περὶ δὲ τῶν κατὰ Πελοπόννησον ὁ Μάρκιος τοιαύτην ἐπεποίητο τὴν ἀπαγγελίαν διότι, τῶν Ἀχαιῶν οὐ βουλομένων ἀναφέρειν οὐδὲν ἐπὶ τὴν σύγκλητον, ἀλλὰ φρονηματιζομένων καὶ πάντα διʼ ἑαυτῶν πράττειν ἐπιβαλλομένων,ἐὰν παρακούσωσι μόνον αὐτῶν κατὰ τὸ παρὸν καὶ βραχεῖαν ἔμφασιν ποιήσωσιν δυσαρεστήσεως, ταχέως ἡ Λακεδαίμων τῇ Μεσσήνῃ συμφρονήσει.τούτου δὲ γενομένου μετὰ μεγάλης χάριτος ἥξειν τοὺς Ἀχαιοὺς ἔφη καταπεφευγότας ἐπὶ Ῥωμαίους.διότι τοῖς μὲν ἐκ τῆς Λακεδαίμονος ἀπεκρίθησαν τοῖς περὶ Σήριππον, βουλόμενοι μετέωρον ἐᾶσαι τὴν πόλιν, διότι πάντα πεποιήκασιν αὐτοῖς τὰ δυνατά, κατὰ δὲ τὸ παρὸν οὐ νομίζουσιν εἶναι τοῦτο τὸ πρᾶγμα πρὸς αὑτούς.τῶν δʼ Ἀχαιῶν παρακαλούντων, εἰ μὲν δυνατόν ἐστιν, βοήθειαν αὐτοῖς πέμψαι κατὰ τὴν συμμαχίαν ἐπὶ τοὺς Μεσσηνίους, εἰ δὲ μή, προνοηθῆναι γʼ ἵνα μηθεὶς τῶν ἐξ Ἰταλίας μήθʼ ὅπλα μήτε σῖτον εἰς τὴν Μεσσήνην εἰσαγάγῃ, τούτων μὲν οὐδενὶ προσεῖχον,ἀπεκρίθησαν δὲ διότι οὐδʼ ἂν ὁ Λακεδαιμονίων ἢ Κορινθίων ἢ τῶν Ἀργείων ἀφίστηται δῆμος, οὐ δεήσει τοὺς Ἀχαιοὺς θαυμάζειν ἐὰν μὴ πρὸς αὐτοὺς ἡγῶνται.ταύτην δὲ τὴν ἀπόκρισιν ἐκθέμενοι, κηρύγματος ἔχουσαν διάθεσιν τοῖς βουλομένοις ἕνεκεν Ῥωμαίων ἀφίστασθαι τῆς τῶν Ἀχαιῶν πολιτείας, λοιπὸν τοὺς πρεσβευτὰς παρακατεῖχον, καραδοκοῦντες τὰ κατὰ τὴν Μεσσήνην, πῶς προχωρήσει τοῖς Ἀχαιοῖς.καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν.ὅτι τῷ βασιλεῖ Φιλίππῳ καὶ τῇ συμπάσῃ Μακεδονίᾳ κατὰ τοῦτον τὸν καιρὸν δεινή τις ἀρχὴ κακῶν ἐνέπεσε καὶ πολλῆς ἐπιστάσεως καὶ μνήμης ἀξία.καθάπερ γὰρ ἂν εἰ δίκην ἡ τύχη βουλομένη λαβεῖν ἐν καιρῷ παρʼ αὐτοῦ πάντων τῶν ἀσεβημάτων καὶ παρανομημάτων ὧν εἰργάσατο κατὰ τὸν βίον, τότε παρέστησέ τινας ἐρινῦς καὶ ποινὰς καὶ προστροπαίους τῶν διʼ ἐκεῖνον ἠτυχηκότων·οἳ συνόντες αὐτῷ καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν τοιαύτας ἔλαβον παρʼ αὐτοῦ τιμωρίας, ἕως οὗ τὸ ζῆν ἐξέλιπεν, ὡς καὶ πάντας ἀνθρώπους ὁμολογῆσαι διότι κατὰ τὴν παροιμίαν ἔστι Δίκης ὀφθαλμός, ἧς μηδέποτε δεῖ καταφρονεῖν ἀνθρώπους ὑπάρχοντας.πρῶτον μὲν γὰρ αὐτῷ ταύτην παρεστήσαντο τὴν ἔννοιαν ὅτι δεῖ μέλλοντα πολεμεῖν πρὸς Ῥωμαίους ἐκ τῶν ἐπιφανεστάτων καὶ παραθαλαττίων πόλεων τοὺς μὲν πολιτικοὺς ἄνδρας μετὰ τέκνων καὶ γυναικῶν ἀναστάτους ποιήσαντα μεταγαγεῖν εἰς τὴν νῦν μὲν Ἠμαθίαν, τὸ δὲ παλαιὸν Παιονίαν προσαγορευομένην,πληρῶσαι δὲ καὶ Θρᾳκῶν καὶ βαρβάρων τὰς πόλεις, ὡς βεβαιοτέρας αὐτῷ τῆς ἐκ τούτων πίστεως ὑπαρξούσης κατὰ τὰς περιστάσεις. οὗ συντελουμένου,καὶ τῶν ἀνθρώπων ἀνασπάστων γινομένων, τηλικοῦτο συνέβη γενέσθαι πένθος καὶ τηλικοῦτον θόρυβον ὥστε δοριάλωτον δοκεῖν ἅπασαν γίνεσθαι.