εἰς δὲ τὴν Ῥώμην παραγεγονότων τῶν πρεσβευτῶν παρά τε τῶν Λακεδαιμονίων καὶ τῶν ἐκ Λακεδαίμονος φυγάδων, ἔτι δὲ παρὰ τῶν Ἀχαιῶν, ἅμα δὲ καὶ τῶν παρʼ Εὐμένους καὶ παρʼ Ἀριαράθου τοῦ βασιλέως ἡκόντων καὶ τῶν παρὰ Φαρνάκου, τούτοις πρῶτον ἐχρημάτισεν ἡ σύγκλητος.βραχεῖ δὲ χρόνῳ πρότερον ἀνηγγελκότων τῶν περὶ τὸν Μάρκον πρεσβευτῶν, οὓς ἀπεστάλκεισαν ἐπὶ τὸν Εὐμένει καὶ Φαρνάκῃ συνεστηκότα πόλεμον, καὶ διασεσαφηκότων περί τε τῆς Εὐμένους μετριότητος ἐν πᾶσιν καὶ περὶ τῆς Φαρνάκου πλεονεξίας καὶ καθόλου τῆς ὑπερηφανίας,οὐκέτι πολλῶν προσεδεήθη λόγων ἡ σύγκλητος διακούσασα τῶν παραγεγονότων, ἀπεκρίθη δὲ διότι πάλιν πέμψει πρεσβευτὰς τοὺς φιλοτιμότερον ἐπισκεψομένους ὑπὲρ τῶν διαφερόντων τοῖς προειρημένοις.μετὰ δὲ ταῦτα τῶν ἐκ τῆς Λακεδαίμονος φυγάδων εἰσπορευθέντων καὶ τῶν ἐκ τῆς πόλεως ἅμα τούτοις, ἐπὶ πολὺ διακούσασα τοῖς μὲν ἐκ τῆς πόλεως οὐδὲν ἐπετίμησε περὶ τῶν γεγονότων,τοῖς δὲ φυγάσιν ἐπηγγείλατο γράψειν πρὸς τοὺς Ἀχαιοὺς περὶ τοῦ κατελθεῖν αὐτοὺς εἰς τὴν οἰκείαν.μετὰ δέ τινας ἡμέρας εἰσπορευθέντων τῶν περὶ Βίππον τὸν Ἀργεῖον, οὓς ἀπεστάλκει τὸ τῶν Ἀχαιῶν ἔθνος, καὶ διασαφούντων περὶ τῆς Μεσσηνίων ἀποκαταστάσεως,οὐθενὶ δυσαρεστήσασα περὶ τῶν οἰκονουμένων ἡ σύγκλητος ἀπεδέξατο φιλανθρώπως τοὺς πρεσβευτάς.ὅτι κατὰ τὴν Πελοπόννησον παραγενομένων ἐκ Ῥώμης τῶν ἐκ τῆς Λακεδαίμονος φυγάδων καὶ κομιζόντων παρὰ τῆς συγκλήτου γράμματα τοῖς Ἀχαιοῖς ὑπὲρ τοῦ προνοηθῆναι περὶ τῆς αὑτῶν καθόδου καὶ σωτηρίας εἰς τὴν οἰκείαν,ἔδοξε τοῖς Ἀχαιοῖς ὑπερθέσθαι τὸ διαβούλιον, ἕως ἂν οἱ παρʼ αὐτῶν ἔλθωσι πρεσβευταί.ταῦτα δὲ τοῖς φυγάσιν ἀποκριθέντες συνέθεντο τὴν πρὸς Μεσσηνίους στήλην, συγχωρήσαντες αὐτοῖς πρὸς τοῖς ἄλλοις φιλανθρώποις καὶ τριῶν ἐτῶν ἀτέλειαν, ὥστε τὴν τῆς χώρας καταφθορὰν μηδὲν ἧττον βλάψαι τοὺς Ἀχαιοὺς ἢ Μεσσηνίους.τῶν δὲ περὶ τὸν Βίππον παραγενομένων ἐκ τῆς Ῥώμης καὶ διασαφούντων γραφῆναι τὰ γράμματα περὶ τῶν φυγάδων οὐ διὰ τὴν τῆς συγκλήτου σπουδήν, ἀλλὰ διὰ τὴν τῶν φυγάδων φιλοτιμίαν,ἔδοξε τοῖς Ἀχαιοῖς μένειν ἐπὶ τῶν ὑποκειμένων. —κατὰ δὲ τὴν Κρήτην ἀρχὴ πραγμάτων ἐκινεῖτο μεγάλων, εἰ χρὴ λέγειν ἀρχὴν πραγμάτων ἐν Κρήτῃ· διὰ γὰρ τὴν συνέχειαν τῶν ἐμφυλίων πολέμων καὶ τὴν ὑπερβολὴν τῆς εἰς ἀλλήλους ὠμότητος ταὐτὸν ἀρχὴ καὶ τέλος ἐστὶν ἐν Κρήτῃ, καὶ τὸ δοκοῦν παραδόξως τισὶν εἰρῆσθαι τοῦτʼ ἐκεῖ θεωρεῖται συνεχῶς [τὸ] γινόμενον.