τὸ μὲν οὖν πρῶτον ἐπὶ τούτων ἦσαν τῶν διαλήψεων· θεωροῦντες δὲ κατὰ τοὺς ἑξῆς χρόνους τὸν Κλεομένη θρασέως ἐποικοδομοῦντα μὲν τὸ καλούμενον Ἀθήναιον ἐν τῇ τῶν Μεγαλοπολιτῶν χώρᾳ, πρόδηλον δὲ καὶ πικρὸν ἀναδεικνύντα σφίσι πολέμιον ἑαυτόν,τότε δὴ συναθροίσαντες τοὺς Ἀχαιοὺς ἔκριναν μετὰ τῆς βουλῆς ἀναλαμβάνειν φανερῶς τὴν πρὸς τοὺς Λακεδαιμονίους ἀπέχθειαν.ὁ μὲν οὖν Κλεομενικὸς προσαγορευθεὶς πόλεμος τοιαύτην ἔλαβε τὴν ἀρχὴν καὶ κατὰ τούτουςτοὺς καιρούς. οἱ δʼ Ἀχαιοὶ τὸ μὲν πρῶτον διὰ τῆς ἰδίας δυνάμεως ὥρμησαν ἀντοφθαλμεῖν τοῖς Λακεδαιμονίοις, ἅμα μὲν ὑπολαμβάνοντες κάλλιστον εἶναι τὸ μὴ διʼ ἑτέρων σφίσι πορίζεσθαι τὴν σωτηρίαν, ἀλλʼ αὐτοὺς διʼ αὑτῶν σῴζειν τὰς πόλεις καὶ τὴν χώραν,ἅμα δὲ βουλόμενοι καὶ τὴν πρὸς Πτολεμαῖον τηρεῖν φιλίαν διὰ τὰς προγεγενημένας εὐεργεσίας καὶ μὴ φαίνεσθαι πρὸς ἑτέρους ἐκτείνοντες τὰς χεῖρας,ἤδη δʼ ἐπὶ ποσὸν τοῦ πολέμου προβαίνοντος, καὶ τοῦ Κλεομένους τό τε πάτριον πολίτευμα καταλύσαντος καὶ τὴν ἔννομον βασιλείαν εἰς τυραννίδα μεταστήσαντος, χρωμένου δὲ καὶ τῷ πολέμῳ πρακτικῶς καὶ παραβόλως,προορώμενος Ἄρατος τὸ μέλλον καὶ δεδιὼς τήν τε τῶν Αἰτωλῶν ἀπόνοιαν καὶ τόλμαν ἔκρινε πρὸ πολλοῦ λυμαίνεσθαι τὴν ἐπιβολὴν αὐτῶν.κατανοῶν δὲ τὸν Ἀντίγονον καὶ πρᾶξιν ἔχοντα καὶ σύνεσιν καὶ πίστεως ἀντιποιούμενον, τοὺς δὲ βασιλεῖς σαφῶς εἰδὼς φύσει μὲν οὐδένα νομίζοντας οὔτε συνεργὸν οὔτε πολέμιον, ταῖς δὲ τοῦ συμφέροντος ψήφοις αἰεὶ μετροῦντας τὰς ἔχθρας καὶ τὰς φιλίας,ἐπεβάλετο λαλεῖν πρὸς τὸν εἰρημένον βασιλέα καὶ συμπλέκειν τὰς χεῖρας, ὑποδεικνύων αὐτῷ τὸ συμβησόμενον ἐκ τῶν πραγμάτων.προδήλως μὲν οὖν αὐτὸ πράττειν ἀσύμφορον ἡγεῖτο διὰ πλείους αἰτίας. τόν τε γὰρ Κλεομένη καὶ τοὺς Αἰτωλοὺς ἀνταγωνιστὰς παρασκευάζειν ἤμελλε πρὸς τὴν ἐπιβολήν,τούς τε πολλοὺς τῶν Ἀχαιῶν διατρέψειν, καταφεύγων ἐπὶ τοὺς ἐχθροὺς καὶ δοκῶν ὁλοσχερῶς ἀπεγνωκέναι τὰς ἐν αὐτοῖς ἐλπίδας· ὅπερ ἥκιστα φαίνεσθαι πράττων ἐβούλετο.διόπερ ἔχων τοιαύτην πρόθεσιν ἀδήλως αὐτὰ διενοεῖτο χειρίζειν.ἐξ οὗ πολλὰ παρὰ τὴν ἑαυτοῦ γνώμην ἠναγκάζετο καὶ λέγειν καὶ ποιεῖν πρὸς τοὺς ἐκτός, διʼ ὧν ἤμελλε τὴν ἐναντίαν ἔμφασιν ὑποδεικνύων ταύτην ἐπικρύψεσθαι τὴν οἰκονομίαν.ὧν χάριν ἔνια τούτων οὐδʼ ἐν τοῖς ὑπομνήμασι κατέταξεν.