Αἰτωλοὶ δὲ συνεπιτίθωνται, προσέχειν αὐτὸν παρεκάλουν τοῖς πράγμασιν, ἵνα μὴ πρόηται τοὺς καιρούς, ἔτι δὲ δυναμένοις σῴζεσθαι Πελοποννησίοις ἐπαρκέσῃ·περὶ δὲ πίστεως καὶ χάριτος ἀποδόσεως ῥᾳθυμεῖν αὐτὸν ᾤοντο δεῖν· τῆς γὰρ χρείας ἐπιτελουμένης αὐτὸν εὑρήσειν τὸν Ἄρατον εὐδοκουμένας ἀμφοτέροις ὑπισχνοῦντο πίστεις.ὁμοίως δʼ ἔφασαν καὶ τὸν καιρὸν τῆς βοηθείας αὐτὸν ὑποδείξειν.ὁ μὲν οὖν Ἀντίγονος ἀκούσας ταῦτα καὶ δόξας ἀληθινῶς καὶ πραγματικῶς ὑποδεικνύναι τὸν Ἄρατον, προσεῖχε τοῖς ἑξῆς πραττομένοις ἐπιμελῶς. ἔγραψε δὲ καὶ τοῖς Μεγαλοπολίταις,ἐπαγγελλόμενος βοηθήσειν, ἐὰν καὶ τοῖς Ἀχαιοῖς τοῦτο βουλομένοις ᾖ.τῶν δὲ περὶ τὸν Νικοφάνη καὶ Κερκιδᾶν ἐπανελθόντων εἰς οἶκον καὶ τάς τε παρὰ τοῦ βασιλέως ἐπιστολὰς ἀποδόντων καὶ τὴν λοιπὴν εὔνοιαν αὐτοῦ καὶ προθυμίαν διασαφούντων,μετεωρισθέντες οἱ Μεγαλοπολῖται προθύμως ἔσχον ἰέναι πρὸς τὴν σύνοδον τῶν Ἀχαιῶν καὶ παρακαλεῖν ἐπισπάσασθαι τὸν Ἀντίγονον καὶ τὰ πράγματα κατὰ σπουδὴν ἐγχειρίζειν αὐτῷ.ὁ δʼ Ἄρατος διακούσας κατʼ ἰδίαν τῶν περὶ τὸν Νικοφάνη τὴν τοῦ βασιλέως αἵρεσιν, ἣν ἔχοι πρός τε τοὺς Ἀχαιοὺς καὶ πρὸς αὐτόν, περιχαρὴς ἦν τῷ μὴ διὰ κενῆς πεποιῆσθαι τὴν ἐπίνοιαν μηδʼ εὑρῆσθαι κατὰ τὴν τῶν Αἰτωλῶν ἐλπίδα τὸν Ἀντίγονον εἰς τέλος ἀπηλλοτριωμένον ἑαυτοῦ.πάνυ δὲ πρὸς λόγον ἡγεῖτο γίνεσθαι καὶ τὸ τοὺς Μεγαλοπολίτας προθύμους εἶναι διὰ τῶν Ἀχαιῶν φέρειν ἐπὶ τὸν Ἀντίγονον τὰ πράγματα. μάλιστα μὲν γάρ,ὡς ἐπάνω προεῖπον, ἔσπευδεν μὴ προσδεηθῆναι τῆς βοηθείας· εἰ δʼ ἐξ ἀνάγκης ἐπὶ τοῦτο δέοι καταφεύγειν, οὐ μόνον ἠβούλετο διʼ αὑτοῦ γενέσθαι τὴν κλῆσιν, ἔτι δὲ μᾶλλον ἐξ ἁπάντων τῶν Ἀχαιῶν.ἠγωνία γάρ, εἰ παραγενόμενος ὁ βασιλεὺς καὶ κρατήσας τῷ πολέμῳ τοῦ Κλεομένους καὶ τῶν Λακεδαιμονίων ἀλλοιότερόν τι βουλεύσοιτο περὶ τῆς κοινῆς πολιτείας, μή ποθʼ ὁμολογουμένως τῶν συμβαινόντων αὐτὸς ἀναλάβῃ τὴν αἰτίαν,δόξαντος δικαίως τοῦτο πράττειν διὰ τὴν ἐξ αὐτοῦ προγεγενημένην ἀδικίαν περὶ τὸν Ἀκροκόρινθον εἰς τὴν Μακεδόνων οἰκίαν.διόπερ ἅμα τῷ παρελθόντας τοὺς Μεγαλοπολίτας εἰς τὸ κοινὸν βουλευτήριον τά τε γράμματα τοῖς Ἀχαιοῖς ἐπιδεικνύναι καὶ διασαφεῖν τὴν ὅλην εὔνοιαν τοῦ βασιλέως, πρὸς δὲ τούτοις ἀξιοῦν ἐπισπάσασθαι τὸν Ἀντίγονον τὴν ταχίστην, εἶναι δὲ καὶ τὸ πλῆθος ἐπὶ τῆς αὐτῆς ὁρμῆς,προελθὼν Ἄρατος καὶ τήν τε τοῦ βασιλέως προθυμίαν ἀποδεξάμενος καὶ τὴν τῶν πολλῶν διάληψιν ἐπαινέσας παρεκάλει διὰ πλειόνων μάλιστα μὲν πειρᾶσθαι διʼ αὑτῶν σῴζειν καὶ τὰς πόλεις καὶ τὴν χώραν· οὐδὲν γὰρ εἶναι τούτου κάλλιον οὐδὲ συμφορώτερον·ἐὰν δʼ ἄρα πρὸς τοῦτο τὸ μέρος ἀντιβαίνῃ τὰ τῆς τύχης, πρότερον ἔφη δεῖν ἐξελέγξαντας πάσας τὰς ἐν αὑτοῖς ἐλπίδας τότεκαταφεύγειν ἐπὶ τὰς τῶν φίλων βοηθείας. ἐπισημηναμένου δὲ τοῦ πλήθους, ἔδοξε μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ διʼ αὑτῶν ἐπιτελεῖν τὸν ἐνεστῶτα πόλεμον.