ἐν δὲ τοῖς καιροῖς τούτοις πρεσβεύσαντος αὐτοῦ τοῦ Ζευξίππου πρὸς τὴν σύγκλητον, οἱ Ῥωμαῖοι τὴν τῶν Βοιωτῶν προαίρεσιν ἔγραψαν πρός τε τοὺς Αἰτωλοὺς καὶ πρὸς Ἀχαιούς, κελεύοντες κατάγειν Ζεύξιππον εἰς τὴν οἰκείαν.οἱ δʼ Ἀχαιοὶ τοῦ μὲν διὰ στρατοπέδων ποιεῖσθαι τὴν ἔφοδον ἀπέσχον, πρεσβευτὰς δὲ προεχειρίσαντο πέμπειν τοὺς παρακαλέσοντας τοὺς Βοιωτοὺς τοῖς λεγομένοις ὑπὸ τῶν Ῥωμαίων πειθαρχεῖν καὶ τὴν δικαιοδοσίαν, καθάπερ καὶ τὴν ἐν αὐτοῖς, οὕτω καὶ τὴν πρὸς αὐτοὺς ἐπὶ τέλος ἀγαγεῖν.συνέβαινε γὰρ καὶ τὰ πρὸς τούτους συναλλάγματα παρέλκεσθαι πολὺν ἤδη χρόνον. ὧν διακούσαντες οἱ Βοιωτοί,στρατηγοῦντος Ἱππίου παρʼ αὐτοῖς, παραχρῆμα μὲν ὑπέσχοντο ποιήσειν τὰ παρακαλούμενα, μετʼ ὀλίγον δὲ πάντων ὠλιγώρησαν. διόπερ ὁ Φιλοποίμην,Ἱππίου μὲν ἀποτεθειμένου τὴν ἀρχήν, Ἀλκέτου δὲ παρειληφότος, ἀπέδωκε τοῖς αἰτουμένοις τὰ ῥύσια κατὰ τῶν Βοιωτῶν.ἐξ ὧν ἐγίνετο καταρχὴ διαφορᾶς τοῖς ἔθνεσιν οὐκ εὐκαταφρόνητος. παραυτίκα γὰρ ἔλαχετῶν Μυρρίχου θρεμμάτων καὶ τοῦ Σίμωνος· καὶ περὶ ταῦτα γενομένης συμπλοκῆς, οὐκέτι πολιτικῆς διαφορᾶς, ἀλλὰ πολεμικῆς ἔχθρας ἐγένετο καταρχὴ καὶ προοίμιον.εἰ μὲν οὖν ἡ σύγκλητος προσέθηκε τἀκόλουθον περὶ τῆς καθόδου τῶν περὶ τὸν Ζεύξιππον, ταχέως ἂν ἐξεκαύθη πόλεμος· νῦν δʼ ἐκείνη τε παρεσιώπησεν,οἵ τε Μεγαρεῖς ἐπέσχον τὰ ῥύσια, διαπρεσβευσαμένων τοῖς συναλλάγμασιν. —ὅτι ἐγένετο Λυκίοις διαφορὰ πρὸς Ῥοδίους διὰ τοιαύτας αἰτίας.καθʼ οὓς καιροὺς οἱ δέκα διῴκουν τὰ περὶ τὴν Ἀσίαν, τότε παρεγενήθησαν πρέσβεις, παρὰ μὲν Ῥοδίων Θεαίδητος καὶ Φιλόφρων, ἀξιοῦντες αὑτοῖς δοθῆναι τὰ κατὰ Λυκίαν καὶ Καρίαν χάριν τῆς εὐνοίας καὶ προθυμίας, ἣν παρέσχηνται σφίσι κατὰ τὸν Ἀντιοχικὸν πόλεμον·παρὰ δὲ τῶν Ἰλιέων ἧκον Ἵππαρχος καὶ Σάτυρος, ἀξιοῦντες διὰ τὴν πρὸς αὑτοὺς οἰκειότητα συγγνώμην δοθῆναι Λυκίοις τῶν ἡμαρτημένων.ὧν οἱ δέκα διακούσαντες ἐπειράθησαν ἑκατέρων στοχάσασθαι κατὰ τὸ δυνατόν. διὰ μὲν γὰρ τοὺς Ἰλιεῖς οὐθὲν ἐβουλεύσαντο περὶ αὐτῶν ἀνήκεστον, τοῖς δὲ Ῥοδίοις χαριζόμενοι προσένειμαν ἐν δωρεᾷ τοὺς Λυκίους.ἐκ ταύτης τῆς διαλήψεως ἐγενήθη στάσις καὶ διαφορὰ τοῖς Λυκίοις πρὸς αὐτοὺς τοὺς Ῥοδίους οὐκ εὐκαταφρόνητος.οἱ μὲν γὰρ Ἰλιεῖς ἐπιπορευόμενοι τὰς πόλεις αὐτῶν ἀπήγγελλον ὅτι παρῄτηνται τὴν ὀργὴν τῶν Ῥωμαίων καὶ παραίτιοι γεγόνασιν αὐτοῖς τῆς ἐλευθερίας·οἱ δὲ περὶ τὸν Θεαίδητον ἐποιήσαντο τὴν ἀγγελίαν ἐν τῇ πατρίδι, φάσκοντες Λυκίαν καὶ Καρίας τὰ μέχρι τοῦ Μαιάνδρου δεδόσθαι Ῥοδίοις ὑπὸ Ῥωμαίων ἐν δωρεᾷ.