ἅμα δὲ τῷ πρὸς τὰ δόρατα ταῖς πρώταις καταφοραῖς χρωμένων τῶν Γαλατῶν ἀχρειωθῆναι τὰς μαχαίρας συνδραμόντες εἰς τὰς χεῖρας τοὺς μὲν Κελτοὺς ἀπράκτους ἐποίησαν, ἀφελόμενοι τὴν ἐκ διάρσεως αὐτῶν μάχην, ὅπερ ἴδιόν ἐστι Γαλατικῆς χρείας, διὰ τὸ μηδαμῶς κέντημα τὸ ξίφος ἔχειν·αὐτοὶ δʼ οὐκ ἐκ καταφορᾶς ἀλλʼ ἐκ διαλήψεως ὀρθαῖς χρώμενοι ταῖς μαχαίραις, πρακτικοῦ τοῦ κεντήματος περὶ αὐτὰς ὑπάρχοντος, τύπτοντες εἰς τὰ στέρνα καὶ τὰ πρόσωπα καὶ πληγὴν ἐπὶ πληγῇ φέροντες διέφθειραν τοὺς πλείστους τῶν παραταξαμένων διὰ τὴν τῶν χιλιάρχων πρόνοιαν.ὁ μὲν γὰρ στρατηγὸς Φλαμίνιος οὐκ ὀρθῶς δοκεῖ κεχρῆσθαι τῷ προειρημένῳ κινδύνῳ. παρʼ αὐτὴν γὰρ τὴν ὀφρὺν τοῦ ποταμοῦ ποιησάμενος τὴν ἔκταξιν διέφθειρε τὸ τῆς Ῥωμαϊκῆς μάχης ἴδιον, οὐχ ὑπολειπόμενος τόπον πρὸς τὴν ἐπὶ πόδα ταῖς σπείραις ἀναχώρησιν.εἰ γὰρ συνέβη βραχὺ μόνον πιεσθῆναι τῇ χώρᾳ τοὺς ἄνδρας κατὰ τὴν μάχην, ῥίπτειν ἂν εἰς τὸν ποταμὸν αὑτοὺς ἔδει διὰ τὴν ἀστοχίαν τοῦ προεστῶτος.οὐ μὴν ἀλλά γε πολλῷ νικήσαντες ταῖς σφετέραις ἀρεταῖς, καθάπερ εἶπον, καὶ παμπληθοῦς μὲν λείας, οὐκ ὀλίγων δὲ σκύλων κρατήσαντες ἐπανῆλθον εἰς τὴν Ῥώμην.τῷ δʼ ἑξῆς ἔτει, διαπρεσβευσαμένων τῶν Κελτῶν ὑπὲρ εἰρήνης καὶ πᾶν ποιήσειν ὑπισχνουμένων, ἔσπευσαν οἱ κατασταθέντες ὕπατοι Μάρκος Κλαύδιος καὶ Γνάιος Κορνήλιος τοῦ μὴ συγχωρηθῆναι τὴν εἰρήνην αὐτοῖς.οἱ δʼ ἀποτυχόντες καὶ κρίναντες ἐξελέγξαι τὰς τελευταίας ἐλπίδας, αὖθις ὥρμησαν ἐπὶ τὸ μισθοῦσθαι τῶν περὶ τὸν Ῥοδανὸν Γαισάτων Γαλατῶν εἰς τρισμυρίους· οὓς παραλαβόντες εἶχον ἐν ἑτοίμῳ καὶ προσεδόκων τὴν τῶν πολεμίων ἔφοδον.οἱ δὲ τῶν Ῥωμαίων στρατηγοὶ τῆς ὥρας ἐπιγενομένης ἀναλαβόντες τὰς δυνάμεις ἦγον εἰς τὴν τῶν Ἰνσόμβρων χώραν.παραγενόμενοι δὲ καὶ περιστρατοπεδεύσαντες πόλιν Ἀχέρρας, ἣ μεταξὺ κεῖται τοῦ Πάδου καὶ τῶν Ἀλπεινῶν ὀρῶν, ἐπολιόρκουν ταύτην.οἱ δʼ Ἴνσομβρες βοηθεῖν μὲν οὐ δυνάμενοι διὰ τὸ προκαταληφθῆναι τοὺς εὐφυεῖς τόπους, σπεύδοντες δὲ λῦσαι τὴν πολιορκίαν τῶν Ἀχερρῶν, μέρος τι τῆς δυνάμεως διαβιβάσαντες τὸν Πάδον εἰς τὴν τῶν Ἀνάρων χώραν ἐπολιόρκουν τὸ προσαγορευόμενον Κλαστίδιον. προσπεσόντος δὲ τοῦ συμβαίνοντος τοῖς στρατηγοῖς,ἀναλαβὼν τοὺς ἱππεῖς Μάρκος Κλαύδιος καί τινας τῶν πεζικῶν ἠπείγετο, σπεύδων βοηθῆσαι τοῖς πολιορκουμένοις.οἱ δὲ Κελτοὶ πυθόμενοι τὴν παρουσίαν τῶν ὑπεναντίων, λύσαντες τὴν πολιορκίαν ὑπήντων καὶ παρετάξαντο.