ταύτης δὲ μείζω κατηγορίαν ἢ πικροτέραν οὐδʼ ἂν εἰπεῖν ῥᾳδίως δύναιτʼ οὐδείς. αὐτὸ γὰρ τοὔνομα περιέχει τὴν ἀσεβεστάτην ἔμφασιν καὶ πάσας περιείληφε τὰς ἐν ἀνθρώποις ἀδικίας καὶ παρανομίας.Ἀριστόμαχος δʼ εἰ τὰς δεινοτάτας ὑπέμεινε τιμωρίας, ὡς οὗτός φησιν, ὅμως οὐχ ἱκανὴν ἔδωκεν δίκην μιᾶς ἡμέρας,ἐν ᾗ παρεισπεσόντος εἰς τὴν πόλιν Ἀράτου μετὰ τῶν Ἀχαιῶν καὶ μεγάλους ἀγῶνας καὶ κινδύνους ὑπομείναντος ὑπὲρ τῆς Ἀργείων ἐλευθερίας, τέλος δʼ ἐκπεσόντος διὰ τὸ μηδένα συγκινηθῆναι τῶν ἔσωθεν αὐτῷ ταξαμένων διὰ τὸν ἀπὸ τοῦ τυράννου φόβον,Ἀριστόμαχος ἀφορμῇ ταύτῃ καὶ προφάσει χρησάμενος, ὥς τινων συνειδότων τὰ περὶ τὴν εἴσοδον τῶν Ἀχαιῶν, ὀγδοήκοντα τοὺς πρώτους τῶν πολιτῶν οὐδὲν ἀδικήσαντας στρεβλώσας ἐναντίον τῶν ἀναγκαίων κατέσφαξεν.παρίημι τὰ παρʼ ὅλον τὸν βίον αὐτοῦ καὶτῶν προγόνων ἀσεβήματα· μακρὸν γάρ. διόπερ οὐκ εἴ τινι τῶν ὁμοίων περιέπεσε δεινὸν ἡγητέον, πολὺ δὲ δεινότερον, εἰ μηδενὸς τούτων πεῖραν λαβὼν ἀθῷος ἀπέθανεν.οὐδʼ Ἀντιγόνῳ προσαπτέον οὐδʼ Ἀράτῳ παρανομίαν, ὅτι λαβόντες κατὰ πόλεμον ὑποχείριον τύραννον στρεβλώσαντες ἀπέκτειναν, ὅν γε καὶ κατʼ αὐτὴν τὴν εἰρήνην τοῖς ἀνελοῦσι καὶ τιμωρησαμένοις ἔπαινος καὶ τιμὴ συνεξηκολούθει παρὰ τοῖς ὀρθῶς λογιζομένοις.ὅτε δὲ χωρὶς τῶν προειρημένων καὶ τοὺς Ἀχαιοὺς παρεσπόνδησεν, τί παθεῖν ἦν ἄξιος;ἐκεῖνος γὰρ ἀπέθετο μὲν τὴν τυραννίδα χρόνοις οὐ πολλοῖς πρότερον, ὑπὸ τῶν καιρῶν συγκλειόμενος διὰ τὸν Δημητρίου θάνατον, ἀνελπίστως δὲ τῆς ἀσφαλείας ἔτυχε περισταλεὶς ὑπὸ τῆς τῶν Ἀχαιῶν πρᾳότητος καὶ καλοκἀγαθίας·οἵτινες οὐ μόνον αὐτὸν τῶν ἐκ τῆς τυραννίδος ἀσεβημάτων ἀζήμιον ἐποίησαν, ἀλλὰ καὶ προσλαβόντες εἰς τὴν πολιτείαν τὴν μεγίστην τιμὴν περιέθεσαν, ἡγεμόνα καὶ στρατηγὸν καταστήσαντες σφῶν αὐτῶν.ὁ δʼ ἐπιλαθόμενος τῶν προειρημένων φιλανθρώπων παρὰ πόδας, ἐπεὶ μικρὸν ἐπικυδεστέρας ἔσχε τὰς ἐλπίδας ὑπὲρ τοῦ μέλλοντος ἐν Κλεομένει, τήν τε πατρίδα καὶ τὴν ἑαυτοῦ προαίρεσιν ἀποσπάσας ἀπὸ τῶν Ἀχαιῶν ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς προσένειμε τοῖς ἐχθροῖς.ὃν ὑποχείριον γενόμενον οὐκ ἐν Κεγχρεαῖς ἔδει τὴν νύκτα στρεβλούμενον ἀποθανεῖν, ὡς Φύλαρχός φησιν, περιαγόμενον δʼ εἰς τὴν Πελοπόννησον καὶ μετὰ τιμωρίας παραδειγματιζόμενον οὕτως ἐκλιπεῖν τὸ ζῆν.ἀλλʼ ὅμως τοιοῦτος ὢν οὐδενὸς ἔτυχε δεινοῦ πλὴν τοῦ καταποντισθῆναι διὰ τῶν ἐπὶ ταῖς Κεγχρεαῖς τεταγμένων.