ἔφη γὰρ αὐτοὺς μίαν ἔχειν διατριβὴν καὶ παρὰ τὰς συνουσίας καὶ παρὰ τὰς ἐν τοῖς περιπάτοις ὁμιλίας διοικεῖν αὐτοὺς ἐν Ῥώμῃ καθημένους τὸν ἐν Μακεδονίᾳ πόλεμον, ποτὲ μὲν ἐπιτιμῶντας τοῖς ὑπὸ τῶν στρατηγῶν πραττομένοις, ποτὲ δὲ τὰ παραλειπόμενα διεξιόντας·ἐξ ὧν ὄνησιν μὲν οὐδέποτε γίνεσθαι τοῖς κοινοῖς πράγμασι, βλάβην δὲ πολλάκις καὶ ἐπὶ πολλῶν γεγονέναι· καὶ ποτὲ δὲ τοὺς ἄρχοντας μεγάλα βλάπτεσθαι διὰ τὰς ἀκαίρους εὑρησιλογίας·πάσης γὰρ διαβολῆς ἐχούσης ὀξύ τι καὶ κινητικόν, ὅταν προκαταληφθῇ τὸ πλῆθος ἐκ τῆς συνεχοῦς λαλιᾶς, εὐκαταφρονήτους γίνεσθαι τοῖς ἐχθροῖς. —ὅτι ἡ σύγκλητος πυνθανομένη τὸν Ἀντίοχον τῆς μὲν Αἰγύπτου κύριον γεγονέναι, τῆς δʼ Ἀλεξανδρείας παρʼ ὀλίγον,νομίζουσα πρὸς αὑτήν τι διατείνειν τὴν αὔξησιν τοῦ προειρημένου βασιλέως, κατέστησε πρεσβευτὰς τοὺς περὶ Γάιον Ποπίλιον,τόν τε πόλεμον λύσοντας καὶ καθόλου θεασομένους τὴν τῶν πραγμάτων διάθεσιν ποία τις ἐστίν.καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν.ὅτι παραγενομένων πρὸ τοῦ χειμῶνος τῶν περὶ τὸν Ἱππίαν, οὓς ἀπεστάλκει πρεσβευτὰς ὁ Περσεὺς πρὸς Γένθιον ὑπὲρ τῆς συμμαχίας,καὶ διασαφούντων ὅτι πρόθυμος ὁ βασιλεύς ἐστιν ἀναδέχεσθαι τὸν πρὸς Ῥωμαίους πόλεμον, ἐὰν αὐτῷ δοθῇ τριακόσια τάλαντα καὶ πίστεις αἱ προσήκουσαι περὶ τῶν ὅλων,πυθόμενος ταῦτα καὶ κρίνων ἀναγκαίαν εἶναι τὴν Γενθίου κοινοπραγίαν προεχειρίσατο Πάνταυχον, ἕνα τῶν πρώτων φίλων,καὶ τοῦτον ἐξαπέστειλε, δοὺς ἐντολὰς πρῶτον μὲν ὁμολογήσαντα περὶ τῶν χρημάτων ὅρκους καὶ δοῦναι καὶ λαβεῖν ὑπὲρ τῆς συμμαχίας, εἶτα τοὺς ὁμήρους ἐξ αὐτῆς κἀκεῖνον πέμπειν, οὓς ἂν δοκῇ Πανταύχῳ, καὶ παρʼ αὐτοῦ λαμβάνειν οὓς ἂν ἀποφήνῃ Γένθιος διὰ τῶν ἐγγράπτων, πρὸς δὲ τούτοις διατάξασθαι περὶ τῆς κομιδῆς τῶν τριακοσίων ταλάντων.ὁ δὲ Πάνταυχος ἐξ αὐτῆς ποιησάμενος τὴν ὁρμὴν καὶ παραγενόμενος εἰς Μετέωνα τῆς Λαβεάτιδος κἀνταῦθα συμμίξας τῷ Γενθίῳ ταχέως παρεστήσατο τὸν νεανίσκον πρὸς τὸ κοινωνεῖν τῷ Περσεῖ τῶν αὐτῶν ἐλπίδων.τμηθέντων δὲ τῶν ὁρκίων ὑπὲρ τῆς συμμαχίας καὶ καταγραφέντων, εὐθέως ὁ Γένθιος ἅμα τοὺς ὁμήρους ἔπεμπε τοὺς ὑπὸ τοῦ Πανταύχου καταγραφέντας καὶ σὺν τούτοις Ὀλυμπίωνα παραληψόμενον τοὺς ὅρκους καὶ τοὺς ὁμήρους παρὰ τοῦ Περσέως, ἑτέρους δὲ τοὺς περὶ τῶν χρημάτων ἕξοντας τὴν ἐπιμέλειαν.σὺν δὲ τοῖς προειρημένοις ἔπεισεν ὁ Πάνταυχος τὸν Γένθιον καὶ πρεσβευτὰς συνεξαποστέλλειν, οἵτινες ἅμα τοῖς παρὰ τοῦ Περσέως πεμπομένοις εἰς τὴν Ῥόδον πρεσβεύσουσιν ὑπὲρ τῆς κοινῆς συμμαχίας.