τῶν δὲ Ῥωμαίων αὐτοῖς τοῖς ἱππεῦσιν ἐξ ἐφόδου τολμηρῶς σφίσι προσπεσόντων, τὰς μὲν ἀρχὰς ἀντεῖχον· μετὰ δὲ ταῦτα περιισταμένων καὶ κατὰ νώτου καὶ κατὰ κέρας, δυσχρηστούμενοι τῇ μάχῃ τέλος ἐτράπησαν ὑπʼ αὐτῶν τῶν ἱππέων.καὶ πολλοὶ μὲν εἰς τὸν ποταμὸν ἐμπεσόντες ὑπὸ τοῦ ῥεύματος διεφθάρησαν, οἱ δὲ πλείους ὑπὸ τῶν πολεμίων κατεκόπησαν.ἔλαβον δὲ καὶ τὰς Ἀχέρρας οἱ Ῥωμαῖοι σίτου γεμούσας, ἐκχωρησάντων εἰς τὸ Μεδιόλανον τῶν Γαλατῶν, ὅσπερ ἐστὶ κυριώτατος τόπος τῆς τῶν Ἰνσόμβρων χώρας.οἷς ἐκ ποδὸς ἐπακολουθήσαντος τοῦ Γναΐου καὶ προσβαλόντος ἄφνω πρὸς τὸ Μεδιόλανον, τὸ μὲν πρῶτον ἡσυχίαν ἔσχον·ἀπολυομένου δʼ αὐτοῦ πάλιν εἰς τὰς Ἀχέρρας, ἐπεξελθόντες καὶ τῆς οὐραγίας ἁψάμενοι θρασέως πολλοὺς μὲν νεκροὺς ἐποίησαν, μέρος δέ τι καὶ φυγεῖν αὐτῶν ἠνάγκασαν,ἕως ὁ Γνάιος ἀνακαλεσάμενος τοὺς ἐκ τῆς πρωτοπορείας παρώρμησε στῆναι καὶ συμβαλεῖν τοῖς πολεμίοις.οἱ μὲν οὖν Ῥωμαῖοι πειθαρχήσαντες τῷ στρατηγῷ διεμάχοντο πρὸς τοὺς ἐπικειμένους εὐρώστως.οἱ δὲ Κελτοὶ διὰ τὸ παρὸν εὐτύχημα μείναντες ἐπὶ ποσὸν εὐθαρσῶς, μετʼ οὐ πολὺ τραπέντες ἔφευγον εἰς τὰς παρωρείας. ὁ δὲ Γνάιος ἐπακολουθήσας τήν τε χώραν ἐπόρθει καὶ τὸ Μεδιόλανον εἷλε κατὰ κράτος. οὗ συμβαίνοντος οἱ προεστῶτες τῶν Ἰνσόμβρων ἀπογνόντες τὰς τῆς σωτηρίας ἐλπίδας πάντα τὰ καθʼ αὑτοὺς ἐπέτρεψαν τοῖς Ῥωμαίοις.ὁ μὲν οὖν πρὸς τοὺς Κελτοὺς πόλεμος τοιοῦτον ἔσχε τὸ τέλος, κατὰ μὲν τὴν ἀπόνοιαν καὶ τόλμαν τῶν ἀγωνιζομένων ἀνδρῶν, ἔτι δὲ κατὰ τὰς μάχας καὶ τὸ πλῆθος τῶν ἐν αὐταῖς ἀπολλυμένων καὶ παραταττομένων οὐδενὸς καταδεέστερος τῶν ἱστορημένων,κατὰ δὲ τὰς ἐπιβολὰς καὶ τὴν ἀκρισίαν τοῦ κατὰ μέρος χειρισμοῦ τελέως εὐκαταφρόνητος διὰ τὸ μὴ τὸ πλεῖον ἀλλὰ συλλήβδην ἅπαν τὸ γινόμενον ὑπὸ τῶν Γαλατῶν θυμῷ μᾶλλον ἢ λογισμῷ βραβεύεσθαι.περὶ ὧν ἡμεῖς συνθεωρήσαντες μετʼ ὀλίγον χρόνον αὐτοὺς ἐκ τῶν περὶ τὸν Πάδον πεδίων ἐξωσθέντας, πλὴν ὀλίγων τόπων τῶν ὑπʼ αὐτὰς τὰς Ἄλπεις κειμένων, οὐκ ᾠήθημεν δεῖν οὔτε τὴν ἐξ ἀρχῆς ἔφοδον αὐτῶν ἀμνημόνευτον παραλιπεῖν οὔτε τὰς μετὰ ταῦτα πράξεις οὔτε τὴν τελευταίαν ἐξανάστασιν,ὑπολαμβάνοντες οἰκεῖον ἱστορίας ὑπάρχειν τὰ τοιαῦτʼ ἐπεισόδια τῆς τύχης εἰς μνήμην ἄγειν καὶ παράδοσιν τοῖς ἐπιγινομένοις,ἵνα μὴ τελέως οἱ μεθʼ ἡμᾶς ἀνεννόητοι τούτων ὑπάρχοντες ἐκπλήττωνται τὰς αἰφνιδίους καὶ παραλόγους τῶν βαρβάρων ἐφόδους, ἀλλʼ ἐπὶ ποσὸν ἐν νῷ λαμβάνοντες ὡς ὀλιγοχρόνιόν ἐστι καὶ λίαν εὔφθαρτον τὸ τῶν βαρβάρων πλῆθος τοῖς σὺν νῷ κινδυνεύουσι τὴν ἔφοδον αὐτῶν ὑπομένωσι καὶ πάσας ἐξελέγχωσι τὰς σφετέρας ἐλπίδας πρότερον ἢ παραχωρῆσαί τινος τῶν ἀναγκαίων.