καὶ τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν. τῇ δʼ ὑστεραίᾳ παραγενομένου τοῦ βασιλέως, καὶ τῇ τρίτῃ πάντων εἰς τὸν σύλλογον ἁθροισθέντων, εἰσελθὼν ὁ Φίλιππος εὐστόχως καὶ συνετῶς ὑπετέμετο τὰς πάντων ὁρμάς·ἔφη γὰρ τὰ μὲν πρότερον ὑπὸ Ῥωμαίων καὶ τῶν συμμάχων ἐπιταττόμενα πάντα συγχωρεῖν καὶ ποιήσειν, περὶ δὲ τῶν λοιπῶν διδόναι τῇ συγκλήτῳ τὴν ἐπιτροπήν.τούτων δὲ ῥηθέντων οἱ μὲν ἄλλοι πάντες ἀπεσιώπησαν, ὁ δὲ τῶν Αἰτωλῶν Φαινέας "τί οὖν ἡμῖν οὐκ ἀποδίδως, Φίλιππε" ἔφη "Λάρισαν τὴν Κρεμαστήν, Φάρσαλον, Θήβας τὰς Φθίας, Ἐχῖνον"; ὁ μὲν οὖν Φίλιππος ἐκέλευε παραλαμβάνειν αὐτούς, ὁ δὲ Τίτος τῶν μὲν ἄλλων οὐκ ἔφη δεῖν οὐδεμίαν, Θήβας δὲ μόνον τὰς Φθίας·Θηβαίους γὰρ ἐγγίσαντος αὐτοῦ μετὰ τῆς δυνάμεως καὶ παρακαλοῦντος σφᾶς εἰς τὴν Ῥωμαίων πίστιν οὐ βουληθῆναι· διὸ νῦν, κατὰ πόλεμον ὑποχειρίων ὄντων, ἔχειν ἐξουσίαν ἔφη βουλεύεσθαι περὶ αὐτῶν ὡς ἂν προαιρῆται.τῶν δὲ περὶ τὸν Φαινέαν ἀγανακτούντων, καὶ λεγόντων ὅτι δέον αὐτοὺς εἴη, πρῶτον μέν, καθότι συνεπολέμησαν νῦν, κομίζεσθαι τὰς πόλεις τὰς πρότερον μεθʼ αὑτῶν συμπολιτευομένας,ἔπειτα κατὰ τὴν ἐξ ἀρχῆς συμμαχίαν, καθʼ ἣν ἔδει τῶν κατὰ πόλεμον ἑλόντων τὰ μὲν ἔπιπλα Ῥωμαίων εἶναι, τὰς δὲ πόλεις Αἰτωλῶν, ὁ Τίτος ἀγνοεῖν αὐτοὺς ἔφη κατʼ ἀμφότερα.τήν τε γὰρ συμμαχίαν λελύσθαι, καθʼ ὃν καιρὸν τὰς διαλύσεις ἐποιήσαντο πρὸς Φίλιππον ἐγκαταλείποντες Ῥωμαίους, εἴ τε καὶ μένειν ἔτι τὴν συμμαχίαν,δεῖν αὐτοὺς κομίζεσθαι καὶ παραλαμβάνειν, οὐκ εἴ τινες ἐθελοντὴν σφᾶς εἰς τὴν Ῥωμαίων πίστιν ἐνεχείρισαν, ὅπερ αἱ κατὰ Θετταλίαν πόλεις ἅπασαι πεποιήκασι νῦν, ἀλλʼ εἴ τινες κατὰ κράτος ἑάλωσαν.τοῖς μὲν οὖν ἄλλοις ὁ Τίτος ἤρεσκε ταῦτα λέγων, οἱ δʼ Αἰτωλοὶ βαρέως ἤκουον καί τις οἷον ἀρχὴ κακῶν ἐγεννᾶτο μεγάλων·ἐκ γὰρ ταύτης τῆς διαφορᾶς καὶ τούτου τοῦ σπινθῆρος μετʼ ὀλίγον ὅ τε πρὸς Αἰτωλοὺς ὅ τε πρὸς Ἀντίοχον ἐξεκαύθη πόλεμος.τὸ δὲ συνέχον ἦν τῆς ὁρμῆς τῆς τοῦ Τίτου πρὸς τὰς διαλύσεις, ἐπυνθάνετο τὸν Ἀντίοχον ἀπὸ Συρίας ἀνῆχθαι μετὰ δυνάμεως, ποιούμενον τὴν ὁρμὴν ἐπὶ τὴν Εὐρώπην.διόπερ ἠγωνία μὴ ταύτης ὁ Φίλιππος τῆς ἐλπίδος ἀντιλαμβανόμενος ἐπὶ τὸ πολιοφυλακεῖν ὁρμήσῃ καὶ τρίβειν τὸν πόλεμον, εἶθʼ ἑτέρου παραγενηθέντος ὑπάτου τὸ κεφάλαιον τῶν πράξεων εἰς ἐκεῖνον ἀνακλασθῇ.διὸ συνεχωρήθη τῷ βασιλεῖ, καθάπερ ἠξίου, λαβόντα τετραμήνους ἀνοχὰς παραχρῆμα μὲν δοῦναι τῷ Τίτῳ τὰ διακόσια τάλαντα καὶ Δημήτριον τὸν υἱὸν εἰς ὁμηρείαν καί τινας ἑτέρους τῶν φίλων, περὶ δὲ τῶν ὅλων πέμπειν εἰς τὴν Ῥώμην καὶ διδόναι τῇ συγκλήτῳ τὴν ἐπιτροπήν.