μετὰ δὲ ταῦτα, γεωλόφου τινὸς ὑπάρχοντος μεταξὺ τῶν στρατοπέδων, ὃς εὐκαίρως καὶ σύνεγγυς ἐπέκειτο τῇ τῶν πολεμίων παρεμβολῇ, τοῦτον ἔτι νυκτὸς ἐξαποστείλας περὶ δισχιλίους τῶν λογχοφόρων κατελάβετο.οὓς ἐπιγενομένης τῆς ἡμέρας συνιδὼν Μάρκος ἐξῆγε τοὺς εὐζώνους καὶ προσέβαλε τῷ λόφῳ.γενομένου δʼ ἀκροβολισμοῦ νεανικοῦ, τέλος ἐπεκράτησαν οἱ Ῥωμαῖοι καὶ μετὰ ταῦτα τὴν ὅλην στρατοπεδείαν μετεβίβασαν εἰς τοῦτον τὸν τόπον.ὁ δʼ Ἀννίβας ἕως μέν τινος διὰ τὴν ἀντιστρατοπεδείαν συνεῖχεν τὸ πλεῖστον μέρος τῆς δυνάμεως ἐφʼ αὑτόν.πλειόνων δὲ γενομένων ἡμερῶν, ἠναγκάζετο τοὺς μὲν ἐπὶ τὴν νομὴν τῶν θρεμμάτων ἀπομερίζειν τοὺς δʼ ἐπὶ τὴν σιτολογίαν,σπουδάζων κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν μήτε τὴν λείαν καταφθεῖραι τόν τε σῖτον ὡς πλεῖστον συναγαγεῖν, ἵνα πάντων ᾖ κατὰ τὴν παραχειμασίαν δαψίλεια τοῖς ἀνδράσιν, μὴ χεῖρον δὲ τοῖς ὑποζυγίοις καὶ τοῖς ἵπποις·εἶχε γὰρ τὰς πλείστας ἐλπίδας τῆς αὑτοῦ δυνάμεως ἐν τῷ τῶν ἱππέων τάγματι.καθʼ ὃν δὴ καιρὸν Μάρκος συνθεωρήσας τὸ πολὺ μέρος τῶν ὑπεναντίων ἐπὶ τὰς προειρημένας χρείας κατὰ τῆς χώρας σκεδαννύμενον, λαβὼν τὸν ἀκμαιότατον καιρὸν τῆς ἡμέρας ἐξῆγε τὴν δύναμινκαὶ συνεγγίσας τῇ παρεμβολῇ τῶν Καρχηδονίων τὰ μὲν βαρέα τῶν ὅπλων ἐξέταξε, τοὺς δʼ ἱππεῖς καὶ τοὺς εὐζώνους κατὰ μέρη διελὼν ἐπαφῆκε τοῖς προνομεύουσι, παραγγείλας μηδένα ζωγρεῖν.Ἀννίβας δὲ τούτου συμβάντος εἰς ἀπορίαν ἐνεπεπτώκει μεγάλην· οὔτε γὰρ ἀντεξάγειν τοῖς παρατεταγμένοις ἀξιόχρεως ἦν οὔτε παραβοηθεῖν τοῖς ἐπὶ τῆς χώρας διεσπαρμένοις.τῶν δὲ Ῥωμαίων οἱ μὲν ἐπὶ τοὺς προνομεύοντας ἐξαποσταλέντες πολλοὺς τῶν ἐσκεδασμένων ἀπέκτειναν· οἱ δὲ παρατεταγμένοι τέλος εἰς τοῦτʼ ἦλθον καταφρονήσεως ὥστε καὶ διασπᾶν τὸν χάρακα καὶ μόνον οὐ πολιορκεῖν τοὺς Καρχηδονίους.ὁ δʼ Ἀννίβας ἦν μὲν ἐν κακοῖς, ὅμως δὲ χειμαζόμενος ἔμενε, τοὺς πελάζοντας ἀποτριβόμενος καὶ μόλις διαφυλάττων τὴν παρεμβολήν,ἕως Ἀσδρούβας ἀναλαβὼν τοὺς ἀπὸ τῆς χώρας συμπεφευγότας εἰς τὸν χάρακα τὸν περὶ τὸ Γερούνιον, ὄντας εἰς τετρακισχιλίους, ἧκε παραβοηθῶν.τότε δὲ μικρὸν ἀναθαρρήσας ἐπεξῆλθε καὶ βραχὺ πρὸ τῆς στρατοπεδείας παρεμβαλὼν μόλις ἀπεστρέψατο τὸν ἐνεστῶτα κίνδυνον.Μάρκος δὲ πολλοὺς μὲν ἐν τῇ περὶ τὸν χάρακα συμπλοκῇ τῶν πολεμίων ἀποκτείνας, ἔτι δὲ πλείους ἐπὶ τῆς χώρας διεφθαρκώς, τότε μὲν ἐπανῆλθεν, μεγάλας ἐλπίδας ἔχων ὑπὲρ τοῦ μέλλοντος.