αἱ μὲν οὖν κατʼ ἰδίαν ἐντεύξεις τοῦ τε βασιλέως καὶ τῶν Ῥωμαίων τελέως ἦσαν ἀφελεῖς καὶ φιλάνθρωποι· μετὰ δὲ ταῦτα γενομένης συνεδρείας κοινῆς ὑπὲρ τῶν ὅλων ἀλλοιοτέραν ἔλαβε τὰ πράγματα διάθεσιν.ὁ γὰρ Λεύκιος ὁ Κορνήλιος ἠξίου μὲν καὶ τῶν ὑπὸ Πτολεμαῖον ταττομένων πόλεων, ὅσας νῦν εἴληφε κατὰ τὴν Ἀσίαν, παραχωρεῖν τὸν Ἀντίοχον, τῶν δʼ ὑπὸ Φίλιππον διεμαρτύρετο φιλοτίμως ἐξίστασθαι·γελοῖον γὰρ εἶναι τὰ Ῥωμαίων ἆθλα τοῦ γεγονότος αὐτοῖς πολέμου πρὸς Φίλιππον Ἀντίοχον ἐπελθόντα παραλαμβάνειν.παρῄνει δὲ καὶ τῶν αὐτονόμων ἀπέχεσθαι πόλεων.καθόλου δʼ ἔφη θαυμάζειν τίνι λόγῳ τοσαύταις μὲν πεζικαῖς, τοσαύταις δὲ ναυτικαῖς δυνάμεσι πεποίηται τὴν εἰς τὴν Εὐρώπην διάβασιν·πλὴν γὰρ τοῦ προτίθεσθαι Ῥωμαίοις ἐγχειρεῖν αὐτόν, οὐδʼ ἔννοιαν ἑτέραν καταλείπεσθαι παρὰ τοῖς ὀρθῶς λογιζομένοις. οἱ μὲν οὖν Ῥωμαῖοι ταῦτʼ εἰπόντες ἀπεσιώπησαν· ὁ δὲ βασιλεὺς πρῶτον μὲν διαπορεῖν ἔφη κατὰ τίνα λόγον ἀμφισβητοῦσι πρὸς αὐτὸν ὑπὲρ τῶν ἐπὶ τῆς Ἀσίας πόλεων· πᾶσι γὰρ μᾶλλον ἐπιβάλλειν τοῦτο ποιεῖν ἢ Ῥωμαίοις.δεύτερον δʼ ἠξίου μηδὲν αὐτοὺς πολυπραγμονεῖν καθόλου τῶν κατὰ τὴν Ἀσίαν· οὐδὲ γὰρ αὐτὸς περιεργάζεσθαι τῶν κατὰ τὴν Ἰταλίαν ἁπλῶς οὐδέν.εἰς δὲ τὴν Εὐρώπην ἔφη διαβεβηκέναι μετὰ τῶν δυνάμεων ἀνακτησόμενος τὰ κατὰ τὴν Χερρόνησον καὶ τὰς ἐπὶ Θρᾴκης πόλεις· τὴν γὰρ τῶν τόπων τούτων ἀρχὴν μάλιστα πάντων αὑτῷ καθήκειν.εἶναι μὲν γὰρ ἐξ ἀρχῆς τὴν δυναστείαν ταύτην Λυσιμάχου, Σελεύκου δὲ πολεμήσαντος πρὸς αὐτὸν καὶ κρατήσαντος τῷ πολέμῳ πᾶσαν τὴν Λυσιμάχου βασιλείαν δορίκτητον γενέσθαι Σελεύκου.κατὰ δὲ τοὺς τῶν αὑτοῦ προγόνων περισπασμοὺς ἐν τοῖς ἑξῆς χρόνοις πρῶτον μὲν Πτολεμαῖον παρασπασάμενον σφετερίσασθαι τοὺς τόπους τούτους, δεύτερον δὲ Φίλιππον.αὐτὸς δὲ νῦν οὐ κτᾶσθαι τοῖς Φιλίππου καιροῖς συνεπιτιθέμενος, ἀλλʼ ἀνακτᾶσθαι τοῖς ἰδίοις δικαίοις συγχρώμενος.Λυσιμαχεῖς δέ, παραλόγως ἀναστάτους γεγονότας ὑπὸ Θρᾳκῶν, οὐκ ἀδικεῖν Ῥωμαίους κατάγων καὶ συνοικίζων·ποιεῖν γὰρ τοῦτʼ ἔφη βουλόμενος οὐ Ῥωμαίοις τὰς χεῖρας ἐπιβαλεῖν, Σελεύκῳ δʼ οἰκητήριον ἑτοιμάζειν.τὰς δʼ αὐτονόμους τῶν κατὰ τὴν Ἀσίαν πόλεων οὐ διὰ τῆς Ῥωμαίων ἐπιταγῆς δέον εἶναι τυγχάνειν τῆς ἐλευθερίας, ἀλλὰ διὰ τῆς αὑτοῦ χάριτος.τὰ δὲ πρὸς Πτολεμαῖον αὐτὸς ἔφη διεξάξειν εὐδοκουμένως ἐκείνῳ· κρίνειν γὰρ οὐ φιλίαν μόνον, ἀλλὰ καὶ μετὰ τῆς φιλίας ἀναγκαιότητα συντίθεσθαι πρὸς αὐτόν.