ἐν ᾧ καιρῷ τοσοῦτον ἀπέσχον τοῦ παθεῖν τι δεινὸν διὰ τὴν προειρημένην ἁμαρτίαν ὡς καὶ περιβόητον συνέβη γενέσθαι τὸ πραχθὲν διὰ τὴν ὀξύτητα τῆς κατὰ τὴν προαίρεσιν ἀμφοτέρων μεταβολῆς.ἅμα γὰρ τῷ κατασχεῖν τὴν πόλιν Ἄρατος παραυτίκα μὲν τοῖς ὑφʼ αὑτὸν ταττομένοις παρήγγελλε μηδένα μηδενὸς ἅπτεσθαι τῶν ἀλλοτρίων,ἑξῆς δὲ τούτοις τοὺς Μαντινέας συναθροίσας παρεκάλεσε θαρρεῖν καὶ μένειν ἐπὶ τῶν ἰδίων· ὑπάρξειν γὰρ αὐτοῖς τὴν ἀσφάλειαν πολιτευομένοις μετὰ τῶν Ἀχαιῶν.τοῖς δὲ Μαντινεῦσιν ἀνυπονοήτου καὶ παραδόξου φανείσης τῆς ἐλπίδος, παραυτίκα πάντες ἐπὶ τῆς ἐναντίας ἐγένοντο γνώμης.καὶ πρὸς οὓς μικρῷ πρότερον μαχόμενοι πολλοὺς μὲν τῶν ἀναγκαίων ἐπεῖδον ἀπολλυμένους, οὐκ ὀλίγους δʼ αὐτῶν βιαίοις τραύμασι περιπεσόντας, τούτους εἰς τὰς ἰδίας οἰκίας εἰσαγόμενοι καὶ ποιησάμενοι σφίσι καὶ τοῖς ἄλλοις ἀναγκαίοις ὁμεστίους, οὐδὲν ἀπέλειπον τῆς μετʼ ἀλλήλων φιλοφροσύνης.καὶ τοῦτʼ εἰκότως ἐποίουν· οὐ γὰρ οἶδʼ εἴ τινες ἀνθρώπων εὐγνωμονεστέροις ἐνέτυχον πολεμίοις οὐδʼ εἴ τινες ἀβλαβέστερον ἐπάλαισαν τοῖς μεγίστοις δοκοῦσιν εἶναι συμπτώμασι Μαντινέων διὰ τὴν Ἀράτου καὶ τῶν Ἀχαιῶν εἰς αὐτοὺς φιλανθρωπίαν. μετὰ δὲ ταῦτα προορώμενοι τὰς ἐν αὑτοῖς στάσεις καὶ τὰς ὑπʼ Αἰτωλῶν καὶ Λακεδαιμονίων ἐπιβουλάς, πρεσβεύσαντες πρὸς τοὺς Ἀχαιοὺς ἠξίωσαν δοῦναι παραφυλακὴν αὑτοῖς.οἱ δὲ πεισθέντες ἀπεκλήρωσαν ἐξ αὑτῶν τριακοσίους ἄνδρας· ὧν οἱ λαχόντες ὥρμησαν, ἀπολιπόντες τὰς ἰδίας πατρίδας καὶ τοὺς βίους, καὶ διέτριβον ἐν Μαντινείᾳ, παραφυλάττοντες τὴν ἐκείνων ἐλευθερίαν ἅμα καὶ σωτηρίαν.σὺν δὲ τούτοις καὶ μισθοφόρους διακοσίους ἐξέπεμψαν, οἳ μετὰ τῶν Ἀχαιῶν συνδιετήρουν τὴν ὑποκειμένην αὐτοῖς κατάστασιν.μετʼ οὐ πολὺ δὲ στασιάσαντες πρὸς σφᾶς οἱ Μαντινεῖς καὶ Λακεδαιμονίους ἐπισπασάμενοι τήν τε πόλιν ἐνεχείρισαν καὶ τοὺς παρὰ τῶν Ἀχαιῶν διατρίβοντας παρʼ αὑτοῖς κατέσφαξαν· οὗ μεῖζον παρασπόνδημα καὶ δεινότερον οὐδʼ εἰπεῖν εὐμαρές.ἐπειδὴ γὰρ ἔδοξε σφίσι καθόλου τὴν πρὸς τὸ ἔθνος χάριν καὶ φιλίαν ἀθετεῖν, τῶν γε προειρημένων ἀνδρῶν ἐχρῆν δήπου φεισαμένους ἐᾶσαι πάντας ὑποσπόνδους ἀπελθεῖν·τοῦτο γὰρ καὶ τοῖς πολεμίοις ἔθος ἐστὶ συγχωρεῖσθαι κατὰ τοὺς κοινοὺς τῶν ἀνθρώπων νόμους.οἱ δʼ ἵνα Κλεομένει καὶ Λακεδαιμονίοις ἱκανὴν παράσχωνται πίστιν πρὸς τὴν ἐνεστῶσαν ἐπιβολήν, τὰ κοινὰ τῶν ἀνθρώπων δίκαια παραβάντες τὸ μέγιστον ἀσέβημα κατὰ προαίρεσιν ἐπετέλεσαν.