ὑπὲρ ὧν ἔγωγε διηπόρηκα τί δεῖ ποιεῖν· τό τε γὰρ γράφειν κατὰ μέρος ὑπὲρ τοιούτων ἀκριβολογούμενον ἃ διʼ ἀπορρήτων πρὸς αὑτοὺς οἱ βασιλεῖς ἔπραττον εὐεπίληπτον ἐφαίνετο καὶ τελέως ἐπισφαλές,τό τε παρασιωπῆσαι πάλιν ὁλοσχερῶς τὸ δοκοῦν πραγματικώτατον ἐν τῷ πολέμῳ τούτῳ γεγονέναι, καὶ διʼ οὗ πολλὰ τῶν ὕστερον ἀπορουμένων γνωρίμους ἔσχε τὰς αἰτίας, τελέως τινὸς ἀργίας ἐδόκει μοι σημεῖον εἶναι καὶ τῆς πάσης ἀτολμίας·οὐ μὴν ἀλλὰ κατηνέχθην ἐπὶ τὸ γράφειν κεφαλαιωδῶς τὸ δοκοῦν, καὶ διʼ ὧν εἰκότων καὶ σημείων ἐπὶ ταύτης ἐγενόμην τῆς γνώμης, ὑπάρχων κατὰ τοὺς αὐτοὺς καιροὺς καὶ μᾶλλον ἑτέρων ἐκπληττόμενος ἕκαστα τῶν γενομένων.ὅτι μὲν οὖν Κύδας ὁ Κρὴς στρατευόμενος παρʼ Εὐμένει καὶ τιμώμενος ὡς ἔνι μάλιστα, πρῶτον μὲν πρὸς Ἀμφίπολιν παραγενόμενος Χειμάρῳ, τινὶ τῶν σὺν Περσεῖ στρατευομένων Κρητῶν, καὶ πάλιν πρὸς Δημητριάδι συνεγγίσας τῷ τείχει ἐκοινολογεῖτο τὸ μὲν πρῶτον Μενεκράτει, τὸ δὲ δεύτερον Ἀντιμάχῳ,εἴρηται· καὶ μὴν ὅτι δὶς Ἡροφῶν ἐπρέσβευσε πρὸς Εὐμένη παρὰ Περσέως, καὶ διὰ τοῦτο Ῥωμαίων οἱ πλείους ὑποψίαν ἔσχον οὐκ ἀπίθανον περὶ τοῦ βασιλέως Εὐμένους, δῆλον ἐκ τῶν περὶ Ἄτταλον συμβάντων·τῷ μὲν γὰρ συνεχώρησαν καὶ παραγενέσθαι πρὸς σφᾶς εἰς τὴν Ῥώμην ἐκ τοῦ Βρεντεσίου καὶ χρηματίσαι περὶ ὧν προῃρεῖτο, καὶ τέλος ἀποκρίσεις δόντες αὐτῷ φιλανθρώπους ἀπέστειλαν, οὐδὲν οὔτε πρότερον οὔτε κατὰ τὸν πρὸς Περσέα πόλεμον ἀξιόλογον αὐτοῖς συνηργηκότα·τὸν Εὐμένη δὲ τὰς μεγίστας χρείας σφίσι παρεσχημένον καὶ πλεῖστα συνηργηκότʼ ἔν τε τοῖς πρὸς Ἀντίοχον καὶ κατὰ τὸν πρὸς Περσέα πόλεμον οὐ μόνον τῆς εἰς τὴν Ῥώμην ἀναβάσεως ἐκώλυσαν, ἀλλὰ καὶ προσέταξαν μέσου χειμῶνος ὄντος ἐν ἡμέραις τακταῖς ἐκχωρεῖν ἐξ Ἰταλίας.ἐξ ὧν ὅτι μὲν γέγονέ τις ἐπιπλοκὴ τῷ Περσεῖ πρὸς τὸν Εὐμένη, διʼ ἣν ἐπὶ τοσοῦτον ἠλλοτριώθησαν πρὸς αὐτὸν Ῥωμαῖοι, προφανὲς ἐκ τῶν εἰρημένων·τίς δʼαὕτη καὶ μέχρι τίνος προύβη πάρεστι σκοπεῖν. ὅτι μὲν οὖν Εὐμένης οὐκ ἂν ἠβουλήθη Περσέα κρατῆσαι τῷ πολέμῳ καὶ γενέσθαι κύριον τῶν ὅλων, εὐχερὲς καταμαθεῖν·χωρὶς γὰρ τῆς πατρικῆς ἀλλοτριότητος καὶ δυσμενείας, ἣν εἶχον πρὸς ἀλλήλους, καὶ τὸ τῆς ἀρχῆς ὁμογενὲς ἱκανὸν ἦν ἀπιστίαν καὶ ζηλοτυπίαν καὶ καθόλου τὴν μεγίστην ἀλλοτριότητα παρασκευάζειν ἐν αὐτοῖς·λοιπὸν ἦν ἐξαπατᾶν καὶ στρατηγεῖν ἀλλήλους διʼ ἀπορρήτων· ὅπερ ἐποίουν ἀμφότεροι.