αὐτὸς δὲ μεταξὺ τούτων γενόμενος διεπέμπετο πρὸς τοὺς περὶ τὸν Λεύκιον εἰς τὴν πόλιν ὑπὲρ διαλύσεων.ὁ δὲ στρατηγὸς ὁ τῶν Ῥωμαίων συναγαγὼν τούς τε Ῥοδίους καὶ τὸν Εὐμένην ἠξίου λέγειν περὶ τῶν ἐνεστώτων τὸ φαινόμενον.οἱ μὲν οὖν περὶ τὸν Εὔδαμον καὶ Παμφιλίδαν οὐκ ἀλλότριοι τῆς διαλύσεως ἦσαν· ὁ δὲ βασιλεὺς οὔτʼ εὐσχήμονα τὴν διάλυσιν οὔτε δυνατὴν ἔφησε κατὰ τὸ παρὸν εἶναι."εὐσχήμονα γάρ" ἔφη "πῶς οἷόν τε γίνεσθαι τὴν ἔκβασιν, ἐὰν τειχήρεις ὄντες ποιώμεθα τὰς διαλύσεις;" καὶ μὴν οὐδὲ δυνατὴν ἔφησε κατὰ τὸ παρόν· "πῶς γὰρ ἐνδέχεται, μὴ προσδεξαμένους ὕπατον, ἄνευ τῆς ἐκείνου γνώμης βεβαιῶσαι τὰς ὁμολογηθείσας συνθήκας;χωρίς τε τούτων, ἐὰν ὅλως γένηταί τι σημεῖον ὁμολογίας πρὸς Ἀντίοχον, οὔτε τὰς ναυτικὰς δυνάμεις δυνατὸν ἐπανελθεῖν δήπουθεν εἰς τὴν ἰδίαν οὔτε τὰς πεζικάς, ἐὰν μὴ πρότερον ὅ τε δῆμος ἥ τε σύγκλητος ἐπικυρώσῃ τὰ δοχθέντα.λείπεται δὴ καραδοκοῦντας τὴν ἐκείνων ἀπόφασιν παραχειμάζειν ἐνθάδε καὶ πράττειν μὲν μηδέν, ἐκδαπανᾶν δὲ τὰς τῶν ἰδίων συμμάχων χορηγίας καὶ παρασκευάς·ἔπειτʼ, ἂν μὴ σφίσι παρῇ τῇ συγκλήτῳ διαλύεσθαι, καινοποιεῖν πάλιν ἀπʼ ἀρχῆς τὸν πόλεμον, παρέντας τοὺς ἐνεστῶτας καιρούς, ἐν οἷς δυνάμεθα θεῶν βουλομένων πέρας ἐπιθεῖναι τοῖς ὅλοις." ὁ μὲν οὖν Εὐμένης ταῦτʼ εἶπεν· ὁ δὲ Λεύκιος ἀποδεξάμενος τὴν συμβουλίαν, ἀπεκρίθη τοῖς περὶ τὸν Ἀντίοχον ὅτι πρὸ τοῦ τὸν ἀνθύπατον ἐλθεῖν οὐκ ἐνδέχεται γενέσθαι τὰς διαλύσεις.ὧν ἀκούσαντες οἱ περὶ τὸν Ἀντίοχον παραυτίκα μὲν ἐδῄουν τὴν τῶν Ἐλαϊτῶν χώραν·ἑξῆς δὲ τούτοις Σέλευκος μὲν ἐπὶ τούτων ἔμεινε τῶν τόπων, Ἀντίοχος δὲ κατὰ τὸ συνεχὲς ἐπιπορευόμενος ἐνέβαλεν εἰς τὸ Θήβης καλούμενον πεδίον,καὶ παραβεβληκὼς εἰς χώραν εὐδαίμονα καὶ γέμουσαν ἀγαθῶν ἐπλήρου τὴν στρατιὰν παντοδαπῆς λείας. —ὅτι Ἀντίοχος ὁ βασιλεὺς παραγενόμενος εἰς τὰς Σάρδεις ἀπὸ τῆς προρρηθείσης στρατείας διεπέμπετο συνεχῶς πρὸς Προυσίαν, παρακαλῶν αὐτὸν εἰς τὴν σφετέραν συμμαχίαν.ὁ δὲ Προυσίας κατὰ μὲν τοὺς ἀνώτερον χρόνους οὐκ ἀλλότριος ἦν τοῦ κοινωνεῖν τοῖς περὶ τὸν Ἀντίοχον· πάνυ γὰρ ἐδεδίει τοὺς Ῥωμαίους, μὴ ποιῶνται τὴν εἰς Ἀσίαν διάβασιν ἐπὶ καταλύσει πάντων τῶν δυναστῶν.παραγενομένης δʼ ἐπιστολῆς αὐτῷ παρά τε Λευκίου καὶ Ποπλίου τῶν ἀδελφῶν, κομισάμενος ταύτην καὶ διαναγνοὺς ἐπὶ ποσὸν ἔστη τῇ διανοίᾳ καὶ προείδετο τὸ μέλλον ἐνδεχομένως,ἅτε τῶν περὶ τὸν Πόπλιον ἐναργέσι κεχρημένων καὶ πολλοῖς μαρτυρίοις πρὸς πίστιν διὰ τῶν ἐγγράπτων.