ἤδη δὲ τῆς ὥρας συγκλειούσης ὁ μὲν τούτων λόγος ἐκωλύθη διὰ τὸν καιρόν, ὁ δὲ Φίλιππος ἠξίου γράψαντας αὑτῷ δοῦναι πάντας ἐφʼ οἷς δεήσει γίνεσθαι τὴν εἰρήνην· μόνος γὰρ ὢν οὐκ ἔχειν μεθʼ ὧν βουλεύηται·διὸ θέλειν αὑτῷ λόγον δοῦναι περὶ τῶν ἐπιταττομένων.ὁ δὲ Τίτος οὐκ ἀηδῶς μὲν ἤκουε τοῦ Φιλίππου χλευάζοντος· μὴ βουλόμενος δὲ τοῖς ἄλλοις [μὴ] δοκεῖν ἀντεπέσκωψε τὸν Φίλιππον εἰπὼν οὕτως· "εἰκότωσ" ἔφη "Φίλιππε, μόνος εἶ νῦν· τοὺς γὰρ φίλους τοὺς τὰ κράτιστά σοι συμβουλεύσοντας ἀπώλεσας ἅπαντασ". ὁ δὲ Μακεδὼν ὑπομειδιάσας σαρδάνιον ἀπεσιώπησε. καὶ τότε μὲν ἅπαντες,ἐγγράπτους δόντες τῷ Φιλίππῳ τὰς ἑαυτῶν προαιρέσεις ἀκολούθως τοῖς προειρημένοις, ἐχωρίσθησαν, ταξάμενοι κατὰ τὴν ἐπιοῦσαν εἰς Νίκαιαν πάλιν ἀπαντήσειν·τῇ δʼ αὔριον οἱ μὲν περὶ τὸν Τίτον ἧκον ἐπὶ τὸν ταχθέντα τόπον ἐν ὥρᾳ πάντες [ἦσαν], ὁ δὲ Φίλιππος οὐ παρεγίνετο.τῆς δʼ ἡμέρας ἤδη προαγούσης ἐπὶ πολὺ καὶ σχεδὸν ἀπεγνωκότων τῶν περὶ τὸν Τίτον, παρῆν ὁ Φίλιππος δείλης ὀψίας ἐπιφαινόμενος μεθʼ ὧν καὶ πρότερον,κατατετριφὼς τὴν ἡμέραν, ὡς μὲν αὐτὸς ἔφη, διὰ τὴν ἀπορίαν καὶ δυσχρηστίαν τῶν ἐπιταττομένων, ὡς δὲ τοῖς ἄλλοις ἐδόκει, βουλόμενος ἐκκλεῖσαι τῷ καιρῷ τήν τε τῶν Ἀχαιῶν καὶ τὴν τῶν Αἰτωλῶν κατηγορίαν·ἑώρα γὰρ τῇ πρόσθεν ἀπαλλαττόμενος ἀμφοτέρους τούτους ἑτοίμους ὄντας πρὸς τὸ συμπλέκεσθαι καὶ μεμψιμοιρεῖν αὐτῷ.διὸ καὶ τότε συνεγγίσας ἠξίου τὸν τῶν Ῥωμαίων στρατηγὸν ἰδίᾳ πρὸς αὐτὸν διαλεχθῆναι περὶ τῶν ἐνεστώτων, ἵνα μὴ λόγοι γένωνται μόνον ἐξ ἀμφοτέρων ἁψιμαχούντων, ἀλλὰ καὶ τέλος τι τοῖς ἀμφισβητουμένοις ἐπιτεθῇ.πλεονάκις δʼ αὐτοῦ παρακαλοῦντος καὶ προσαξιοῦντος, ἤρετο τοὺς συμπαρόντας ὁ Τίτος τί δέον εἴη ποιεῖν.τῶν δὲ κελευόντων συνελθεῖν καὶ διακοῦσαι τῶν λεγομένων, παραλαβὼν ὁ Τίτος Ἄππιον Κλαύδιον χιλίαρχον ὄντα τότε, τοῖς μὲν ἄλλοις μικρὸν ἀπὸ τῆς θαλάττης ἀναχωρήσασιν εἶπεν αὐτόθι μένειν, αὐτὸς δὲ τὸν Φίλιππον ἐκέλευσεν ἐκβαίνειν.ὁ δὲ βασιλεὺς παραλαβὼν Ἀπολλόδωρον καὶ Δημοσθένην ἀπέβη, συμμίξας δὲ τῷ Τίτῳ διελέγετο καὶ πλείω χρόνον.τίνα μὲν οὖν ἦν τὰ τότε ῥηθέντα παρʼ ἑκατέρου, δυσχερὲς εἰπεῖν· ἔφη δʼ οὖν ὁ Τίτος μετὰ τὸ χωρισθῆναι τὸν Φίλιππον, διασαφῶν τοῖς ἄλλοις τὰ παρὰ τοῦ βασιλέως,Αἰτωλοῖς μὲν ἀποδοῦναι Φάρσαλον καὶ Λάρισαν, Θήβας δʼ οὐκ ἀποδιδόναι, Ῥοδίοις δὲ τῆς μὲν Περαίας παραχωρεῖν, Ἰασοῦ δὲ καὶ Βαργυλίων οὐκ ἐκχωρεῖν· Ἀχαιοῖς δὲ παραδιδόναι τὸν Κόρινθον καὶ τὴν τῶν Ἀργείων πόλιν.