οὗτος δʼ ἦν Μάρκου μὲν υἱὸς τοῦ πρώτου συνθεμένου πρὸς Αἰτωλοὺς τὴν συμμαχίαν, Μάρκου δὲ τοῦ τότε στρατηγοῦντος ἀδελφὸς ἐκ μητρός· ἄλλως δὲ πρᾶξιν ἔχων νεανικὴν ἦν μάλιστα παρὰ τῷ στρατηγῷ πιστευόμενος.ὃς παρακληθεὶς ὑπὸ τῶν περὶ τὸν Δαμοτέλη καὶ νομίσας ἴδιον εἶναι τὸ πρᾶγμα καὶ καθήκειν αὑτῷ τὸ προστατῆσαι τῶν Αἰτωλῶν, πᾶσαν εἰσεφέρετο σπουδὴν καὶ φιλοτιμίαν, ἐξελέσθαι σπουδάζων τὸ ἔθνος ἐκ τῶν περιεστώτων κακῶν.ἐνεργῶς δὲ πανταχόθεν προσαγομένης τῆς φιλοτιμίας, ἔλαβε τὸ πρᾶγμα συντέλειαν.οἱ μὲν γὰρ Ἀμβρακιῶται πεισθέντες ὑπὸ τοῦ βασιλέως ἐπέτρεψαν τὰ καθʼ αὑτοὺς τῷ στρατηγῷ τῶν Ῥωμαίων καὶ παρέδωκαν τὴν πόλιν ἐφʼ ᾧ τοὺς Αἰτωλοὺς ὑποσπόνδους ἀπελθεῖν·τοῦτο γὰρ ὑφείλοντο πρῶτον, τηροῦντες τὴν πρὸς τοὺς συμμάχους πίστιν. ὁ δὲ Μάρκος συγκατέθετο τοῖς Αἰτωλοῖς ἐπὶ τούτῳ ποιήσασθαι τὰς διαλύσεις,ὥστε διακόσια μὲν Εὐβοϊκὰ τάλαντα παραχρῆμα λαβεῖν, τριακόσια δʼ ἐν ἔτεσιν ἕξ, πεντήκοντα καθʼ ἕκαστον ἔτος·ἀποκατασταθῆναι δὲ καὶ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους Ῥωμαίοις ἅπαντας τοὺς παρʼ αὐτοῖς ὄντας ἐν ἓξ μησὶ χωρὶς λύτρων·πόλιν δὲ μηδεμίαν ἔχειν ἐν τῇ συμπολιτείᾳ μηδὲ μετὰ ταῦτα προσλαβέσθαι τούτων, ὅσαι μετὰ τὴν Λευκίου Κορνηλίου διάβασιν ἑάλωσαν ὑπὸ Ῥωμαίων ἢ φιλίαν ἐποιήσαντο πρὸς Ῥωμαίους·Κεφαλληνίους δὲ πάντας ἐκσπόνδους εἶναι τούτων τῶν συνθηκῶν.ταῦτα μὲν οὖν ὑπετυπώθη τότε κεφαλαιωδῶς περὶ τῶν διαλύσεων· ἔδει δὲ τούτοις πρῶτον μὲν εὐδοκῆσαι τοὺς Αἰτωλούς, μετὰ δὲ ταῦτα γίνεσθαι τὴν ἀναφορὰν ἐπὶ Ῥωμαίους.οἱ μὲν οὖν Ἀθηναῖοι καὶ Ῥόδιοι παρέμενον αὐτοῦ, καραδοκοῦντες τὴν τῶν Αἰτωλῶν ἀπόφασιν· οἱ δὲ περὶ τὸν Δαμοτέλην ἐπανελθόντες διεσάφουν τοῖς Αἰτωλοῖς περὶ τῶν συγκεχωρημένων.τοῖς μὲν οὖν ὅλοις εὐδόκουν· καὶ γὰρ ἦν αὐτοῖς ἅπαντα παρὰ τὴν προσδοκίαν· περὶ δὲ τῶν πόλεων τῶν πρότερον συμπολιτευομένων αὐτοῖς διαπορήσαντες ἐπὶ ποσὸν τέλος συγκατέθεντο τοῖς προτεινομένοις.ὁ δὲ Μάρκος παραλαβὼν τὴν Ἀμβρακίαν τοὺς μὲν Αἰτωλοὺς ἀφῆκεν ὑποσπόνδους, τὰ δʼ ἀγάλματα καὶ τοὺς ἀνδριάντας καὶ τὰς γραφὰς ἀπήγαγεν ἐκ τῆς πόλεως, ὄντα καὶ πλείω διὰ τὸ γεγονέναι βασίλειον Πύρρου τὴν Ἀμβρακίαν.ἐδόθη δʼ αὐτῷ καὶ στέφανος ἀπὸ ταλάντων ἑκατὸν καὶ πεντήκοντα.ταῦτα δὲ διοικησάμενος ἐποιεῖτο τὴν πορείαν εἰς τὴν μεσόγειον τῆς Αἰτωλίας, θαυμάζων ἐπὶ τῷ μηδὲν αὐτῷ παρὰ τῶν Αἰτωλῶν ἀπαντᾶσθαι.παραγενόμενος δὲ πρὸς Ἄργος τὸ καλούμενον Ἀμφιλοχικὸν κατεστρατοπέδευσεν, ὅπερ ἀπέχει τῆς Ἀμβρακίας ἑκατὸν ὀγδοήκοντα σταδίους.