ἐξ ὧν κατάραι καὶ θεοκλυτήσεις ἐγίνοντο κατὰ τοῦ βασιλέως, οὐκέτι λάθρᾳ μόνον, ἀλλὰ καὶ φανερῶς.μετὰ δὲ ταῦτα βουληθεὶς μηδὲν ἀλλότριον ὑποκαθέσθαι μηδὲ δυσμενὲς μηδὲν ἀπολιπεῖν πρὸς τὴν βασιλείαν, ἔγραψε τοῖς ἐπὶ τῶν πόλεων διατεταγμένοις ἀναζητήσασι τοὺς υἱοὺς καὶ τὰς θυγατέρας τῶν ὑπʼ αὐτοῦ Μακεδόνων ἀνῃρημένων, εἰς φυλακὴν ἀποθέσθαι,μάλιστα μὲν φέρων ἐπὶ τοὺς περὶ Ἄδμητον καὶ Πύρριχον καὶ Σάμον καὶ τοὺς μετὰ τούτων ἀπολομένους·ἅμα δὲ τούτοις συμπεριέλαβε καὶ τοὺς ἄλλους ἅπαντας, ὅσοι κατὰ βασιλικὸν πρόσταγμα τοῦ ζῆν ἐστερήθησαν, ἐπιφθεγξάμενος, ὥς φασι, τὸν στίχον τοῦτον· νήπιος ὃς πατέρα κτείνας υἱοὺς καταλείπει.ὄντων δὲ τῶν πλείστων ἐπιφανῶν διὰ τὰς τῶν πατέρων προαγωγάς, ἐπιφανῆ καὶ τὴν τούτων ἀτυχίαν συνέβαινε γίνεσθαι καὶ παρὰ πᾶσιν ἐλεεινήν.τρίτον δʼ ἡ τύχη δρᾶμα κατὰ τὸν αὐτὸν καιρὸν ἐπεισήγαγεν τὸ κατὰ τοὺς υἱούς,ἐν ᾧ τῶν μὲν νεανίσκων ἀλλήλοις ἐπιβουλευόντων, τῆς δʼ ἀναφορᾶς περὶ τούτων ἐπʼ αὐτὸν γινομένης, καὶ δέον διαλαμβάνειν ποτέρου δεῖ γίνεσθαι τῶν υἱῶν φονέα καὶ πότερον αὐτῶν δεδιέναι μᾶλλον κατὰ τὸν ἑξῆς βίον, μὴ γηράσκων αὐτὸς πάθῃ τὸ παραπλήσιον, ἐστροβεῖτο νύκτωρ καὶ μεθʼ ἡμέραν περὶ τούτων διανοούμενος.ἐν τοιαύταις δʼ οὔσης ἀτυχίαις καὶ ταραχαῖς τῆς αὐτοῦ ψυχῆς, τίς οὐκ ἂν εἰκότως ὑπολάβοι θεῶν τινων αὐτῷ μῆνιν εἰς τὸ γῆρας κατασκῆψαι διὰ τὰς ἐν τῷ προγεγονότι βίῳ παρανομίας;τοῦτο δʼ ἔτι μᾶλλον ἔσται δῆλον ἐκ τῶν ἑξῆς ῥηθησομένων. — ὅτι Φίλιππος ὁ Μακεδόνων βασιλεὺς πολλοὺς τῶν Μακεδόνων ἀνελὼν καὶ τοὺς υἱοὺς αὐτῶν ἐπανεῖλεν, ὥς φασι, τὸν στίχον τοῦτον εἰπών· νήπιος ὃς πατέρα κτείνας υἱοὺς καταλείπει.καὶ διὰ ταῦτα τῆς ψυχῆς οἱονεὶ λυττώσης αὐτοῦ, καὶ τὸ κατὰ τοὺς υἱοὺς νεῖκος ἅμα τοῖς προειρημένοις ἐξεκαύθη, τῆς τύχης ὥσπερ ἐπίτηδες ἀναβιβαζούσης ἐπὶ σκηνὴν ἐν ἑνὶ καιρῷ τὰς τούτων συμφοράς. —ἐναγίζουσιν οὖν τῷ Ξανθῷ Μακεδόνες καὶ καθαρμὸν ποιοῦσι σὺν ἵπποις ὡπλισμένοις. —ὅτι "δεῖ μὴ μόνον ἀναγινώσκειν τὰς τραγῳδίας καὶ τοὺς μύθους καὶ τὰς ἱστορίας, ἀλλὰ καὶ γινώσκειν καὶ συνεφιστάνειν ἐπὶ τοῦτο τὸ μέρος.ἐν οἷς ἅπασιν ἔστιν ὁρᾶν, ὅσοι μὲν τῶν ἀδελφῶν εἰς τὴν πρὸς ἀλλήλους ὀργὴν καὶ φιλονικίαν ἐμπεσόντες ἐπὶ πολὺ προύβησαν, ἅπαντας τοὺς τοιούτους οὐ μόνον σφᾶς ἀπολωλεκότας, ἀλλὰ καὶ βίον καὶ τέκνα καὶ πόλεις ἄρδην κατεστραφότας,