καὶ τότε μὲν ἐχωρίσθησαν πιστωσάμενοι περὶ τῶν ὅλων πρὸς ἀλλήλους, ἐφʼ ᾧ Τίτον, ἐὰν μὴ συντελῆται τὰ κατὰ τὰς διαλύσεις, ἀποδοῦναι Φιλίππῳ τὰ διακόσια τάλαντα καὶ τοὺς ὁμήρους·μετὰ δὲ ταῦτα πάντες ἔπεμπον εἰς τὴν Ῥώμην, οἱ μὲν συνεργοῦντες, οἱ δʼ ἀντιπράττοντες τῇ διαλύσει. —τί δήποτʼ ἐστὶν ὅτι τοῖς αὐτοῖς καὶ διὰ τῶν αὐτῶν ἀπατώμενοι πάντες οὐ δυνάμεθα λῆξαι τῆς ἀνοίας;τοῦτο γὰρ τὸ γένος τῆς ῥᾳδιουργίας πολλάκις ὑπὸ πολλῶν ἤδη γέγονε·καὶ τὸ μὲν παρὰ τοῖς ἄλλοις διαχωρεῖν ἴσως οὐ θαυμαστόν, τὸ δέ, παρʼ οἷς ἡ πηγὴ τῆς τοιαύτης ὑπάρχει κακοπραγμοσύνης.ἀλλʼ ἔστιν αἴτιον τὸ μὴ πρόχειρον ὑπάρχειν τὸ παρʼ Ἐπιχάρμῳ καλῶς εἰρημένον νᾶφε καὶ μέμνασʼ ἀπιστεῖν· ἄρθρα ταῦτα τᾶν φρενῶν. — Μεδίων, πόλις πρὸς τῇ Αἰτωλίᾳ.Πολύβιος ὀκτωκαιδεκάτῳ.κωλύειν δὲ τὸν Ἀντίοχον παραπλεῖν, οὐκ ἀπεχθείας χάριν, ἀλλʼ ὑφορώμενοι μὴ Φιλίππῳ συνεπισχύσας ἐμπόδιον γένηται τῇ τῶν Ἑλλήνων ἐλευθερίᾳ. —ὅτι Ἀντίοχος ὁ βασιλεὺς πάνυ ὠρέγετο τῆς Ἐφέσου διὰ τὴν εὐκαιρίαν, τῷ δοκεῖν μὲν κατὰ τῆς Ἰωνίας καὶ τῶν ἐφʼ Ἑλλησπόντου πόλεων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἀκροπόλεως ἔχειν θέσιν, κατὰ δὲ τῆς Εὐρώπης ἀμυντήριον ὑπάρχειν ἀεὶ τοῖς Ἀσίας βασιλεῦσιν εὐκαιρότατον. —ὅτι φησὶν ὁ Πολύβιος ἐν τῷ ιη# λόγῳ. ὅτι Ἄτταλος ἐτελεύτησε τὸν βίον· ὑπὲρ οὗ δίκαιόν ἐστι, καθάπερ περὶ τῶν ἄλλων εἰθίσμεθα ποιεῖν, καὶ περὶ τούτου νῦν ἐπιφθέγξασθαι τὸν ἁρμόζοντα λόγον.ἐκείνῳ γὰρ ἐξ ἀρχῆς ἄλλο μὲν οὐδὲν ἐφόδιον ὑπῆρξε πρὸς βασιλείαν τῶν ἐκτός, πλοῦτος δὲ μόνον,ὃς μετὰ νοῦ μὲν καὶ τόλμης χειριζόμενος ὡς ἀληθῶς μεγάλην παρέχεται χρείαν πρὸς πᾶσαν ἐπιβολήν, ἄνευ δὲ τῶν προειρημένων τοῖς πλείστοις κακῶν παραίτιος πέφυκε γίνεσθαι καὶ συλλήβδην ἀπωλείας.καὶ γὰρ φθόνους γεννᾷ καὶ ἐπιβουλὰς καὶ πρὸς διαφθορὰν σώματος καὶ ψυχῆς μεγίστας ἔχει ῥοπάς. ὀλίγαι δέ τινές εἰσι ψυχαὶ παντάπασιν αἱ ταῦτα δυνάμεναι διωθεῖσθαι τῇ τοῦ πλούτου δυνάμει.διὸ καὶ τοῦ προειρημένου ἄξιον ἀγασθῆναι τὴν μεγαλοψυχίαν, ὅτι πρὸς οὐδὲν τῶν ἄλλων ἐπεβάλετο χρήσασθαι τοῖς χορηγίοις ἀλλὰ πρὸς βασιλείας κατάκτησιν, οὗ μεῖζον ἢ κάλλιον οὐδὲν οἷόν τʼ ἐστὶν οὐδʼ εἰπεῖν·ὃς τὴν ἀρχὴν ἐνεστήσατο τῆς προειρημένης ἐπιβολῆς οὐ μόνον διὰ τῆς εἰς τοὺς φίλους εὐεργεσίας καὶ χάριτος, ἀλλὰ καὶ διὰ τῶν κατὰ πόλεμον ἔργων.