θεωρῶν γὰρ Εὐμένης δυσπαθοῦντα καὶ συγκλειόμενον τὸν Περσέα πανταχόθεν καὶ πᾶν τὸ παραγγελλόμενον ἐπιδεχόμενον χάριν τοῦ τὸν πόλεμον διαλύσασθαι καὶ διαπεμπόμενον ὑπὲρ τούτων πρὸς τοὺς στρατηγοὺς καθʼ ἕκαστον ἔτος,τοὺς δὲ Ῥωμαίους ὡσαύτως δυσχρηστουμένους τοῖς ὅλοις διά τε τὸ μηδὲν προκόπτειν ἐν τῷ πολέμῳ μέχρι τῆς Παύλου στρατηγίας καὶ διὰ τὸ τοὺς κατὰ τὴν Αἰτωλίαν μετεώρους ὑπάρχειν,ὑπέλαβεν οὐκ ἀδύνατον εἶναι τὸ συγκαταβῆναι Ῥωμαίους εἰς ἐξαγωγὴν τοῦ πολέμου καὶ διάλυσιν·πρὸς δὲ τὸ μεσιτεῦσαι ταῦτα καὶ συναγαγεῖν ἐνόμισεν αὑτὸν ἐπιτηδειότατον εἶναι.ταῦτα δὲ συλλογισάμενος ἐφʼ ἑαυτοῦ κατεπείραζε τοῦ Περσέως διὰ Κύδα τοῦ Κρητὸς τῷ πρότερον ἔτει πόσου βούλοιτʼ ἂν ὠνήσασθαι τὴν ἐλπίδα ταύτην. ἡ μὲν οὖν καταρχὴ τῆς πρὸς ἀλλήλους ἐπιπλοκῆς δοκεῖ μοι διὰ ταῦτα γεγονέναι·δυεῖν δὲ συγκρινομένων, τοῦ μὲν πανουργοτάτου δοκοῦντος εἶναι, τοῦ δὲ φιλαργυρωτάτου, γελοίαν συνέβαινε γίνεσθαι τὴν διαμάχην αὐτῶν.ὁ μὲν γὰρ Εὐμένης πᾶσαν ἐλπίδα προύτεινε καὶ πᾶν γένος δελέατος ὑπερρίπτει, πεπεισμένος θηρεύσειν τὸν Περσέα ταῖς ἐπαγγελίαις·ὁ δὲ Περσεὺς μακρόθεν ὥρμα πρὸς τὰ προτεινόμενα καὶ συνετίθετο, καταπιεῖν δὲ τῶν λεγομένων οὐδὲν οἷός τʼ ἦν ἐπὶ τοσοῦτον ὥστε καὶ προέσθαι τι τῶν αὑτοῦ.τὸ δὲ γένος τῶν παλαισμάτων ἦν τοιοῦτον. ὁ μὲν γὰρ Εὐμένης ᾔτει τοῦ μὲν ἡσυχίαν ἔχειν κατὰ τὸ τέταρτον ἔτος καὶ μὴ συστρατεῦσαι Ῥωμαίοις μήτε κατὰ γῆν μήτε κατὰ θάλατταν πεντακόσια τάλαντα, τοῦ δὲ διαλῦσαι τὸν πόλεμον χίλια πεντακόσια, καὶ τούτων ὁμήρους δώσειν κατὰ τάχος ὑπισχνεῖτο καὶ πίστεις.ὁ δὲ Περσεὺς ἐδέχετο περὶ τῶν ὁμήρων καὶ πόσα καὶ πότε πέμπεσθαι καὶ πῶς δεήσει ταῦτα τηρεῖσθαι παρὰ τοῖς Κνωσίοις·περὶ δὲ τῶν χρημάτων ὑπὲρ μὲν τῶν πεντακοσίων ταλάντων αἰσχρὸν ἔφησεν εἶναι καὶ τῷ διδόντι καὶ μᾶλλον ἔτι τῷ λαμβάνοντι τὸ δοκεῖν μισθοῦ τὴν ἡσυχίαν ἔχειν, τὰ δὲ χίλια καὶ πεντακόσια πέμψειν φέροντας ἔφη τοὺς περὶ Πολεμοκράτην εἰς Σαμοθρᾴκην κἀκεῖ μεσιτεύσειν. τῆς δὲ Σαμοθρᾴκης αὐτὸς ἦν κύριος· ὁ δʼ Εὐμένης σπουδάζων,καθάπερ οἱ μοχθηροὶ τῶν ἰατρῶν, περὶ τὸ πρόδομα μᾶλλον ἢ περὶ τὸν μισθὸν τέλος ἀπέστη τῆς ἐπιβολῆς, ἀδυνατήσας καταγωνίσασθαι τῇ σφετέρᾳ πανουργίᾳ τὴν τοῦ Περσέως μικρολογίαν.καὶ δὴ τῷ τοιούτῳ τρόπῳ ποιήσαντες ἱερὸν τὸν στέφανον τῆς φιλαργυρίας διελύθησαν ἐπʼ ἴσης, καθάπερ ἀγαθοὶ παλαισταί.τούτων δʼ ἔνια μὲν ἐξερρύη παρʼ αὐτὸν τὸν καιρόν, ἔνια δὲ μετʼ ὀλίγον εἰς τοὺς παρακειμένους τῷ Περσεῖ φίλους, παρʼ ὧν ἡμῖν ἐξεποίησε πυθέσθαι διότι πάσης κακίας ὡσανεὶ πατταλεῖόν ἐστιν ἡ φιλαργυρία.