ἐκεῖ δὲ συμμιξάντων αὐτῷ τῶν περὶ τὸν Δαμοτέλην καὶ διασαφούντων ὅτι δέδοκται τοῖς Αἰτωλοῖς βεβαιοῦν τὰς διʼ ἑαυτῶν γεγενημένας ὁμολογίας, διεχωρίσθησαν, Αἰτωλοὶ μὲν εἰς τὴν οἰκείαν, Μάρκος δʼ εἰς τὴν Ἀμβρακίαν.κἀκεῖσε παραγενόμενος οὗτος μὲν ἐγίνετο περὶ τὸ περαιοῦν τὴν δύναμιν εἰς τὴν Κεφαλληνίαν,οἱ δʼ Αἰτωλοὶ προχειρισάμενοι Φαινέαν καὶ Νίκανδρον πρεσβευτὰς ἐξέπεμψαν εἰς τὴν Ῥώμην περὶ τῆς εἰρήνης·ἁπλῶς γὰρ οὐδὲν ἦν κύριον τῶν προειρημένων, εἰ μὴ καὶ τῷ δήμῳ δόξαι τῷ τῶν Ῥωμαίων.οὗτοι μὲν οὖν παραλαβόντες τούς τε Ῥοδίους καὶ τοὺς Ἀθηναίους ἔπλεον ἐπὶ τὸ προκείμενον·παραπλησίως δὲ καὶ Μάρκος ἐξαπέστειλε Γάιον τὸν Οὐαλέριον καί τινας ἑτέρους τῶν φίλων πράξοντας τὰ περὶ τῆς εἰρήνης.ἀφικομένων δʼ εἰς τὴν Ῥώμην, πάλιν ἐκαινοποιήθη τὰ τῆς ὀργῆς πρὸς Αἰτωλοὺς διὰ Φιλίππου τοῦ βασιλέως·ἐκεῖνος γὰρ δοκῶν ἀδίκως ὑπὸ τῶν Αἰτωλῶν ἀφῃρῆσθαι τὴν Ἀθαμανίαν καὶ τὴν Δολοπίαν διεπέμψατο πρὸς τοὺς φίλους, ἀξιῶν αὐτοὺς συνοργισθῆναι καὶ μὴ προσδέξασθαι τὰς διαλύσεις.διὸ καὶ τῶν μὲν Αἰτωλῶν εἰσπορευθέντων παρήκουεν ἡ σύγκλητος, τῶν δὲ Ῥοδίων καὶ τῶν Ἀθηναίων ἀξιούντων ἐνετράπη καὶ προσέσχε τὸν νοῦν.καὶ γὰρ ἐδόκει μετὰ Δάμωνʼ ὁ Κιχησίου λέων ἄλλα τε καλῶς εἰπεῖν καὶ παραδείγματι πρὸς τὸ παρὸν οἰκείῳ χρήσασθαι κατὰ τὸν λόγον.ἔφη γὰρ ὀργίζεσθαι μὲν εἰκότως τοῖς Αἰτωλοῖς· πολλὰ γὰρ εὖ πεπονθότας τοὺς Αἰτωλοὺς ὑπὸ Ῥωμαίων οὐ χάριν ἀποδεδωκέναι τούτων, ἀλλʼ εἰς μέγαν ἐνηνοχέναι κίνδυνον τὴν Ῥωμαίων ἡγεμονίαν ἐκκαύσαντας τὸν πρὸς Ἀντίοχον πόλεμον· ἐν τούτῳ δὲ διαμαρτάνειν τὴν σύγκλητον,ἐν ᾧ τὴν ὀργὴν φέρειν ἐπὶ τοὺς πολλούς.εἶναι γὰρ τὸ συμβαῖνον ἐν ταῖς πολιτείαις περὶ τὰ πλήθη παραπλήσιον τῷ γινομένῳ περὶ τὴν θάλατταν.καὶ γὰρ ἐκείνην κατὰ μὲν τὴν αὑτῆς φύσιν ἀεί ποτʼ εἶναι γαληνὴν καὶ καθεστηκυῖαν καὶ συλλήβδην τοιαύτην ὥστε μηδέποτʼ ἂν ἐνοχλῆσαι μηδένα τῶν προσπελαζόντων αὐτῇ καὶ χρωμένων·ἐπειδὰν δʼ ἐμπεσόντες εἰς αὐτὴν ἄνεμοι βίαιοι ταράξωσι καὶ παρὰ φύσιν ἀναγκάσωσι κινεῖσθαι, τότε μηθὲν ἔτι δεινότερον εἶναι μηδὲ φοβερώτερον θαλάττης· ὃ καὶ νῦν τοῖς κατὰ τὴν Αἰτωλίαν συμπεσεῖν."ἕως μὲν γὰρ ἦσαν ἀκέραιοι, πάντων τῶν Ἑλλήνων ὑπῆρχον ὑμῖν εὐνούστατοι καὶ βεβαιότατοι συνεργοὶ πρὸς τὰς πράξεις·ἐπεὶ δʼ ἀπὸ μὲν τῆς Ἀσίας πνεύσαντες Θόας καὶ Δικαίαρχος, ἀπὸ δὲ τῆς Εὐρώπης Μενεστᾶς καὶ Δαμόκριτος συνετάραξαν τοὺς ὄχλους καὶ παρὰ φύσιν ἠνάγκασαν πᾶν καὶ λέγειν καὶ πράττειν,