εἰ μὲν αὐτοὶ κρίνετέ τινας τόπους διακατέχειν τῆς Ἀσίας τῶν ὄντων μὲν ἐπὶ τάδε τοῦ Ταύρου, ταττομένων δὲ πρότερον ὑπʼ Ἀντίοχον, τοῦτο καὶ μάλιστα βουλοίμεθʼ ἂν ἰδεῖν γενόμενον·καὶ γὰρ ἀσφαλέστατα βασιλεύσειν ὑμῖν γειτνιῶντες ὑπολαμβάνομεν καὶ μάλιστα μετέχοντες τῆς ὑμετέρας ἐξουσίας.εἰ δὲ τοῦτο μὴ κρίνετε ποιεῖν, ἀλλʼ ἐκχωρεῖν τῆς Ἀσίας ὁλοσχερῶς, οὐδενί φαμεν δικαιότερον εἶναι παραχωρεῖν ὑμᾶς τῶν ἐκ τοῦ πολέμου γεγονότων ἄθλων ἤπερ ἡμῖν.νὴ Δίʼ, ἀλλὰ κάλλιόν ἐστι τοὺς δουλεύοντας ἐλευθεροῦν. εἴγε μὴ μετʼ Ἀντιόχου πολεμεῖν ὑμῖν ἐτόλμησαν.ἐπεὶ δὲ τοῦθʼ ὑπέμειναν, πολλῷ κάλλιον τὸ τοῖς ἀληθινοῖς φίλοις τὰς ἁρμοζούσας χάριτας ἀποδιδόναι μᾶλλον ἢ τοὺς πολεμίους γεγονότας εὐεργετεῖν."ὁ μὲν οὖν Εὐμένης ἱκανῶς εἰπὼν ἀπηλλάγη, τὸ δὲ συνέδριον αὐτόν τε τὸν βασιλέα καὶ τὰ ῥηθέντα φιλοφρόνως ἀπεδέχετο καὶ πᾶν τὸ δυνατὸν προθύμως εἶχεν αὐτῷ χαρίζεσθαι.μετὰ δὲ τοῦτον ἐβούλοντο μὲν εἰσάγειν Ῥοδίους. ἀφυστεροῦντος δέ τινος τῶν πρεσβευτῶν εἰσεκαλέσαντο τοὺς Σμυρναίους.οὗτοι δὲ πολλοὺς μὲν ἀπολογισμοὺς εἰσήνεγκαν περὶ τῆς αὑτῶν εὐνοίας καὶ προθυμίας, ἣν παρέσχηνται Ῥωμαίοις κατὰ τὸν ἐνεστῶτα πόλεμον·οὔσης δὲ τῆς περὶ αὐτῶν δόξης ὁμολογουμένης, διότι γεγόνασι πάντων ἐκτενέστατοι τῶν ἐπὶ τῆς Ἀσίας αὐτονομουμένων, οὐκ ἀναγκαῖον ἡγούμεθʼ εἶναι τοὺς κατὰ μέρος ἐκτίθεσθαι λόγους.ἐπὶ δὲ τούτοις εἰσῆλθον οἱ Ῥόδιοι καὶ βραχέα προενεγκάμενοι περὶ τῶν κατʼ ἰδίαν σφίσι πεπραγμένων εἰς Ῥωμαίους, ταχέως εἰς τὸν περὶ τῆς πατρίδος ἐπανῆλθον λόγον.ἐν ᾧ μέγιστον αὑτοῖς ἔφασαν γεγονέναι σύμπτωμα κατὰ τὴν πρεσβείαν, πρὸς ὃν οἰκειότατα διάκεινται βασιλέα καὶ κοινῇ καὶ κατʼ ἰδίαν, πρὸς τοῦτον αὐτοῖς ἀντιπεπτωκέναι τὴν φύσιν τῶν πραγμάτων.τῇ μὲν γὰρ αὑτῶν πατρίδι δοκεῖν τοῦτο κάλλιστον εἶναι καὶ μάλιστα πρέπον Ῥωμαίοις, τὸ τοὺς ἐπὶ τῆς Ἀσίας Ἕλληνας ἐλευθερωθῆναι καὶ τυχεῖν τῆς αὐτονομίας τῆς ἅπασιν ἀνθρώποις προσφιλεστάτης, Εὐμένει δὲ καὶ τοῖς ἀδελφοῖς ἥκιστα τοῦτο συμφέρειν· φύσει γὰρ πᾶσαν μοναρχίαν τὸ μὲν ἴσον ἐχθαίρειν,ζητεῖν δὲ πάντας, εἰ δὲ μή γʼ ὡς πλείστους, ὑπηκόους εἶναι σφίσι καὶ πειθαρχεῖν.ἀλλὰ καίπερ τοιούτων ὄντων τῶν πραγμάτων, ὅμως ἔφασαν πεπεῖσθαι διότι καθίξονται τῆς προθέσεως, οὐ τῷ πλεῖον Εὐμένους δύνασθαι παρὰ Ῥωμαίοις, ἀλλὰ τῷ δικαιότερα φαίνεσθαι λέγοντες καὶ συμφορώτερα πᾶσιν ὁμολογουμένως.