τούτου γὰρ γενομένου, καὶ συνεμβάντων τῶν Ῥοδίων εἰς τὸν πόλεμον, τελέως εὐκαταγωνίστους ἐσομένους ἀπέφαινε τοὺς Ῥωμαίους.ὁ δὲ πεισθεὶς τοῖς παρακαλουμένοις καὶ προχειρισάμενος Παρμενίωνα καὶ Μόρκον ἐξαπέστειλε, δοὺς ἐντολάς, ὅταν λάβωσιν τοὺς ὅρκους παρὰ τοῦ Περσέως καὶ τοὺς ὁμήρους, καὶ περὶ τῶν χρημάτων γένηται σύμφωνον, πρεσβεύειν εἰς τὴν Ῥόδον.οὗτοι μὲν οὖν πάντες προῆγον εἰς τὴν Μακεδονίαν· ὁ δὲ Πάνταυχος μένων παρὰ πλευρὰν ὑπεμίμνησκεν καὶ παρώξυνε τὸν νεανίσκον πρὸς τὸ μὴ καθυστερεῖν ταῖς παρασκευαῖς, ἀλλʼ ἕτοιμον ὄντα προκαταλαμβάνειν καὶ τόπους καὶ πόλεις καὶ συμμάχους· μάλιστα δʼ αὐτὸν ἠξίου παρασκευάζεσθαι πρὸς τὴν κατὰ θάλατταν μάχην·τῶν γὰρ Ῥωμαίων εἰς τέλος ἀπαρασκεύων ὄντων πρὸς τοῦτο τὸ μέρος κατά τε τοὺς περὶ τὴν Ἤπειρον καὶ τοὺς περὶ τὴν Ἰλλυρίδα τόπους, ἀκονιτὶ πᾶν τὸ προτεθὲν ἐπιτελεσθήσεσθαι διʼ αὐτοῦ καὶ τῶν ὑπʼ αὐτοῦ πεμπομένων.ὁ μὲν οὖν Γένθιος τούτοις τοῖς λόγοις ἀναπειθόμενος ἐγίνετο περί τε τὰς κατὰ γῆν καὶ κατὰ θάλατταν παρασκευάς.ὁ δὲ Περσεύς, παραγενομένων εἰς τὴν Μακεδονίαν τῶν πρεσβευτῶν παρὰ τοῦ Γενθίου καὶ τῶν ὁμηρευόντων, ὁρμήσας ἀπὸ τῆς περὶ τὸν Ἐλπειὸν ποταμὸν παρεμβολῆς μετὰ πάντων τῶν ἱππέων ἀπήντα τοῖς προειρημένοις εἰς τὸ Δῖον,καὶ συμμίξας πρῶτον μὲν ἀπέδωκε τοὺς ὅρκους ὑπὲρ τῆς συμμαχίας ἐναντίον πάντων τῶν ἱππέων· πάνυ γὰρ ἐβούλετο σαφῶς εἰδέναι τοὺς Μακεδόνας τὴν τοῦ Γενθίου κοινοπραγίαν, ἐλπίζων εὐθαρσεστέρους αὐτοὺς ὑπάρξειν, προσγενομένης ταύτης τῆς ῥοπῆς.ἔπειτα δὲ τοὺς ὁμήρους παρελάμβανε καὶ παρεδίδου τοὺς ἑαυτοῦ τοῖς περὶ Ὀλυμπίωνα. ὧν ἦσαν ἐπιφανέστατοι Λιμναῖος ὁ Πολεμοκράτους καὶ Βάλακρος ὁ Πανταύχου.μετὰ δὲ ταῦτα τοὺς μὲν ἐπὶ τὰ χρήματα παρόντας εἰς Πέλλαν ἐξέπεμπεν, ὡς ἐκεῖ παραληψομένους, τοὺς δὲ πρεσβευτὰς τοὺς εἰς τὴν Ῥόδον εἰς Θετταλονίκην πρὸς Μητρόδωρον, συντάξας ἑτοίμους εἶναι πρὸς τὸν πλοῦν. ἔπεισε δὲ καὶ τοὺς Ῥοδίους συνεμβαίνειν εἰς τὸν πόλεμον.ταῦτα δὲ διοικήσας Ἡροφῶντα μὲν ἐξέπεμψε πρεσβευτὴν πρὸς τὸν Εὐμένη, καὶ πρότερον ἤδη διαπεσταλμένον, Τηλέμναστον δὲ τὸν Κρῆτα πρὸς τὸν Ἀντίοχον,μὴ παρορᾶν τὸν καιρὸν μηδʼ ὑπολαμβάνειν πρὸς αὐτὸν μόνον ἀνήκειν τὴν ὑπερηφανίαν καὶ τὴν βαρύτητα τῶν Ῥωμαίων,σαφῶς δὲ γινώσκειν ὡς ἐὰν μὴ καὶ νῦν αὐτὸς συνεπιλαμβάνηται, μάλιστα μὲν διαλύων τὸν πόλεμον, εἰ δὲ μή, βοηθῶν, ταχέως πεῖραν λήψεται τῆς αὐτῆς ἑαυτῷ τύχης. —