καὶ μαρτύριον ἐποίουν τῆς ἑαυτῶν ἀποφάσεως τὸ παραγεγονέναι φέροντα τὴν ἐπιστολὴν [ἀλείπτην τινὰ καὶ] τοιοῦτον ἄνθρωπον, οὐκ εἰωθότων τοῦτο ποιεῖν Ῥωμαίων, ἀλλὰ καὶ λίαν μετὰ πολλῆς σπουδῆς καὶ προστασίας διαπεμπομένων ὑπὲρ τῶν τοιούτων. ἔλεγον δὲ ταῦτα,καλῶς μὲν εἰδότες ὅτι συμβαίνει γεγράφθαι τὴν ἐπιστολὴν ὑπὸ τοῦ Λοκρητίου, βουλόμενοι δὲ τοὺς πολλοὺς διδάσκειν μηδὲν ἐξ ἑτοίμου ποιεῖν Ῥωμαίοις, ἀλλʼ ἐν πᾶσι δυσχρηστεῖν καὶ διδόναι προσκοπῆς καὶ δυσαρεστήσεως ἀφορμάς.ἦν γὰρ τὸ προκείμενον αὐτοῖς ἀπὸ μὲν τῆς πρὸς Ῥωμαίους εὐνοίας ἀλλοτριοῦν τὸν δῆμον, εἰς δὲ τὴν τοῦ Περσέως φιλίαν ἐμπλέκειν, καθʼ ὅσον οἷοί τʼ ἦσαν.συνέβαινε δὲ τοὺς προειρημένους οἰκείους ὑπάρχειν διὰ τὸ τὸν μὲν Πολυάρατον, ἀλαζονικώτερον ὄντα καὶ κενόδοξον, ὑπόχρεων πεποιηκέναι τὴν οὐσίαν, τὸν δὲ Δείνωνα, φιλάργυρον ὄντα καὶ θρασύν, ἐξ ἀρχῆς οἰκεῖον εἶναι τῆς ἐκ τῶν δυναστῶν καὶ βασιλέων ἐπανορθώσεως.ἐφʼ οἷς Στρατοκλῆς ὁ πρύτανις ἐπαναστὰς καὶ πολλὰ μὲν κατὰ τοῦ Περσέως εἰπών, πολλὰ δὲ περὶ Ῥωμαίων ἐπʼ ἀγαθῷ, παρώρμησε τοὺς πολλοὺς εἰς τὸ κυρῶσαι τὸ ψήφισμα τὸ περὶ τῆς ἐξαποστολῆς τῶν πλοίων.καὶ παραυτίκα καταρτίσαντες τετρήρεις ἕξ, πέντε μὲν ἐξαπέστειλαν ἐπὶ Χαλκίδος, ἡγεμόνα συστήσαντες ἐπʼ αὐτῶν Τιμαγόραν, τὴν δὲ μίαν εἰς Τένεδον, ἐφʼ ἧς ἄρχων ἐπέπλειΤιμαγόρας. ὃς καὶ καταλαβὼν ἐν Τενέδῳ Διοφάνην, ἀπεσταλμένον ὑπὸ τοῦ Περσέως πρὸς Ἀντίοχον, αὐτοῦ μὲν οὐκ ἐγενήθη κύριος, τοῦ δὲ πληρώματος.ὁ δὲ Λοκρήτιος πάντας ἀποδεξάμενος φιλανθρώπως τοὺς κατὰ θάλατταν παραγεγονότας συμμάχους ἀπέλυσε τῆς χρείας, φήσας οὐ προσδεῖσθαι τὰ πράγματα τῆς κατὰ θάλατταν βοηθείας. —ὅτι μετὰ τὴν νίκην τῶν Μακεδόνων, συνεδρίου παρὰ τῷ Περσεῖ συναχθέντος, ὑπέδειξάν τινες τῶν φίλων διότι δεῖ πρεσβείαν πέμψαι τὸν βασιλέα πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων,ἐπιδεχόμενον ἔτι καὶ νῦν ὅτι φόρους δώσει Ῥωμαίοις, ὅσους πρότερον ὑπέσχετο [ὁ] πατὴρ καταπολεμηθείς, καὶ τόπων ἐκχωρήσει τῶν αὐτῶν.ἐάν τε γὰρ δέξωνται τὰς διαλύσεις, καλὴν ἔφασαν ἔσεσθαι τῷ βασιλεῖ τὴν ἐξαγωγὴν τοῦ πολέμου, πεπροτερηκότι διὰ τῶν ὑπαίθρων, καὶ καθόλου πρὸς τὸ μέλλον εὐλαβεστέρους ὑπάρξειν τοὺς Ῥωμαίους, πεῖραν εἰληφότας τῆς Μακεδόνων ἀνδρείας εἰς τὸ μηδὲν ἄδικον μηδὲ βαρὺ προστάττειν Μακεδόσιν.ἐάν τε μὴ δέξωνται θυμομαχοῦντες ἐπὶ τοῖς γεγονόσιν, ἐκείνοις μὲν δικαίως νεμεσήσειν τὸ δαιμόνιον, αὐτῷ δὲ διὰ τὴν μετριότητα συναγωνιστὰς ὑπάρξειν τοὺς θεοὺς καὶ τοὺς ἀνθρώπους.