οὐ γὰρ μόνον ὑπὲρ τῆς ἰδίας προαιρέσεως ἔφερον ἀπολογισμούς, ἀλλὰ καὶ περὶ τῆς κοινῆς ἁπάντων Ῥωμαίων,διʼ ὧν παρεδείκνυον οὐχ οἷον ἀφῃρημένοι τινὸς τῶν ἐξ ἀρχῆς βασιλέων τὰς δυναστείας, ἀλλὰ τινὰς μὲν καὶ προσκατεσκευακότες αὐτοὶ δυνάστας, ἐνίους δʼ ηὐξηκότες καὶ πολλαπλασίους αὐτῶν τὰς ἀρχὰς πεποιηκότες.ὧν κατὰ μὲν τὴν Ἰβηρίαν Ἀνδοβάλην καὶ Κολίχαντα προεφέροντο, κατὰ δὲ τὴν Λιβύην Μασαννάσαν, ἐν δὲ τοῖς κατὰ τὴν Ἰλλυρίδα τόποις Πλευρᾶτον·οὓς ἅπαντας ἔφασαν ἐξ ἐλαφρῶν καὶ τῶν τυχόντων δυναστῶν πεποιηκέναι βασιλεῖς ὁμολογουμένως.ὁμοίως κατὰ τὴν Ἑλλάδα Φίλιππον καὶ Νάβιν, ὧν Φίλιππον μὲν καταπολεμήσαντες καὶ συγκλείσαντες εἰς ὅμηρα καὶ φόρους, βραχεῖαν αὐτοῦ νῦν λαβόντες ἀπόδειξιν εὐνοίας ἀποκαθεστακέναι μὲν αὐτῷ τὸν υἱὸν καὶ τοὺς ἅμα τούτῳ συνομηρεύοντας νεανίσκους, ἀπολελυκέναι δὲ τῶν φόρων, πολλὰς δὲ τῶν πόλεων ἀποδεδωκέναι τῶν ἁλουσῶν κατὰ πόλεμον·Νάβιν δὲ δυνηθέντες ἄρδην ἐπανελέσθαι, τοῦτο μὲν οὐ ποιῆσαι, φείσασθαι δʼ αὐτοῦ, καίπερ ὄντος τυράννου, λαβόντες πίστεις τὰς εἰθισμένας.εἰς ἃ βλέποντα παρεκάλουν τὸν Προυσίαν διὰ τῆς ἐπιστολῆς μὴ δεδιέναι περὶ τῆς ἀρχῆς, θαρροῦντα δʼ αἱρεῖσθαι τὰ Ῥωμαίων· ἔσεσθαι γὰρ ἀμεταμέλητον αὐτῷ τὴν τοιαύτην προαίρεσιν.ὧν ὁ Προυσίας διακούσας ἐπʼ ἄλλης ἐγένετο γνώμης. ὡς δὲ καὶ παρεγενήθησαν πρὸς αὐτὸν πρέσβεις οἱ περὶ τὸν Γάιον Λίβιον, τελέως ἀπέστη τῶν κατὰ τὸν Ἀντίοχον ἐλπίδων, συμμίξας τοῖς προειρημένοις ἀνδράσιν.Ἀντίοχος δὲ ταύτης ἀποπεσὼν τῆς ἐλπίδος παρῆν εἰς Ἔφεσον καὶ συλλογιζόμενος ὅτι μόνως ἂν οὕτω δύναιτο κωλῦσαι τὴν τῶν πεζικῶν στρατοπέδων διά βασιν καὶ καθόλου τὸν πόλεμον ἀπὸ τῆς Ἀσίας ἀποτρίβεσθαι βεβαίως κρατοίη τῆς θαλάττης, προέθετο ναυμαχεῖν καὶ κρίνειν τὰ πράγματα διὰ τῶν κατὰ θάλατταν κινδύνων. —Πολύβιος· οἱ δὲ πειραταὶ θεασάμενοι τὸν ἐπίπλουν τῶν Ῥωμαϊκῶν πλοίων, ἐκ μεταβολῆς ἐποιοῦντο τὴν ἀναχώρησιν. —ὅτι ὁ Ἀντίοχος μετὰ τὴν κατὰ τὴν ναυμαχίαν γενομένην ἧτταν ἐν ταῖς Σάρδεσιν παριεὶς τοὺς καιροὺς καὶ καταμέλλων ἐν τοῖς ὅλοις,ἅμα τῷ πυθέσθαι τῶν πολεμίων τὴν διάβασιν συντριβεὶς τῇ διανοίᾳ καὶ δυσελπιστήσας ἔκρινεν διαπέμπεσθαι πρὸς τοὺς περὶ τὸν Λεύκιον καὶ Πόπλιον ὑπὲρ διαλύσεων.προχειρισάμενος οὖν Ἡρακλείδην τὸν Βυζάντιον ἐξέπεμψε, δοὺς ἐντολὰς ὅτι παραχωρεῖ τῆς τε τῶν Λαμψακηνῶν καὶ Σμυρναίων, ἔτι δὲ τῆς Ἀλεξανδρέων πόλεως, ἐξ ὧν ὁ πόλεμος ἔλαβε τὰς ἀρχάς·