δοκούσης δὲ τῆς εὐχαριστίας ὑπερβολικῆς γενέσθαι, θαρρῶν ἄν τις εἶπε διότι πολὺ καταδεεστέραν εἶναι συνέβαινε τοῦ τῆς πράξεως μεγέθους.θαυμαστὸν γὰρ ἦν καὶ τὸ Ῥωμαίους ἐπὶ ταύτης γενέσθαι τῆς προαιρέσεως καὶ τὸν ἡγούμενον αὐτῶν Τίτον, ὥστε πᾶσαν ὑπομεῖναι δαπάνην καὶ πάντα κίνδυνον χάριν τῆς τῶν Ἑλλήνων ἐλευθερίας· μέγα δὲ καὶ τὸ δύναμιν ἀκόλουθον τῇ προαιρέσει προσενέγκασθαι·τούτων δὲ μέγιστον ἔτι τὸ μηδὲν ἐκ τῆς τύχης ἀντιπαῖσαι πρὸς τὴν ἐπιβολήν, ἀλλʼ ἁπλῶς ἅπαντα πρὸς ἕνα καιρὸν ἐκδραμεῖν, ὥστε διὰ κηρύγματος ἑνὸς ἅπαντας καὶ τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας καὶ τοὺς τὴν Εὐρώπην ἐλευθέρους, ἀφρουρήτους, ἀφορολογήτους γενέσθαι, νόμοις χρωμένους τοῖς ἰδίοις.διελθούσης δὲ τῆς πανηγύρεως πρώτοις μὲν ἐχρημάτισαν τοῖς παρʼ Ἀντιόχου πρεσβευταῖς, διακελευόμενοι τῶν ἐπὶ τῆς Ἀσίας πόλεων τῶν μὲν αὐτονόμων ἀπέχεσθαι καὶ μηδεμιᾷ πολεμεῖν, ὅσας δὲ νῦν παρείληφε τῶν ὑπὸ Πτολεμαῖον καὶ Φίλιππον ταττομένων, ἐκχωρεῖν.σὺν δὲ τούτοις προηγόρευον μὴ διαβαίνειν εἰς τὴν Εὐρώπην μετὰ δυνάμεως· οὐδένα γὰρ ἔτι τῶν Ἑλλήνων οὔτε πολεμεῖσθαι νῦν ὑπʼ οὐδενὸς οὔτε δουλεύειν οὐδενί.καθόλου δὲ καὶ ἐξ αὑτῶν τινας ἔφασαν ἥξειν πρὸς τὸν Ἀντίοχον.ταύτας μὲν οὖν οἱ περὶ τὸν Ἡγησιάνακτα καὶ Λυσίαν λαβόντες τὰς ἀποκρίσεις ἐπανῆλθον·μετὰ δὲ τούτους εἰσεκαλοῦντο πάντας τοὺς ἀπὸ τῶν ἐθνῶν καὶ πόλεων παραγεγονότας, καὶ τὰ δόξαντα τῷ συνεδρίῳ διεσάφουν.Μακεδόνων μὲν οὖν τοὺς Ὀρέστας καλουμένους διὰ τὸ προσχωρῆσαι σφίσι κατὰ τὸν πόλεμον αὐτονόμους ἀφεῖσαν, ἠλευθέρωσαν δὲ Περραιβοὺς καὶ Δόλοπας καὶ Μάγνητας.Θετταλοῖς δὲ μετὰ τῆς ἐλευθερίας καὶ τοὺς Ἀχαιοὺς τοὺς Φθιώτας προσένειμαν, ἀφελόμενοι Θήβας τὰς Φθίας καὶ Φάρσαλον·οἱ γὰρ Αἰτωλοὶ περί τε τῆς Φαρσάλου μεγάλην ἐποιοῦντο φιλοτιμίαν, φάσκοντες αὑτῶν δεῖν ὑπάρχειν κατὰ τὰς ἐξ ἀρχῆς συνθήκας, ὁμοίως δὲ καὶ περὶ Λευκάδος.οἱ δʼ ἐν τῷ συνεδρίῳ περὶ μὲν τούτων τῶν πόλεων ὑπερέθεντο τοῖς Αἰτωλοῖς τὸ διαβούλιον πάλιν ἐπὶ τὴν σύγκλητον, τοὺς δὲ Φωκέας καὶ τοὺς Λοκροὺς συνεχώρησαν αὐτοῖς ἔχειν, καθάπερ εἶχον καὶ πρότερον, ἐν τῇ συμπολιτείᾳ.Κόρινθον δὲ καὶ τὴν Τριφυλίαν καὶ τὴν Ἡραιῶν πόλιν Ἀχαιοῖς ἀπέδωκαν. Ὠρεὸν δʼ, ἔτι δὲ τὴν Ἐρετριέων πόλιν ἐδόκει μὲν τοῖς πλείοσιν Εὐμένει δοῦναι·Τίτου δὲ πρὸς τὸ συνέδριον διαστείλαντος οὐκ ἐκυρώθη τὸ διαβούλιον· διὸ καὶ μετά τινα χρόνον ἠλευθερώθησαν αἱ πόλεις αὗται διὰ τῆς συγκλήτου καὶ σὺν ταύταις Κάρυστος.