ὁ δὲ βασιλεὺς γενόμενος καθʼ ἑαυτὸν καὶ συμμεταδοὺς τῶν φίλων Ἀπελλῇ καὶ Φιλοκλεῖ περὶ τῶν ἐνεστώτων, ἔγνω σαφῶς ἐπὶ πολὺ προβεβηκυῖαν αὑτοῦ τὴν πρὸς Ῥωμαίους διαφοράν, καὶ ταύτην οὐκέτι λαν θάνουσαν, ἀλλὰ καταφανῆ τοῖς πλείστοις οὖσαν.καθόλου μὲν οὖν πρόθυμος ἦν εἰς τὸ κατὰ πάντα τρόπον ἀμύνασθαι καὶ μετελθεῖν αὐτούς· πρὸς ἔνια δὲ τῶν ἐπινοουμένων ἀπόχειρος ὢν ἐπεβάλετο πῶς ἂν ἔτι γένοιτό τις ἀναστροφὴ καὶ λάβοι χρόνον πρὸς τὰς εἰς τὸν πόλεμον παρασκευάς.ἔδοξεν οὖν αὐτῷ τὸν νεώτατον υἱὸν Δημήτριον πέμπειν εἰς τὴν Ῥώμην, τὰ μὲν ἀπολογησόμενον ὑπὲρ τῶν ἐγκαλουμένων, τὰ δὲ καὶ παραιτησόμενον, εἰ καί τις ἄγνοιά ποτʼ ἐγεγόνει περὶ αὐτόν.πάνυ γὰρ ἐπέπειστο διὰ τούτου πᾶν τὸ προτεθὲν ἀνύεσθαι παρὰ τῆς συγκλήτου διὰ τὴν ὑπεροχὴν τὴν γεγενημένην τοῦ νεανίσκου κατὰ τὴν ὁμηρείαν.ταῦτα δὲ διανοηθεὶς ἅμα μὲν ἐγίνετο περὶ τὴν ἐκπομπὴν τούτου καὶ τῶν ἅμα τούτῳ συνεξαποσταλησομένων φίλων,ἅμα δὲ τοῖς Βυζαντίοις ὑπέσχετο βοηθήσειν, οὐχ οὕτως ἐκείνων στοχαζόμενος ὡς ἐπὶ τῇ ʼκείνων προφάσει βουλόμενος καταπλήξασθαι τοὺς τῶν Θρᾳκῶν δυνάστας τῶν ὑπὲρ τὴν Προποντίδα κατοικούντων χάριν τῆς προκειμένης ἐπιβολῆς.ὅτι κατὰ τὴν Κρήτην, κοσμοῦντος ἐν Γορτύνῃ Κύδα τοῦ Ἀντάλκους, κατὰ πάντα τρόπον ἐλαττούμενοι Γορτύνιοι τοὺς Κνωσίους, ἀποτεμόμενοι τῆς χώρας αὐτῶν τὸ μὲν καλούμενον Λυκάστιον προσένειμαν Ῥαυκίοις, τὸ δὲ Διατόνιον Λυττίοις.κατὰ δὲ τὸν καιρὸν τοῦτον παραγενομένων πρεσβευτῶν ἐκ τῆς Ῥώμης εἰς τὴν Κρήτην τῶν περὶ τὸν Ἄππιον χάριν τοῦ διαλῦσαι τὰς ἐνεστώσας αὐτοῖς πρὸς ἀλλήλους διαφοράς, καὶ ποιησαμένων λόγους ὑπὲρ τούτων ἐν τῇ Κνωσίων καὶ Γορτυνίων, πεισθέντες οἱ Κρηταιεῖς ἐπέτρεψαν τὰ καθʼ αὑτοὺς τοῖς περὶ τὸν Ἄππιον.οἱ δὲ [πεισθέντες] Κνωσίοις μὲν ἀποκατέστησαν τὴν χώραν, Κυδωνιάταις δὲ προσέταξαν τοὺς μὲν ὁμήρους ἀπολαβεῖν, οὓς ἐγκατέλειπον δόντες τοῖς περὶ Χαρμίωνα πρότερον, τὴν δὲ Φαλάσαρναν ἀφεῖναι μηδὲν ἐξ αὐτῆς νοσφισαμένους.περὶ δὲ τῶν κατὰ κοινοδίκιον συνεχώρησαν αὐτοῖς βουλομένοις μὲν [αὐτοῖς] ἐξεῖναι μετέχειν,μὴ βουλομένοις δὲ καὶ τοῦτʼ ἐξεῖναι,πάσης ἀπεχομένοις τῆς ἄλλης Κρήτης αὐτοῖς τε καὶ τοῖς ἐκ Φαλασάρνης φυγάσιν. ἀπέκτειναν τοὺς περὶ Μενοίτιον, ἐπιφανεστάτους ὄντας τῶν πολιτῶν.βασιλέα καὶ θ?ε?ω?ν? α?ι?μ?α? τοῦτον λέγοντες καταχρώμενοι τ?ε?υ?ξ?ε?σ?θ?α?ι? τινος ἐλέους καὶ συγγνώμης ἐπὶ τῳ σασθαι τ?ο?ν? β?α?σ?ι?λεα ων γε μὴν καὶ βασιλικώτερος. ονων ων ἀθετηθῆναι γὰρ υ?