λοιπὸν οἱ μὲν Λύκιοι πρεσβεύοντες ἧκον εἰς τὴν Ῥόδον ὑπὲρ συμμαχίας, οἱ δὲ Ῥόδιοι προχειρισάμενοί τινας τῶν πολιτῶν ἐξαπέστελλον τοὺς διατάξοντας ταῖς κατὰ Λυκίαν καὶ Καρίαν πόλεσιν ὡς ἕκαστα δεῖ γενέσθαι.μεγάλης δʼ οὔσης τῆς παραλλαγῆς περὶ τὰς ἑκατέρων ὑπολήψεις, ἕως μέν τινος οὐ πᾶσιν ἔκδηλος ἦν ἡ διαφορὰ τῶν προειρημένων·ὡς δʼ εἰσελθόντες εἰς τὴν ἐκκλησίαν οἱ Λύκιοι διελέγοντο περὶ συμμαχίας, καὶ μετὰ τούτους Ποθίων ὁ πρύτανις τῶν Ῥοδίων ἀναστὰς ἐφώτισε τὴν ἑκατέρων αἵρεσιν καὶ προσεπετίμησε τοῖς Λυκίοις πᾶν γὰρ ὑπομένειν ἔφασαν μᾶλλον ἢ ποιήσειν Ῥοδίοις τὸ προσταττόμενον.ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἧκον εἰς τὴν Ῥώμην παρά τε τοῦ βασιλέως Εὐμένους πρεσβευταὶ διασαφοῦντες τὸν ἐξιδιασμὸν τοῦ Φιλίππου τῶν ἐπὶ Θρᾴκης πόλεων,καὶ παρὰ Μαρωνειτῶν οἱ φυγάδες κατηγοροῦντες καὶ τὴν αἰτίαν ἀναφέροντες τῆς αὑτῶν ἐκπτώσεως ἐπὶ τὸν Φίλιππον,ἅμα δὲ τούτοις Ἀθαμᾶνες, Περραιβοί, Θετταλοί, φάσκοντες κομίζεσθαι δεῖν αὑτοὺς τὰς πόλεις, ἃς παρείλετο Φίλιππος αὐτῶν κατὰ τὸν Ἀντιοχικὸν πόλεμον.ἧκον δὲ καὶ παρὰ τοῦ Φιλίππου πρέσβεις πρὸς ἅπαντας τοὺς κατηγορήσαντας ἀπολογησόμενοι.γενομένων δὲ πλειόνων λόγων πᾶσι τοῖς προειρημένοις πρὸς τοὺς παρὰ τοῦ Φιλίππου πρεσβευτάς, ἔδοξε τῇ συγκλήτῳ παραυτίκα καταστῆσαι πρεσβείαν τὴν ἐπισκεψομένην τὰ κατὰ τὸν Φίλιππον καὶ παρέξουσαν ἀσφάλειαν τοῖς βουλομένοις κατὰ πρόσωπον λέγειν τὸ φαινόμενον καὶ κατηγορεῖν τοῦ βασιλέως.καὶ κατεστάθησαν οἱ περὶ τὸν Κόιντον Καικίλιον καὶ Μάρκον Βαίβιον καὶ Τεβέριον Κλαύδιον. — συνέβαινε τοὺς Αἰνίους πάλαι μὲν στασιάζειν,προσφάτως δʼ ἀπονεύειν τοὺς μὲν πρὸς Εὐμένη, τοὺς δὲ πρὸς Μακεδονίαν.ὅτι κατὰ τὴν Πελοπόννησον ὡς μέν, ἔτι Φιλοποίμενος στρατηγοῦντος, εἴς τε τὴν Ῥώμην ἐξαπέστειλε πρεσβευτὰς τὸ τῶν Ἀχαιῶν ἔθνος ὑπὲρ τῆς Λακεδαιμονίων πόλεως πρός τε τὸν βασιλέα Πτολεμαῖον τοὺς ἀνανεωσομένους τὴν προϋπάρχουσαν αὐτῷ συμμαχίαν, ἐδηλώσαμεν, φησὶν ὁ Πολύβιος.κατὰ δὲ τὸν ἐνεστῶτα χρόνον, Ἀρισταίνου στρατηγοῦντος, οἵ τε παρὰ Πτολεμαίου τοῦ βασιλέως πρέσβεις ἧκον, ἐν Μεγάλῃ πόλει τῆς συνόδου τῶν Ἀχαιῶν ὑπαρχούσης·ἐξαπεστάλκει δὲ καὶ πρὸς τούτοις ὁ βασιλεὺς Εὐμένης πρεσβευτάς, ἐπαγγελλόμενος ἑκατὸν καὶ εἴκοσι τάλαντα δώσειν τοῖς Ἀχαιοῖς, ἐφʼ ᾧ, δανειζομένων τούτων, ἐκ τῶν τόκων μισθοδοτεῖσθαι τὴν βουλὴν τῶν Ἀχαιῶν ἐπὶ ταῖς κοιναῖς συνόδοις.