ἐπεὶ δὲ Πτολεμαῖος ἀπογνοὺς μὲν τὸ ἔθνος Κλεομένει χορηγεῖν ἐπεβάλετο, βουλόμενος αὐτὸν ἐπαλείφειν ἐπὶ τὸν Ἀντίγονον διὰ τὸ πλείους ἐλπίδας ἔχειν ἐν τοῖς Λακεδαιμονίοις ἤπερ ἐν τοῖς Ἀχαιοῖς τοῦ δύνασθαι διακατέχειν τὰς τῶν ἐν Μακεδονίᾳ βασιλέων ἐπιβολάς,οἱ δʼ Ἀχαιοὶ τὸ μὲν πρῶτον ἠλαττώθησαν περὶ τὸ Λύκαιον, συμπλακέντες κατὰ πορείαν τῷ Κλεομένει, τὸ δὲ δεύτερον ἐκ παρατάξεως ἡττήθησαν ἐν τοῖς Λαδοκείοις καλουμένοις τῆς Μεγαλοπολίτιδος, ὅτε καὶ Λυδιάδας ἔπεσε, τὸ δὲ τρίτον ὁλοσχερῶς ἔπταισαν ἐν τῇ Δυμαίᾳ περὶ τὸ καλούμενον Ἑκατόμβαιον, πανδημεὶ διακινδυνεύοντες,τότʼ ἤδη τῶν πραγμάτων οὐκέτι διδόντων ἀναστροφὴν ἠνάγκαζε τὰ περιεστῶτα καταφεύγειν ὁμοθυμαδὸν ἐπὶ τὸν Ἀντίγονον.ἐν ᾧ καιρῷ πρεσβευτὴν τὸν υἱὸν ἐξαποστείλας Ἄρατος πρὸς Ἀντίγονον ἐβεβαιώσατο τὰ περὶ τῆς βοηθείας.παρεῖχε δʼ αὐτοῖς ἀπορίαν καὶ δυσχρηστίαν μεγίστην τὸ μήτε τὸν βασιλέα δοκεῖν ἂν βοηθῆσαι χωρὶς τοῦ κομίσασθαι τὸν Ἀκροκόρινθον καὶ λαβεῖν ὁρμητήριον πρὸς τὸν ἐνεστῶτα πόλεμον τὴν τῶν Κορινθίων πόλιν, μήτε τοὺς Ἀχαιοὺς ἂν τολμῆσαι Κορινθίους ἄκοντας ἐγχειρίσαι Μακεδόσι.διὸ καὶ τὸ πρῶτον ὑπέρθεσιν ἔσχε τὸ διαβούλιονχάριν τῆς περὶ τῶν πίστεων ἐπισκέψεως. ὁ δὲ Κλεομένης καταπληξάμενος τοῖς προειρημένοις εὐτυχήμασι λοιπὸν ἀδεῶς ἐπεπορεύετο τὰς πόλεις, ἃς μὲν πείθων αἷς δὲ τὸν φόβον ἀνατεινόμενος. προσλαβὼν δὲ τῷ τρόπῳ τούτῳ Καφύας,Πελλήνην, Φενεόν, Ἄργος, Φλιοῦντα, Κλεωνάς, Ἐπίδαυρον, Ἑρμιόνα, Τροίζηνα, τελευταῖον Κόρινθον, αὐτὸς μὲν προσεστρατοπέδευσε τῇ τῶν Σικυωνίων πόλει, τοὺς δʼ Ἀχαιοὺς ἀπέλυσε τοῦ μεγίστου προβλήματος.τῶν γὰρ Κορινθίων τῷ μὲν Ἀράτῳ στρατηγοῦντι καὶ τοῖς Ἀχαιοῖς παραγγειλάντων ἐκ τῆς πόλεως ἀπαλλάττεσθαι, πρὸς δὲ τὸν Κλεομένη διαπεμπομένων καὶ καλούντων, παρεδόθη τοῖς Ἀχαιοῖς ἀφορμὴ καὶ πρόφασις εὔλογος.ἧς ἐπιλαβόμενος Ἄρατος καὶ προτείνας Ἀντιγόνῳ τὸν Ἀκροκόρινθον, κατεχόντων Ἀχαιῶν τότε τὸν τόπον τοῦτον, ἔλυσε μὲν τὸ γεγονὸς ἔγκλημα πρὸς τὴν οἰκίαν, ἱκανὴν δὲ πίστιν παρέσχετο τῆς πρὸς τὰ μέλλοντα κοινωνίας, τὸ δὲ συνέχον, ὁρμητήριον παρεσκεύασεν Ἀντιγόνῳ πρὸς τὸν κατὰ Λακεδαιμονίων πόλεμον.