πρὸς μὲν οὖν τῷ Πόντῳ τὸ Αἷμόν ἐστιν ὄρος, μέγιστον τῶν ταύτῃ καὶ ὑψηλότατον, μέσην πως διαιροῦν τὴν Θρᾴκην· ἀφʼ οὗ φησι Πολύβιος ἀμφοτέρας καθορᾶσθαι τὰς θαλάττας, οὐκ ἀληθῆ λέγων· καὶ γὰρ τὸ διάστημα μέγα τὸ πρὸς τὸν Ἀδρίαν καὶ τὰ ἐπισκοτοῦντα πολλά.ὅτι γενομένων συνθηκῶν πρὸς ἀλλήλους Φαρνάκου καὶ Ἀττάλου καὶ τῶν λοιπῶν, ἅπαντες μετὰ τῶν οἰκείων δυνάμεων ἀνεχώρησαν εἰς τὴν οἰκείαν.Εὐμένης δὲ κατὰ τὸν καιρὸν τοῦτον ἀπολελυμένος τῆς ἀρρωστίας καὶ διατρίβων ἐν Περγάμῳ, παραγενομένου τἀδελφοῦ καὶ διασαφοῦντος περὶ τῶν ᾠκονομημένων, εὐδοκήσας τοῖς γεγονόσιν προέθετο πέμπειν τοὺς ἀδελφοὺς ἅπαντας εἰς τὴν Ῥώμην,ἅμα μὲν ἐλπίζων πέρας ἐπιθήσειν τῷ πρὸς τὸν Φαρνάκην πολέμῳ διὰ τῆς τούτων πρεσβείας, ἅμα δὲ συστῆσαι σπουδάζων τοὺς ἀδελφοὺς τοῖς τʼ ἰδίᾳ φίλοις καὶ ξένοις ὑπάρχουσιν αὐτῶν ἐν τῇ Ῥώμῃ καὶ τῇ συγκλήτῳ κατὰ κοινόν.προθύμων δὲ καὶ τῶν περὶ τὸν Ἄτταλον ὑπαρχόντων, ἐγένοντο περὶ τὴν ἐκδημίαν.καὶ τούτων παραγενομένων εἰς τὴν Ῥώμην, καὶ κατʼ ἰδίαν μὲν πάντες ἀπεδέχοντο τοὺς νεανίσκους φιλανθρώπως, ἅτε συνήθειαν ἐσχηκότες ἐν ταῖς περὶ τὴν Ἀσίαν στρατείαις, ἔτι δὲ μεγαλομερέστερον ἡ σύγκλητος ἀπεδέξατο τὴν παρουσίαν αὐτῶν·καὶ γὰρ ξένια καὶ παροχὰς τὰς μεγίστας ἐξέθηκεν αὐτοῖς καὶ πρὸς τὴν ἔντευξιν καλῶς ἀπήντησεν.οἱ δὲ περὶ τὸν Ἄτταλον εἰσελθόντες εἰς τὴν σύγκλητον τά τε προϋπάρχοντα φιλάνθρωπα διὰ πλειόνων λόγων ἀνενεώσαντο καὶ τοῦ Φαρνάκου κατηγορήσαντες παρεκάλουν ἐπιστροφήν τινα ποιήσασθαι, διʼ ἧς τεύξεται τῆς ἁρμοζούσης δίκης.ἡ δὲ σύγκλητος διακούσασα φιλανθρώπως ἀπεκρίθη διότι πέμψει πρεσβευτὰς τοὺς κατὰ πάντα τρόπον λύσοντας τὸν πόλεμον. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν οὕτως εἶχεν.ὅτι περὶ τοὺς αὐτοὺς καιροὺς Πτολεμαῖος ὁ βασιλεύς, βουλόμενος ἐμπλέκεσθαι τῷ τῶν Ἀχαιῶν ἔθνει, διεπέμψατο πρεσβευτήν, ἐπαγγελλόμενος δεκαναΐαν δώσειν ἐντελῆ πεντηκοντηρικῶν πλοίων.οἱ δʼ Ἀχαιοὶ καὶ διὰ τὸ δοκεῖν τὴν δωρεὰν ἀξίαν εἶναι χάριτος ἀσμένως ἀπεδέξαντο τὴν ἐπαγγελίαν. [δοκεῖ γὰρ ἡ δαπάνη οὐ πολὺ λείπειν τῶν δέκα ταλάντων].ταῦτα δὲ βουλευσάμενοι προεχειρίσαντο πρεσβευτὰς Λυκόρταν καὶ Πολύβιον καὶ σὺν τούτοις Ἄρατον, υἱὸν Ἀράτου τοῦ Σικυωνίου, τοὺς ἅμα μὲν εὐχαριστήσοντας τῷ βασιλεῖ περί τε τῶν ὅπλων ὧν πρότερον ἀπέστειλε καὶ τοῦ νομίσματος, ἅμα δὲ παραληψομένους τὰ πλοῖα καὶ πρόνοιαν ποιησομένους περὶ τῆς ἀποκομιδῆς αὐτῶν.