φ? ε?τ?ε?ρων κ?ρ?ε?ι?τ?τ?ον ἦν ἢ πρότερον αὐτὸν ἀθετεῖν τὰς πίστεις καὶ μὴν ἀδικεῖσθαι μᾶλλον η και 〈ανου〉ς φασιν συμπάσχειν τοις αδικοις π ἔγγιστα τῆς θείας φυσεως εἶναι , νους τυγχάνειν τιμῶν η υ?π? θεὸς γὰρ οὐδεὶς πρότερος κακῶς ποιεῖ τοὺς ανους τα? του προς ς θαυμάζουσι μὲν πάντες Φίλιππον διὰ τὴν ορς μεγαλοψυχίαν ὅτι κακῶς οὐ μόνον ἀκούων, ἀλλὰ καὶ πάσχων ὑπʼ Ἀθηναίων, νικήσας αὐτοὺς τὴν περὶ Χαιρώνειαν μάχην τοσοῦτον ἀπέσχε τοῦ χρήσασθαι τῷ καιρῷ πρὸς τὴν κατὰ τῶν ἐχθρῶν βλάβην ὥστε τοὺς μὲν τεθνεῶτας τῶν Ἀθηναίων κηδεύσας ἔθαψε, τοὺς δʼ αἰχμαλώτους χωρὶς λύτρων προσαμφιέσας ἐξαπέστειλε τοῖς ἀναγκαίοις·μιμοῦνται δʼ ἥκιστα τὴν τοιαύτην προαίρεσιν, ἁμιλλῶνται δὲ τοῖς θυμοῖς καὶ ταῖς τιμωρίαις πρὸς τούτους, οἷς πολεμοῦσι τούτων αὐτῶν ἕνεκα.πλὴν ὅγε Πτολεμαῖος δήσας τοὺς ἀνθρώπους γυμνοὺς ταῖς ἁμάξαις εἷλκε καὶ μετὰ ταῦτα τιμωρησάμενος ἀπέκτεινεν. —ὅτι Πτολεμαῖος ὁ βασιλεὺς Αἰγύπτου ὅτε τὴν Λύκων πόλιν ἐπολιόρκησε, καταπλαγέντες τὸ γεγονὸς οἱ δυνάσται τῶν Αἰγυπτίων ἔδωκαν σφᾶς αὐτοὺς εἰς τὴν τοῦ βασιλέως πίστιν.οἷς κακῶς ἐχρή- σατο καὶ εἰς κινδύνους πολλοὺς ἐνέπεσεν.παραπλήσιον δέ τι συνέβη καὶ κατὰ τοὺς καιρούς, ἡνίκα Πολυκράτης τοὺς ἀποστάτας ἐχειρώσατο.οἱ γὰρ περὶ τὸν Ἀθίνιν καὶ Παυσίραν καὶ Χέσουφον καὶ τὸν Ἰρόβαστον, οἵπερ ἦσαν ἔτι διασῳζόμενοι τῶν δυναστῶν, εἴξαντες τοῖς πράγμασι παρῆσαν εἰς τὴν Σάιν, σφᾶς αὐτοὺς εἰς τὴν τοῦ βασιλέως ἐγχειρίζοντες πίστιν·ὁ δὲ Πτολεμαῖος ἀθετήσας τὰς πίστεις καὶ δήσας τοὺς ἀνθρώπους γυμνοὺς ταῖς ἁμάξαις εἷλκε καὶ μετὰ ταῦτα τιμωρησάμενος ἀπέκτεινεν.καὶ παραγενόμενος εἰς τὴν Ναύκρατιν μετὰ τῆς στρατιᾶς, καὶ παραστήσαντος αὐτῷ τοὺς ἐξενολογημένους ἄνδρας ἐκ τῆς Ἑλλάδος Ἀριστονίκου, προσδεξάμενος τούτους ἀπέπλευσεν εἰς Ἀλεξάνδρειαν,τῶν μὲν τοῦ πολέμου πράξεων οὐδεμιᾶς κεκοινωνηκὼς διὰ τὴν Πολυκράτους ἀδικοδοξίαν, καίπερ ἔχων ἔτη πέντε καὶ εἴκοσιν.ὅτι φησὶν ὁ Πολύβιος ἐν τῷ εἰκοστῷ δευτέρῳ· περὶ δὲ τὴν τῶν ἐν Μακεδονίᾳ βασιλέων οἰκίαν ἤδη τις ἀπὸ τούτων τῶν καιρῶν ἐφύετο κακῶν ἀνηκέστων ἀρχή.καίτοι γʼ οὐκ ἀγνοῶ διότι τινὲς τῶν συγγραφόντων περὶ τοῦ συστάντος Ῥωμαίοις πολέμου πρὸς Περσέα, βουλόμενοι τὰς αἰτίας ἡμῖν ἐπιδεικνύναι τῆς διαφορᾶς, πρῶτον μὲν ἀποφαίνουσι τὴν Ἀβρουπόλιος ἔκπτωσιν ἐκ τῆς ἰδίας δυναστείας, ὡς καταδραμόντος αὐτοῦ τὰ περὶ τὸ Πάγγαιον μέταλλα μετὰ τὸν τοῦ Φιλίππου θάνατον·