ταῦτα μὲν οὖν ἐδόκει τοῖς πλείοσι τῶν φίλων. συγκαταθεμένου δὲ τοῦ Περσέως ἐπέμποντο παραχρῆμα πρεσβευταὶ Πάνταυχος Βαλάκρου καὶ Μίδων Βεροιεύς.ὧν παραγενομένων πρὸς τὸν Λικίννιον εὐθέως ὁ στρατηγὸς συνῆγε συνέδριον. τῶν δὲ πρέσβεων διασαφησάντων τὰ κατὰ τὰς ἐντολάς, μεταστησάμενοι τοὺς περὶ τὸν Πάνταυχον ἐβουλεύοντο περὶ τῶν προσπεπτωκότων.ἔδοξεν οὖν αὐτοῖς ὁμοθυμαδὸν ὡς βαρυτάτην δοῦναι τὴν ἀπόκρισιν.ἴδιον γὰρ τοῦτο πάντῃ παρὰ Ῥωμαίοις ἔθος καὶ πάτριόν ἐστι τὸ κατὰ μὲν τὰς ἐλαττώσεις αὐθαδεστάτους καὶ βαρυτάτους φαίνεσθαι, κατὰ δὲ τὰς ἐπιτυχίας ὡς μετριωτάτους.τοῦτο δʼ ὅτι καλὸν πᾶς ἄν τις ὁμολογήσειεν· εἰ δὲ καὶ δυνατὸν ἐν ἐνίοις καιροῖς, εἰκότως ἄν τις ἐπαπορήσειεν.πλὴν τότε γε τοιαύτην ἔδωκαν τὴν ἀπόκρισιν· ἐκέλευον γὰρ ἐπιτρέπειν τὸν Περσέα τὰ καθʼ αὑτόν, καὶ καθόλου διδόναι τῇ συγκλήτῳ τὴν ἐξουσίαν, ὡς ἂν αὐτῇ δοκῇ, βουλεύεσθαι περὶ τῶν κατὰ τὴν Μακεδονίαν.οἱ δὲ περὶ τὸν Πάνταυχον ταῦτʼ ἀκούσαντες ἐπανῆλθον καὶ διεσάφουν τῷ Περσεῖ καὶ τοῖς φίλοις.ὧν τινες ἐκπληττόμενοι τὴν ὑπερηφανίαν παρωξύνοντο καὶ συνεβούλευον τῷ Περσεῖ μήτε διαπρεσβεύεσθαι μηκέτι μήτε διαπέμπεσθαι περὶ μηδενός.οὐ μὴν ὁ Περσεὺς τοιοῦτος ἦν, ἀλλὰ προστιθεὶς καὶ τὸ πλῆθος αὔξων τῶν χρημάτων διεπέμπετο πλεονάκις πρὸς τὸν Λικίννιον. προκόπτων δʼ οὐδέν,ἀλλὰ καὶ τῶν πλείστων φίλων ἐπιτιμώντων αὐτῷ καὶ φασκόντων ὅτι νικῶν ποιεῖ τὰ τοῦ λειπομένου καὶ τοῖς ὅλοις ἐπταικότος,οὕτως ἠναγκάσθη τὰς διαπρεσβείας ἀπογνοὺς μεταστρατοπεδεῦσαι πάλιν ἐπὶ τὸ Συκύριον. καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν. —ὅτι τῆς κατὰ τὴν ἱππομαχίαν φήμης μετὰ τὴν νίκην τῶν Μακεδόνων εἰς τὴν Ἑλλάδα διαγγελθείσης ἐξέλαμψε καθαπερεὶ πῦρ ἡ τῶν πολλῶν πρὸς τὸν Περσέα διάθεσις, τὸν πρὸ τούτου χρόνον ἐπικρυπτομένων τῶν πλείστων.ἦν δὲ περὶ αὐτοὺς τοιαύτη τις, ἐμοὶ δοκεῖ, διάθεσις· παραπλήσιον ἦν τὸ γινόμενον τῷ συμβαίνοντι περὶ τοὺς γυμνικοὺς ἀγῶνας.καὶ γὰρ ἐν ἐκείνοις ὅταν πρὸς ἐπιφανῆ καὶ ἀήττητον ἀθλητὴν εἶναι δοκοῦντα συγκαταστῇ ταπεινὸς καὶ πολὺ καταδεέστερος ἀνταγωνιστής, εὐθέως ἀπομερίζει τὰ πλήθη τὴν εὔνοιαν τῷ καταδεεστέρῳ καὶ θαρρεῖν παρακαλεῖ καὶ συνεξανίσταται τούτῳ ταῖς ὁρμαῖς·ἐὰν δὲ καὶ ψαύσῃ τοῦ προσώπου καὶ ποιήσῃ τι σημεῖον τῆς πληγῆς, παραυτίκα πάλιν ἁπάντων ἀγὼν μικρὸς γίνεται·ποτὲ δὲ καὶ χλευάζειν ἐγχειροῦσι τὸν ἕτερον, οὐ μισοῦντες οὐδὲ καταγινώσκοντες, ἀλλὰ παραδόξως τε συμπαθεῖς γινόμενοι καὶ τῷ καταδεεστέρῳ φύσει προσμερίζοντες τὴν ἑαυτῶν εὔνοιαν·