Ῥωμαίοις δὲ τὰ κατὰ τὴν Ἰλλυρίδα φάναι παραδώσειν καὶ τοὺς αἰχμαλώτους πάντας, Ἀττάλῳ δὲ τάς τε ναῦς ἀποκαταστήσειν καὶ τῶν ἀνδρῶν τῶν ἐν ταῖς ναυμαχίαις ἁλόντων ὅσοι περίεισι.πάντων δὲ τῶν παρόντων δυσαρεστουμένων τῇ διαλύσει καὶ φασκόντων δεῖν τὸ κοινὸν ἐπίταγμα πρῶτον ποιεῖν — τοῦτο δʼ ἦν ἁπάσης ἐκχωρεῖν τῆς Ἑλλάδος — εἰ δὲ μή, διότι τὰ κατὰ μέρος μάταια γίνεται καὶ πρὸς οὐδέν,θεωρῶν ὁ Φίλιππος τὴν ἐν αὐτοῖς ἀμφισβήτησιν καὶ δεδιὼς ἅμα τὰς κατηγορίας, ἠξίου τὸν Τίτον ὑπερθέσθαι τὴν σύνοδον εἰς τὴν αὔριον διὰ τὸ καὶ τὴν ὥραν εἰς ὀψὲ συγκλείειν· ἢ γὰρ πείσειν ἢ πεισθήσεσθαι τοῖς παρακαλουμένοις.τοῦ δὲ συγχωρήσαντος, ταξάμενοι συμπορεύεσθαι πρὸς τὸν κατὰ Θρόνιον αἰγιαλόν, τότε μὲν ἐχωρίσθησαν, τῇ δʼ ὑστεραίᾳ πάντες ἧκον ἐπὶ τὸν ταχθέντα τόπον ἐν ὥρᾳ.καὶ βραχέα διαλεχθεὶς ὁ Φίλιππος ἠξίου πάντας, μάλιστα δὲ τὸν Τίτον, μὴ διακόψαι τὴν διάλυσιν, τῶν γε δὴ πλείστων εἰς συμβατικὴν διάθεσιν ἠγμένων,ἀλλʼ εἰ μὲν ἐνδέχεται διʼ αὑτῶν συμφώνους γενέσθαι περὶ τῶν ἀντιλεγομένων· εἰ δὲ μή, πρεσβεύσειν ἔφη πρὸς τὴν σύγκλητον, κἀκείνην πείσειν περὶ τῶν ἀμφισβητουμένων, ἢ ποιήσειν ὅ, τι ποτʼ ἂν ἐπιτάττῃ.ταῦτα δʼ αὐτοῦ προτείνοντος, οἱ μὲν ἄλλοι πάντες ἔφασαν δεῖν πράττειν τὰ τοῦ πολέμου καὶ μὴ προσέχειν τοῖς ἀξιουμένοις.ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς οὐκ ἀγνοεῖν μὲν οὐδʼ αὐτὸς ἔφη διότι τὸν Φίλιππον οὐκ εἰκός ἐστι ποιῆσαι τῶν παρακαλουμένων οὐδέν·τῷ δʼ ἁπλῶς μηδὲν ἐμποδίζειν τὰς σφετέρας πράξεις τὴν αἰτουμένην χάριν ὑπὸ τοῦ βασιλέως ἐκποιεῖν ἔφη χαρίζεσθαι.κυρωθῆναι μὲν γὰρ οὐδʼ ὣς εἶναι δυνατὸν οὐδὲν τῶν νῦν λεγομένων ἄνευ τῆς συγκλήτου, πρὸς δὲ τὸ λαβεῖν πεῖραν τῆς ἐκείνων γνώμης εὐφυῶς ἔχειν τὸν ἐπιφερόμενον καιρόν·τῶν γὰρ στρατοπέδων οὐδʼ ὣς δυναμένων οὐδὲν πράττειν διὰ τὸν χειμῶνα, τοῦτον ἀποθέσθαι τὸν χρόνον εἰς τὸ προσανενεγκεῖν τῇ συγκλήτῳ περὶ τῶν προσπιπτόντων, οὐκ ἄθετον, ἀλλʼ οἰκεῖον εἶναι πᾶσι.ταχὺ δὲ συγκαταθεμένων ἁπάντων διὰ τὸ θεωρεῖν τὸν Τίτον οὐκ ἀλλότριον ὄντα τῆς ἐπὶ τὴν σύγκλητον ἀναφορᾶς,ἔδοξε συγχωρεῖν τῷ Φιλίππῳ πρεσβεύειν εἰς τὴν Ῥώμην, ὁμοίως δὲ καὶ παρʼ αὑτῶν πέμπειν ἑκάστους πρεσβευτὰς τοὺς διαλεχθησομένους τῇ συγκλήτῳ καὶ κατηγορήσοντας τοῦ Φιλίππου.τοῦ δὲ πράγματος τῷ Τίτῳ τοῦ κατὰ τὸν σύλλογον κατὰ νοῦν καὶ κατὰ τοὺς ἐξ ἀρχῆς διαλογισμοὺς προκεχωρηκότος, παραυτίκα τὸ συνεχὲς τῆς ἐπιβολῆς ἐξύφαινε, τά τε καθʼ αὑτὸν ἀσφαλιζόμενος ἐπιμελῶς καὶ πρόλημμα τῷ Φιλίππῳ ποιῶν οὐδέν.