τῶν δὲ περὶ τὸν Λεύκιον οἰομένων δεῖν καλεῖσθαι τοὺς Λαμψακηνοὺς καὶ τοὺς Σμυρναίους καὶ δοῦναι λόγον αὐτοῖς, ἐγένετο τοῦτο.παρῆσαν δὲ παρὰ μὲν Λαμψακηνῶν οἱ περὶ Παρμενίωνα καὶ Πυθόδωρον, παρὰ δὲ Σμυρναίων οἱ περὶ Κοίρανον. ὧν μετὰ παρρησίας διαλεγομένων,δυσχεράνας ὁ βασιλεὺς ἐπὶ τῷ δοκεῖν λόγον ὑπέχειν ἐπὶ Ῥωμαίων τοῖς πρὸς αὐτὸν ἀμφισβητοῦσι, μεσολαβήσας τὸν Παρμενίωνα "παῦσαι" φησὶ "τῶν πολλῶν· οὐ γὰρ ἐπὶ Ῥωμαίων, ἀλλʼ ἐπὶ Ῥοδίων ὑμῖν εὐδοκῶ διακριθῆναι περὶ τῶν ἀντιλεγομένων." καὶ τότε μὲν ἐπὶ τούτοις διέλυσαν τὸν σύλλογον, οὐδαμῶς εὐδοκήσαντες ἀλλήλοις.τῶν γὰρ παραβόλων καὶ καλῶν ἔργων ἐφίενται μὲν πολλοί, τολμῶσι δʼ ὀλίγοι ψαύειν.καίτοι πολὺ καλλίους ἀφορμὰς εἶχε Σκόπας Κλεομένους πρὸς τὸ παραβάλλεσθαι καὶ τολμᾶν.ἐκεῖνος μὲν γὰρ προκαταληφθεὶς εἰς αὐτὰς συνεκλείσθη τὰς ἐν τοῖς ἰδίοις οἰκέταις καὶ φίλοις ἐλπίδας· ἀλλʼ ὅμως οὐδὲ ταύτας ἐγκατέλιπεν, ἀλλʼ ἐφʼ ὅσον ἦν δυνατὸς ἐξήλεγξε, τὸ καλῶς ἀποθανεῖν τοῦ ζῆν αἰσχρῶς περὶ πλείονος ποιησάμενος.Σκόπας δέ, καὶ χεῖρα βαρεῖαν ἔχων συνεργὸν καὶ καιρόν, ἅτε τοῦ βασιλέως ἔτι παιδὸς ὄντος, μέλλων καὶ βουλευόμενος προκατελήφθη.γνόντες γὰρ αὐτὸν οἱ περὶ τὸν Ἀριστομένην συναθροίζοντα τοὺς φίλους εἰς τὴν ἰδίαν οἰκίαν καὶ συνεδρεύοντα μετὰ τούτων, πέμψαντές τινας τῶν ὑπασπιστῶν ἐκάλουν εἰς τὸ συνέδριον.ὁ δʼ οὕτως παρειστήκει τῶν φρενῶν ὡς οὔτε πράττειν ἐτόλμα τῶν ἑξῆς οὐδὲν οὔτε καλούμενος ὑπὸ τοῦ βασιλέως οἷός τʼ ἦν πειθαρχεῖν, ὃ πάντων ἐστὶν ἔσχατον,ἕως οἱ περὶ τὸν Ἀριστομένην γνόντες αὐτοῦ τὴν ἀλογίαν τοὺς μὲν στρατιώτας καὶ τὰ θηρία περιέστησαν περὶ τὴν οἰκίαν,Πτολεμαῖον δὲ τὸν Εὐμένους πέμψαντες μετὰ νεανίσκων ἄγειν αὐτὸν ἐκέλευον, ἐὰν μὲν ἑκὼν βούληται πειθαρχεῖν, εἰ δὲ μή, μετὰ βίας.τοῦ δὲ Πτολεμαίου παρεισελθόντος εἰς τὴν οἰκίαν καὶ δηλοῦντος ὅτι καλεῖ Σκόπαν ὁ βασιλεύς, τὰς μὲν ἀρχὰς οὐ προσεῖχε τοῖς λεγομένοις, ἀλλὰ καὶ βλέπων εἰς τὸν Πτολεμαῖον ἀτενὲς ἔμενε καὶ πλείω χρόνον ὡς ἂν εἰ προσανατεινόμενος αὐτῷ καὶ θαυμάζων τὴν τόλμαν.ὡς δʼ ἐπελθὼν ὁ Πτολεμαῖος θρασέως ἐπελάβετο τῆς χλαμύδος αὐτοῦ, τότε βοηθεῖν ἠξίου τοὺς παρόντας.ὄντων δὲ καὶ τῶν εἰσελθόντων νεανίσκων πλειόνων καὶ τὴν ἔξω περίστασιν διασαφήσαντός τινος, συνείξας τοῖς παροῦσιν ἠκολούθει μετὰ τῶν φίλων.ἅμα δὲ τῷ παρελθεῖν εἰς τὸ συνέδριον βραχέα μὲν ὁ βασιλεὺς κατηγόρησε, μετὰ δὲ τοῦτον Πολυκράτης, ἄρτι παραγεγονὼς ἀπὸ Κύπρου, τελευταῖος δʼ Ἀριστομένης.