τὸ γὰρ τούτων αὐτόχειρας γενέσθαι καὶ τιμωροὺς οἵτινες πρότερον μὲν κατὰ κράτος λαβόντες αὐτοὺς ἀθῴους ἀφῆκαν, τότε δὲ τὴν ἐκείνων ἐλευθερίαν καὶ σωτηρίαν ἐφύλαττον, πηλίκης ὀργῆς ἐστιν ἄξιον;τί δʼ ἂν παθόντες οὗτοι δίκην δόξαιεν ἁρμόζουσαν δεδωκέναι; τυχὸν ἴσως εἴποι τις ἄν, πραθέντες μετὰ τέκνων καὶ γυναικῶν, ἐπεὶ κατεπολεμήθησαν.ἀλλὰ τοῦτό γε καὶ τοῖς μηθὲν ἀσεβὲς ἐπιτελεσαμένοις κατὰ τοὺς τοῦ πολέμου νόμους ὑπόκειται παθεῖν. οὐκοῦν ὁλοσχερεστέρας τινὸς καὶ μείζονος τυχεῖν ἦσαν ἄξιοι τιμωρίας,ὥστʼ εἴπερ ἔπαθον ἃ Φύλαρχός φησιν, οὐκ ἔλεον εἰκὸς ἦν συνεξακολουθεῖν αὐτοῖς παρὰ τῶν Ἑλλήνων, ἔπαινον δὲ καὶ συγκατάθεσιν μᾶλλον τοῖς πράττουσι καὶ μεταπορευομένοις τὴν ἀσέβειαν αὐτῶν.ἀλλʼ ὅμως οὐδενὸς περαιτέρω συνεξακολουθήσαντος Μαντινεῦσι κατὰ τὴν περιπέτειαν πλὴν τοῦ διαρπαγῆναι τοὺς βίους καὶ πραθῆναι τοὺς ἐλευθέρους, ὁ συγγραφεὺς αὐτῆς τῆς τερατείας χάριν οὐ μόνον ψεῦδος εἰσήνεγκε τὸ ὅλον,ἀλλὰ καὶ τὸ ψεῦδος ἀπίθανον, καὶ διὰ τὴν ὑπερβολὴν τῆς ἀγνοίας οὐδὲ τὸ παρακείμενον ἠδυνήθη συνεπιστῆσαι, πῶς οἱ αὐτοὶ κατὰ τοὺς αὐτοὺς καιροὺς κυριεύσαντες Τεγεατῶν κατὰ κράτος οὐδὲν τῶν ὁμοίων ἔπραξαν.καίτοι γʼ εἰ μὲν ἡ τῶν πραττόντων ὠμότης ἦν αἰτία, καὶ τούτους εἰκὸς ἦν πεπονθέναι ταὐτὰ τοῖς ὑπὸ τὸν αὐτὸν ὑποπεπτωκόσι καιρόν.εἰ δὲ περὶ μόνους γέγονε Μαντινεῖς ἡ διαφορά, φανερὸν ὅτι καὶ τὴν αἰτίαν τῆς ὀργῆς ἀνάγκη διαφέρουσαν γεγονέναι περὶ τούτους.πάλιν Ἀριστόμαχον τὸν Ἀργεῖόν φησιν, ἄνδρα τῆς ἐπιφανεστάτης οἰκίας ὑπάρχοντα καὶ τετυραννηκότα μὲν Ἀργείων, πεφυκότα δʼ ἐκ τυράννων, ὑποχείριον Ἀντιγόνῳ καὶ τοῖς Ἀχαιοῖς γενόμενον εἰς Κεγχρεὰς ἀπαχθῆναι καὶ στρεβλούμενον ἀποθανεῖν, ἀδικώτατα καὶ δεινότατα παθόντα πάντων ἀνθρώπων.τηρῶν δὲ καὶ περὶ ταύτην τὴν πρᾶξιν ὁ συγγραφεὺς τὸ καθʼ αὑτὸν ἰδίωμα φωνάς τινας πλάττει διὰ τῆς νυκτὸς αὐτοῦ στρεβλουμένου προσπιπτούσας τοῖς σύνεγγυς κατοικοῦσιν, ὧν τοὺς μὲν ἐκπληττομένους τὴν ἀσέβειαν, τοὺς δʼ ἀπιστοῦντας, τοὺς δʼ ἀγανακτοῦντας ἐπὶ τοῖς γινομένοις προστρέχειν πρὸς τὴν οἰκίαν φησίν.περὶ μὲν οὖν τῆς τοιαύτης τερατείας παρείσθω· δεδήλωται γὰρ ἀρκούντως.ἐγὼ δʼ Ἀριστόμαχον, εἰ καὶ μηδὲν εἰς τοὺς Ἀχαιοὺς ἕτερον ἥμαρτεν, κατά γε τὴν τοῦ βίου προαίρεσιν καὶ τὴν εἰς πατρίδα παρανομίαν τῆς μεγίστης ἄξιον κρίνω τιμωρίας.καίπερ ὁ συγγραφεὺς βουλόμενος αὔξειν αὐτοῦ τὴν δόξαν καὶ παραστήσασθαι τοὺς ἀκούοντας εἰς τὸ μᾶλλον αὐτῷ συναγανακτεῖν ἐφʼ οἷς ἔπαθεν οὐ μόνον αὐτόν φησι γεγονέναι τύραννον, ἀλλὰ καὶ ἐκ τυράννων πεφυκέναι.