εἰδὼς δὲ τοὺς Μεγαλοπολίτας κακοπαθοῦντας μὲν τῷ πολέμῳ διὰ τὸ παρακειμένους τῇ Λακεδαίμονι προπολεμεῖν τῶν ἄλλων, οὐ τυγχάνοντας δὲ τῆς καθηκούσης ἐπικουρίας ὑπὸ τῶν Ἀχαιῶν διὰ τὸ κἀκείνους δυσχρηστεῖσθαι θλιβομένους ὑπὸ τῆς περιστάσεως,σαφῶς δὲ γινώσκων οἰκείως διακειμένους αὐτοὺς πρὸς τὴν Μακεδόνων οἰκίαν ἐκ τῶν κατὰ τὸν Ἀμύντου Φίλιππον εὐεργεσιῶν,διειλήφει διότι ταχέως ἂν ὑπὸ τοῦ Κλεομένους πιεζόμενοι καταφύγοιεν ἐπὶ τὸν Ἀντίγονον καὶ τὰς Μακεδόνων ἐλπίδας·κοινολογηθεὶς οὖν διʼ ἀπορρήτων περὶ τῆς ὅλης ἐπιβολῆς Νικοφάνει καὶ Κερκιδᾷ τοῖς Μεγαλοπολίταις, οἵτινες ἦσαν αὐτοῦ πατρικοὶ ξένοι καὶ πρὸς τὴν ἐπιβολὴν εὐφυεῖς,ῥᾳδίως διὰ τούτων ὁρμὴν παρέστησε τοῖς Μεγαλοπολίταις εἰς τὸ πρεσβεύειν πρὸς τοὺς Ἀχαιοὺς καὶ παρακαλεῖν πέμπειν πρὸς τὸν Ἀντίγονον ὑπὲρ βοηθείας.οἱ μὲν οὖν Μεγαλοπολῖται κατέστησαν αὐτοὺς τοὺς περὶ τὸν Νικοφάνη καὶ τὸν Κερκιδᾶν πρεσβευτὰς πρός τε τοὺς Ἀχαιοὺς κἀκεῖθεν εὐθέως πρὸς τὸν Ἀντίγονον, ἂν αὐτοῖς συγκατάθηται τὸ ἔθνος.οἱ δʼ Ἀχαιοὶ συνεχώρησαν πρεσβεύειν τοῖς Μεγαλοπολίταις.σπουδῇ δὲ συμμίξαντες οἱ περὶ τὸν Νικοφάνη τῷ βασιλεῖ διελέγοντο περὶ μὲν τῆς ἑαυτῶν πατρίδος αὐτὰ τἀναγκαῖα διὰ βραχέων καὶ κεφαλαιωδῶς, τὰ δὲ πολλὰ περὶ τῶν ὅλων κατὰ τὰς ἐντολὰς τὰς Ἀράτουκαὶ τὰς ὑποθέσεις. αὗται δʼ ἦσαν ὑποδεικνύναι τὴν Αἰτωλῶν καὶ Κλεομένους κοινοπραγίαν τί δύναται καὶ ποῖ τείνει, καὶ δηλοῦν ὅτι πρώτοις μὲν αὐτοῖς Ἀχαιοῖς εὐλαβητέον, ἑξῆς δὲ καὶ μᾶλλον Ἀντιγόνῳ.τοῦτο μὲν γάρ, ὡς Ἀχαιοὶ τὸν ἐξ ἀμφοῖν πόλεμον οὐκ ἂν ὑπενέγκαιεν, εὐθεώρητον εἶναι πᾶσι, τοῦτο δʼ, ὡς Αἰτωλοὶ καὶ Κλεομένης κρατήσαντες τούτων οὐκ εὐδοκήσουσιν οὐδὲ μὴ μείνωσιν ἐπὶ τῶν ὑποκειμένων, ἔτι τοῦ πρόσθεν ῥᾷον εἶναι τῷ νοῦν ἔχοντι συνιδεῖν.τήν τε γὰρ Αἰτωλῶν πλεονεξίαν οὐχ οἷον τοῖς Πελοποννησίων ὅροις εὐδοκῆσαί ποτʼ ἂν περιληφθεῖσαν, ἀλλʼ οὐδὲ τοῖς τῆς Ἑλλάδος,τήν τε Κλεομένους φιλοδοξίαν καὶ τὴν ὅλην ἐπιβολὴν κατὰ μὲν τὸ παρὸν αὐτῆς ἐφίεσθαι τῆς Πελοποννησίων ἀρχῆς, τυχόντα δὲ ταύτης τὸν προειρημένον κατὰ πόδας ἀνθέξεσθαι τῆς τῶν Ἑλλήνων ἡγεμονίας.ἧς οὐχ οἷόν τε καθικέσθαι μὴ οὐ πρόσθεν καταλύσαντα τὴν Μακεδόνων ἀρχήν.σκοπεῖν οὖν αὐτὸν ἠξίουν, προορώμενον τὸ μέλλον, πότερον συμφέρει τοῖς σφετέροις πράγμασι μετʼ Ἀχαιῶν καὶ Βοιωτῶν ἐν Πελοποννήσῳ πρὸς Κλεομένη πολεμεῖν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἡγεμονίας ἢ προέμενον τὸ μέγιστον ἔθνος διακινδυνεύειν ἐν Θετταλίᾳ πρὸς Αἰτωλοὺς καὶ Βοιωτούς, ἔτι δʼ Ἀχαιοὺς καὶ Λακεδαιμονίους, ὑπὲρ τῆς Μακεδόνων ἀρχῆς.ἐὰν μὲν οὖν Αἰτωλοὶ τὴν ἐκ τῶν Ἀχαιῶν εἰς αὐτοὺς γεγενημένην εὔνοιαν ἐν τοῖς κατὰ Δημήτριον καιροῖς ἐντρεπόμενοι τὴν ἡσυχίαν ἄγειν ὑποκρίνωνται, καθάπερ καὶ νῦν, πολεμήσειν αὐτοὺς ἔφασαν τοὺς Ἀχαιοὺς πρὸς τὸν Κλεομένη· κἂν μὲν ἡ τύχη συνεπιλαμβάνηται, μὴ δεῖσθαι χρείας τῶν βοηθησόντων· ἂν δʼ ἀντιπίπτῃ τὰ τῆς τύχης,