ἔδωκαν δὲ καὶ Πλευράτῳ Λυχνίδα καὶ Πάρθον, οὔσας μὲν Ἰλλυρίδας, ὑπὸ Φίλιππον δὲ ταττομένας.Ἀμυνάνδρῳ δὲ συνεχώρησαν, ὅσα παρεσπάσατο κατὰ πόλεμον ἐρύματα τοῦ Φιλίππου, κρατεῖν τούτων.ταῦτα δὲ διοικήσαντες ἐμέρισαν σφᾶς αὐτούς,καὶ Πόπλιος μὲν Λέντλος εἰς Βαργύλια πλεύσας ἠλευθέρωσε τούτους, Λεύκιος δὲ Στερτίνιος εἰς Ἡφαιστίαν καὶ Θάσον ἀφικόμενος καὶ τὰς ἐπὶ Θρᾴκης πόλεις ἐποίησε τὸ παραπλήσιον.πρὸς δὲ τὸν Ἀντίοχον ὥρμησαν Πόπλιος Οὐίλλιος καὶ Λεύκιος Τερέντιος, οἱ δὲ περὶ Γνάιον τὸν Κορνήλιον πρὸς τὸν βασιλέα Φίλιππον.ᾧ καὶ συμμίξαντες πρὸς τοῖς Τέμπεσι περί τε τῶν ἄλλων διελέχθησαν ὑπὲρ ὧν εἶχον τὰς ἐντολάς, καὶ συνεβούλευον αὐτῷ πρεσβευτὰς πέμπειν εἰς τὴν Ῥώμην ὑπὲρ συμμαχίας, ἵνα μὴ δοκῇ τοῖς καιροῖς ἐφεδρεύων ἀποκαραδοκεῖν τὴν Ἀντιόχου παρουσίαν.τοῦ δὲ βασιλέως συγκαταθεμένου τοῖς ὑποδεικνυμένοις, εὐθέως ἀπʼ ἐκείνου χωρισθέντες ἧκον ἐπὶ τὴν τῶν Θερμικῶν σύνοδον,καὶ παρελθόντες εἰς τὰ πλήθη παρεκάλουν τοὺς Αἰτωλοὺς διὰ πλειόνων μένειν ἐπὶ τῆς ἐξ ἀρχῆς αἱρέσεως καὶ διαφυλάττειν τὴν πρὸς Ῥωμαίους εὔνοιαν.πολλῶν δὲ παρισταμένων, καὶ τῶν μὲν πρᾴως καὶ πολιτικῶς μεμψιμοιρούντων αὐτοῖς ἐπὶ τῷ μὴ κοινωνικῶς χρῆσθαι τοῖς εὐτυχήμασι μηδὲ τηρεῖν τὰς ἐξ ἀρχῆς συνθήκας,τῶν δὲ λοιδορούντων καὶ φασκόντων οὔτʼ ἂν ἐπιβῆναι τῆς Ἑλλάδος οὐδέποτε Ῥωμαίους οὔτʼ ἂν νικῆσαι Φίλιππον, εἰ μὴ διʼ ἑαυτούς,τὸ μὲν ἀπολογεῖσθαι πρὸς ἕκαστα τούτων οἱ περὶ τὸν Γνάιον ἀπεδοκίμασαν, παρεκάλουν δʼ αὐτοὺς πρεσβεύειν εἰς τὴν Ῥώμην, διότι πάντων παρὰ τῆς συγκλήτου τεύξονται τῶν δικαίων· ὃ καὶ πεισθέντες ἐποίησαν.καὶ τὸ μὲν τέλος τοῦ πρὸς Φίλιππον πολέμου τοιαύτην ἔσχε διάθεσιν.ἐάν, τὸ δὴ λεγόμενον, τρέχωσι τὴν ἐσχάτην, ἐπὶ τοὺς Ῥωμαίους καταφεύξονται καὶ τούτοις ἐγχειριοῦσι σφᾶς αὐτοὺς καὶ τὴν πόλιν. —ὅτι προχωρούσης τῷ Ἀντιόχῳ κατὰ νοῦν τῆς ἐπιβολῆς παρόντι ἐν Θρᾴκῃ τῷ Ἀντιόχῳ κατέπλευσαν εἰς Σηλυβρίαν οἱ περὶ Λεύκιον Κορνήλιον.οὗτοι δʼ ἦσαν παρὰ τῆς συγκλήτου πρέσβεις ἐπὶ τὰς διαλύσεις ἐξαπεσταλμένοι τὰς Ἀντιόχου καὶΠτολεμαίου. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἧκον καὶ τῶν δέκα Πόπλιος μὲν Λέντλος ἐκ Βαργυλίων, Λεύκιος δὲ Τερέντιος καὶ Πόπλιος Οὐίλλιος ἐκ Θάσου.ταχὺ δὲ τῷ βασιλεῖ διασαφηθείσης τῆς τούτων παρουσίας, πάντες ἐν ὀλίγαις ἡμέραις ἡθροίσθησαν εἰς τὴν Λυσιμάχειαν.συνεκύρησαν δὲ καὶ οἱ περὶ τὸν Ἡγησιάνακτα καὶ Λυσίαν οἱ πρὸς τὸν Τίτον ἀποσταλέντες εἰς τὸν καιρὸν τοῦτον.