εἰ μὲν γὰρ μὴ δυνατὸν ἦν ἄλλως Εὐμένει χάριν ἀποδοῦναι Ῥωμαίους, εἰ μὴ παραδοῖεν αὐτῷ τὰς αὐτονομουμένας πόλεις, ἀπορεῖν εἰκὸς ἦν περὶ τῶν ἐνεστώτων· ἢ γὰρ φίλον ἀληθινὸν ἔδει παριδεῖν,ἢ τοῦ καλοῦ καὶ καθήκοντος αὑτοῖς ὀλιγωρῆσαι καὶ τὸ τέλος τῶν ἰδίων πράξεων ἀμαυρῶσαι καὶ καταβαλεῖν."εἰ δʼ ἀμφοτέρων τούτων ἱκανῶς ἔξεστιν προνοηθῆναι, τίς ἂν ἔτι περὶ τούτου διαπορήσειεν;καὶ μὴν ὥσπερ ἐν δείπνῳ πολυτελεῖ, πάντʼ ἔνεστιν ἱκανὰ πᾶσιν καὶ πλείω τῶν ἱκανῶν.καὶ γὰρ Λυκαονίαν καὶ Φρυγίαν τὴν ἐφʼ Ἑλλησπόντου καὶ τὴν Πισιδικήν, πρὸς δὲ ταύταις Χερρόνησον καὶ τὰ προσοροῦντα ταύτῃ τῆς Εὐρώπης ἔξεστιν ὑμῖν οἷς ἂν βούλησθεπροστεθέντα πρὸς τὴν Εὐμένους βασιλείαν δεκαπλασίαν αὐτὴν δύναται ποιεῖν τῆς νῦν ὑπαρχούσης· πάντων δὲ τούτων ἢ τῶν πλείστων αὐτῇ προσμερισθέντων, οὐδεμιᾶς ἂν γένοιτοτῶν ἄλλων δυναστειῶν καταδεεστέρα. ἔξεστιν οὖν, ὦ ἄνδρες Ῥωμαῖοι, καὶ τοὺς φίλους μεγαλομερῶς σωματοποιῆσαι καὶ τὸ τῆς ἰδίας ὑποθέσεως λαμπρὸν μὴ καταβαλεῖν.οὐ γάρ ἐστιν ὑμῖν καὶ τοῖς ἄλλοις ἀνθρώποις ταὐτὸν τέλος τῶν ἔργων, ἀλλʼ ἕτερον.οἱ μὲν γὰρ ἄλλοι πάντες ὁρμῶσιν πρὸς τὰς πράξεις ὀρεγόμενοι τοῦ καταστρέψασθαι καὶ προσλαβεῖν πόλεις, χορηγίαν, ναῦς·ὑμᾶς δὲ πάντων τούτων ἀπροσδεήτους οἱ θεοὶ πεποιήκασι, πάντα τὰ κατὰ τὴν οἰκουμένην τεθεικότες [μὲν] ὑπὸ τὴν ὑμετέραν ἐξουσίαν.τίνος οὖν ἔτι προσδεῖσθε, καὶ τίνος ἂν ἔτι δέοι πρόνοιαν ὑμᾶς ποιεῖσθαι τὴν ἰσχυροτάτην;δῆλον ὡς ἐπαίνου καὶ δόξης παρʼ ἀνθρώποις, ἃ καὶ κτήσασθαι μέν ἐστι δυσχερές, δυσχερέστερον δὲ κτησαμένους διαφυλάξαι.γνοίητε δʼ ἂν τὸ λεγόμενον οὕτως. ἐπολεμήσατε πρὸς Φίλιππον καὶ πᾶν ὑπεμείνατε χάριν τῆς τῶν Ἑλλήνων ἐλευθερίας· τοῦτο γὰρ προέθεσθε, καὶ τοῦθʼ ὑμῖν ἆθλον ἐξ ἐκείνου τοῦ πολέμου περιγέγονεν, ἕτερον δʼ ἁπλῶς οὐδέν.ἀλλʼ ὅμως εὐδοκεῖτε τούτῳ μᾶλλον ἢ τοῖς παρὰ Καρχηδονίων φόροις· καὶ μάλα δικαίως·τὸ μὲν γὰρ ἀργύριόν ἐστι κοινόν τι πάντων ἀνθρώπων κτῆμα, τὸ δὲ καλὸν καὶ πρὸς ἔπαινον καὶ τιμὴν ἀνῆκον θεῶν καὶ τῶν ἔγγιστα τούτοις πεφυκότων ἀνδρῶν ἐστιν.τοιγαροῦν σεμνότατον τῶν ὑμετέρων ἔργων ἡ τῶν Ἑλλήνων ἐλευθέρωσις. τούτῳ νῦν ἐὰν μὲν προσθῆτε τἀκόλουθον, τελειωθήσεται τὰ τῆς ὑμετέρας δόξης. ἐὰν δὲ παρίδητε, καὶ τὰ πρὶν ἐλαττωθήσεται φανερῶς.ἡμεῖς μὲν οὖν, ὦ ἄνδρες, καὶ τῆς προαιρέσεως γεγονότες αἱρετισταὶ καὶ τῶν μεγίστων ἀγώνων καὶ κινδύνων ἀληθινῶς ὑμῖν μετεσχηκότες, καὶ νῦν οὐκ ἐγκαταλείπομεν τὴν τῶν φίλων τάξιν,