν τοιούτων ἀκούειν, ἴσως ἀγνοοῦσι παραπλήσιόν τι πάσχοντες τοῖς λίχνοις τῶν δειπνητῶν.καὶ γὰρ ἐκεῖνοι πάντων ἀπογευόμενοι τῶν παρακειμένων οὔτε κατὰ τὸ παρὸν οὐδενὸς ἀληθινῶς ἀπολαύουσι τῶν βρωμάτων οὔτʼ εἰς τὸ μέλλον ὠφέλιμον ἐξ αὐτῶν τὴν ἀνάδοσιν καὶ τροφὴν κομίζονται, πᾶν δὲ τοὐναντίον·οἵ τε περὶ τὴν ἀνάγνωσιν τὸ παραπλήσιον ποιοῦντες οὔτε τῆς παραυτίκα διαγωγῆς ἀληθινῶς οὔτε τῆς εἰς τὸ μέλλον ὠφελείας στοχάζονται δεόντως.διότι μὲν οὖν, εἰ καί τι τῶν τῆς ἱστορίας μερῶν ἄλλο, καὶ τοῦτο προσδεῖ λόγου καὶ διορθώσεως ἀληθινωτέρας, προφανὲς ἐκ πολλῶν μάλιστα δʼ ἐκ τούτων.σχεδὸν γὰρ πάντων, εἰ δὲ μή γε, τῶν πλείστων συγγραφέων πεπειραμένων μὲν ἐξηγεῖσθαι τὰς ἰδιότητας καὶ θέσεις τῶν περὶ τὰς ἐσχατιὰς τόπων τῆς καθʼ ἡμᾶς οἰκουμένης, ἐν πολλοῖς δὲ τῶν πλείστων διημαρτηκότων,παραλείπειν μὲν οὐδαμῶς καθήκει, ῥητέον δέ τι πρὸς αὐτοὺς οὐκ ἐκ παρέργου καὶ διερριμμένως ἀλλʼ ἐξ ἐπιστάσεως, καὶ ῥητέον οὐκ ἐπιτιμῶντας οὐδʼ ἐπιπλήττοντας,ἐπαινοῦντας δὲ μᾶλλον καὶ διορθουμένους τὴν ἄγνοιαν αὐτῶν, γινώσκοντας ὅτι κἀκεῖνοι τῶν νῦν καιρῶν ἐπιλαβόμενοι πολλὰ τῶν αὐτοῖς εἰρημένων εἰς διόρθωσιν ἂν καὶ μετάθεσιν ἤγαγον.ἐν μὲν γὰρ τῷ προγεγονότι χρόνῳ σπανίους ἂν εὕροι τις τῶν Ἑλλήνων τοὺς ἐπιβεβλημένους πολυπραγμονεῖν τὰ κατὰ τὰς ἐσχατιὰς διὰ τὸ τῆς ἐπιβολῆς ἀδύνατον.πολλοὶ μὲν γὰρ ἦσαν οἱ κατὰ θάλατταν τότε κίνδυνοι καὶ δυσεξαρίθμητοι, πολλαπλάσιοι δὲ τούτων οἱ κατὰ γῆν.ἀλλʼ εἰ καί τις ἢ κατʼ ἀνάγκην ἢ κατὰ προαίρεσιν ἐξίκοιτο πρὸς τὰ πέρατα τῆς οἰκουμένης, οὐδʼ οὕτως ἤνυεν τὸ προκείμενον.δυσχερὲς μὲν γὰρ ἐπὶ πλέον τινῶν αὐτόπτην γενέσθαι διὰ τὸ τοὺς μὲν ἐκβεβαρβαρῶσθαι τοὺς δʼ ἐρήμους εἶναι τόπους, ἔτι δὲ χαλεπώτερον τὸ περὶ τῶν ὁραθέντων διὰ λόγου τι γνῶναι καὶ μαθεῖν διὰ τὸ τῆς φωνῆς ἐξηλλαγμένον.ἐὰν δὲ καὶ γνῷ τις, ἔτι τῶν πρὸ τοῦ δυσχερέστερον τὸ τῶν ἑωρακότων τινὰ μετρίῳ χρῆσθαι τρόπῳ καὶ καταφρονήσαντα τῆς παραδοξολογίας καὶ τερατείας ἑαυτοῦ χάριν προτιμῆσαι τὴν ἀλήθειαν καὶ μηδὲν τῶν πάρεξ ὄντων ἡμῖνἀναγγεῖλαι. διόπερ οὐ δυσχεροῦς ἀλλʼ ἀδυνάτου σχεδὸν ὑπαρχούσης κατά γε τοὺς προγεγονότας καιροὺς τῆς ἀληθοῦς ἱστορίας ὑπὲρ τῶν προειρημένων, οὐκ εἴ τι παρέλιπον οἱ συγγραφεῖς ἢ διήμαρτον, ἐπιτιμᾶν αὐτοῖς ἄξιον,ἀλλʼ ἐφʼ ὅσον ἔγνωσάν τι καὶ προεβίβασαν τὴν ἐμπειρίαν τὴν περὶ τούτων ἐν τοιούτοις καιροῖς, ἐπαινεῖν καὶ θαυμάζειν αὐτοὺς δίκαιον.ἐν δὲ τοῖς καθʼ ἡμᾶς τῶν μὲν κατὰ τὴν Ἀσίαν διὰ τὴν Ἀλεξάνδρου δυναστείαν τῶν δὲ λοιπῶν τόπων διὰ τὴν Ῥωμαίων ὑπεροχὴν σχεδὸν ἁπάντων πλωτῶν καὶ πορευτῶν γεγονότων,ἀπολελυμένων δὲ καὶ τῶν πρακτικῶν ἀνδρῶν τῆς περὶ τὰς πολεμικὰς καὶ πολιτικὰς πράξεις φιλοτιμίας, ἐκ δὲ τούτων πολλὰς καὶ μεγάλας ἀφορμὰς εἰληφότων εἰς τὸ πολυπραγμονεῖν καὶ φιλομαθεῖν περὶ τῶν προειρημένων,δέον ἂν εἴη καὶ βέλτιον γινώσκειν καὶ ἀληθινώτερον ὑπὲρ τῶν πρότερον ἀγνοουμένων. ὅπερ ἡμεῖς αὐτοί τε πειρασόμεθα ποιεῖν,λαβόντες ἁρμόζοντα τόπον ἐν τῇ πραγματείᾳ τῷ μέρει τούτῳ, τούς τε φιλοπευστοῦντας ὁλοσχερέστερον βουλησόμεθα συνεπιστῆσαι περὶ τῶν προειρημένων,ἐπειδὴ καὶ τὸ πλεῖον τούτου χάριν ὑπεδεξάμεθα τοὺς κινδύνους [καὶ τὰς κακοπαθείας] τοὺς συμβάντας ἡμῖν ἐν πλάνῃ τῇ κατὰ Λιβύην καὶ κατʼ Ἰβηρίαν, ἔτι δὲ Γαλατίαν καὶ τὴν ἔξωθεν ταύταις ταῖς χώραις συγκυροῦσαν θάλατταν,