τῇ δʼ ἐπαύριον ἐκλιπόντων τὸν χάρακα τῶν Καρχηδονίων, ἐπέβη καὶ κατελάβετο τὴν ἐκείνων παρεμβολήν.ὁ γὰρ Ἀννίβας διαγωνιάσας τοὺς Ῥωμαίους μὴ καταλαβόμενοι νυκτὸς ἔρημον ὄντα τὸν ἐπὶ τῷ Γερουνίῳ χάρακα κύριοι γένωνται τῆς ἀποσκευῆς καὶ τῶν παραθέσεων, ἔκρινεν αὐτὸς ἀναχωρεῖν καὶ πάλιν ἐκεῖ ποιεῖσθαι τὴν στρατοπεδείαν.ἀπὸ δὲ τούτων τῶν καιρῶν οἱ μὲν Καρχηδόνιοι ταῖς προνομαῖς εὐλαβέστερον ἐχρῶντο καὶ φυλακτικώτερον, οἱ δὲ Ῥωμαῖοι τἀναντία θαρραλεώτερον καὶ προπετέστερον.οἱ δʼ ἐν τῇ Ῥώμῃ, προσπεσόντος σφίσι τοῦ γεγονότος μειζόνως ἢ κατὰ τὴν ἀλήθειαν, περιχαρεῖς ἦσαν διὰ τὸ πρῶτον μὲν ἐκ τῆς προϋπαρχούσης ὑπὲρ τῶν ὅλων δυσελπιστίας οἱονεὶ μεταβολήν τινα πρὸς τὸ βέλτιον αὐτοῖς προφαίνεσθαι,δεύτερον δὲ καὶ διὰ τὸ δοκεῖν τὸν πρὸ τούτου χρόνον τὴν ἀπραγίαν καὶ κατάπληξιν τῶν στρατοπέδων μὴ παρὰ τὴν τῶν δυνάμεων ἀποδειλίασιν, ἀλλὰ παρὰ τὴν τοῦ προεστῶτος εὐλάβειαν γεγονέναι.διὸ καὶ τὸν μὲν Φάβιον ᾐτιῶντο καὶ κατεμέμφοντο πάντες ὡς ἀτόλμως χρώμενον τοῖς καιροῖς, τὸν δὲ Μάρκον ἐπὶ τοσοῦτον ηὖξον διὰ τὸ συμβεβηκὸς ὥστε τότε γενέσθαι τὸ μηδέποτε γεγονός·αὐτοκράτορα γὰρ κἀκεῖνον κατέστησαν, πεπεισμένοι ταχέως αὐτὸν τέλος ἐπιθήσειν τοῖς πράγμασι· καὶ δὴ δύο δικτάτορες ἐγεγόνεισαν ἐπὶ τὰς αὐτὰς πράξεις, ὃ πρότερον οὐδέποτε συνεβεβήκει παρὰ Ῥωμαίοις.τῷ δὲ Μάρκῳ διασαφηθείσης τῆς τε τοῦ πλήθους εὐνοίας καὶ τῆς παρὰ τοῦ δήμου δεδομένης ἀρχῆς αὐτῷ, διπλασίως παρωρμήθη πρὸς τὸ παραβάλλεσθαι καὶ κατατολμᾶν τῶν πολεμίων.ἧκε δὲ καὶ Φάβιος ἐπὶ τὰς δυνάμεις οὐδὲν ἠλλοιωμένος ὑπὸ τῶν συμβεβηκότων, ἔτι δὲ βεβαιότερον μένων ἐπὶ τῆς ἐξ ἀρχῆς διαλήψεως.θεωρῶν δὲ τὸν Μάρκον ἐκπεφυσημένον καὶ πρὸς πάντʼ ἀντιφιλονικοῦντα καὶ καθόλου πολὺν ὄντα πρὸς τῷ διακινδυνεύειν, αἵρεσιν αὐτῷ προύτεινε τοιαύτην, ἢ κατὰ μέρος ἄρχειν ἢ διελόμενον τὰς δυνάμεις χρῆσθαι τοῖς σφετέροις στρατοπέδοις κατὰ τὴν αὑτοῦ προαίρεσιν.τοῦ δὲ καὶ λίαν ἀσμένως δεξαμένου τὸν μερισμόν, διελόμενοι τὸ πλῆθος χωρὶς ἐστρατοπέδευσαν ἀλλήλων, ἀπέχοντες ὡς δώδεκασταδίους. Ἀννίβας δὲ τὰ μὲν ἀκούων τῶν ἁλισκομένων αἰχμαλώτων, τὰ δὲ θεωρῶν ἐκ τῶν πραττομένων ᾔδει τήν τε τῶν ἡγεμόνων πρὸς ἀλλήλους φιλοτιμίαν καὶ τὴν ὁρμὴν καὶ τὴν φιλοδοξίαν τοῦ Μάρκου.διόπερ οὐ καθʼ αὑτοῦ, πρὸς αὑτοῦ δὲ νομίσας εἶναι τὰ συμβαίνοντα περὶ τοὺς ἐναντίους, ἐγίνετο περὶ τὸν Μάρκον, σπουδάζων τὴν τόλμαν ἀφελέσθαι καὶ προκαταλαβεῖν αὐτοῦ τὴν ὁρμήν.