χωρίς τε τούτων τὰς μὲν Μαντινέων ἡμῖν συμφορὰς μετʼ αὐξήσεως καὶ διαθέσεως ἐξηγήσατο, δῆλον ὅτι καθήκειν ὑπολαμβάνων τοῖς συγγραφεῦσι τὰς παρανόμους τῶν πράξεων ἐπισημαίνεσθαι,τῆς δὲ Μεγαλοπολιτῶν γενναιότητος, ᾗ περὶ τοὺς αὐτοὺς ἐχρήσαντο καιρούς, οὐδὲ κατὰ ποσὸν ἐποιήσατο μνήμην,ὥσπερ τὸ τὰς ἁμαρτίας ἐξαριθμεῖσθαι τῶν πραξάντων οἰκειότερον ὑπάρχον τῆς ἱστορίας τοῦ τὰ καλὰ καὶ δίκαια τῶν ἔργων ἐπισημαίνεσθαι, ἢ τοὺς ἐντυγχάνοντας τοῖς ὑπομνήμασιν ἧττόν τι διορθουμένους ὑπὸ τῶν σπουδαίων καὶ ζηλωτῶν ἔργων ἤπερ ὑπὸ τῶν παρανόμων καὶ φευκτῶν πράξεων.ὁ δὲ πῶς μὲν ἔλαβε Κλεομένης τὴν πόλιν καὶ πῶς ἀκέραιον διαφυλάξας ἐξαπέστειλε παραχρῆμα πρὸς τοὺς Μεγαλοπολίτας εἰς τὴν Μεσσήνην γραμματοφόρους, ἀξιῶν αὐτοὺς ἀβλαβῆ κομισαμένους τὴν ἑαυτῶν πατρίδα κοινωνῆσαι τῶν ἰδίων πραγμάτων, ταῦτα μὲν ἡμῖν ἐδήλωσε, βουλόμενος ὑποδεῖξαι τὴν Κλεομένους μεγαλοψυχίαν καὶ μετριότητα πρὸς τοὺς πολεμίους.ἔτι δὲ πῶς οἱ Μεγαλοπολῖται τῆς ἐπιστολῆς ἀναγινωσκομένης οὐκ ἐάσαιεν εἰς τέλος ἀναγνωσθῆναι, μικροῦ δὲ καταλεύσαιεν τοὺς γραμματοφόρους, ἕως τούτου διεσάφησε. τὸ δʼ ἀκόλουθον καὶ τὸ τῆς ἱστορίας ἴδιον ἀφεῖλεν,τὸν ἔπαινον καὶ τὴν ἐπʼ ἀγαθῷ μνήμην τῶν ἀξιολόγων προαιρέσεων.καίτοι γʼ ἐμποδὼν ἦν. εἰ γὰρ τοὺς λόγῳ καὶ δόγματι μόνον ὑπομείναντας πόλεμον ὑπὲρ φίλων καὶ συμμάχων ἄνδρας ἀγαθοὺς νομίζομεν, τοῖς δὲ καὶ χώρας καταφθορὰν καὶ πολιορκίαν ἀναδεξαμένοις οὐ μόνον ἔπαινον, ἀλλὰ καὶ χάριτας καὶ δωρεὰς τὰς μεγίστας ἀπονέμομεν,τίνα γε χρὴ περὶ Μεγαλοπολιτῶν ἔχειν διάληψιν; ἆρʼ οὐχὶ τὴν σεμνοτάτην καὶ βελτίστην;οἳ πρῶτον μὲν τὴν χώραν Κλεομένει προεῖντο, μετὰ δὲ ταῦτα πάλιν ὁλοσχερῶς ἔπταισαν τῇ πατρίδι διὰ τὴν πρὸς τοὺς Ἀχαιοὺς αἵρεσιν,τὸ δὲ τελευταῖον, δοθείσης ἀνελπίστως καὶ παραδόξως αὐτοῖς ἐξουσίας ἀβλαβῆ ταύτην ἀπολαβεῖν, προείλαντο στέρεσθαι χώρας, τάφων, ἱερῶν, πατρίδος, τῶν ὑπαρχόντων, ἁπάντων συλλήβδην τῶν ἐν ἀνθρώποις ἀναγκαιοτάτων χάριν τοῦ μὴ προδοῦναι τὴν πρὸς τοὺς συμμάχους πίστιν.οὗ τί κάλλιον ἔργον ἢ γέγονεν ἢ γένοιτʼ ἄν; ἐπὶ τί δʼ ἂν μᾶλλον συγγραφεὺς ἐπιστήσαι τοὺς ἀκούοντας; διὰ τίνος δʼ ἔργου μᾶλλον ἂν παρορμήσαι πρὸς φυλακὴν πίστεως καὶ πρὸς ἀληθινῶν πραγμάτων καὶ βεβαίων κοινωνίαν; ὧν οὐδεμίαν ἐποιήσατο μνήμην Φύλαρχος,τυφλώττων, ὥς γʼ ἐμοὶ δοκεῖ, περὶ τὰ κάλλιστα καὶ μάλιστα συγγραφεῖ καθήκοντα τῶν ἔργων.οὐ μὴν ἀλλὰ τούτοις ἑξῆς φησιν ἀπὸ τῶν ἐκ τῆς Μεγάλης πόλεως λαφύρων ἑξακισχίλια τάλαντα τοῖς Λακεδαιμονίοις πεσεῖν, ὧν τὰ δισχίλια Κλεομένει δοθῆναι κατὰ τοὺς ἐθισμούς.