παρὰ δὲ τοὺς ὤμους τῶν προηγουμένων ἀνανενευκυίας φέρουσι χάριν τοῦ τὸν κατὰ κορυφὴν τόπον ἀσφαλίζειν τῆς ἐκτάξεως, εἰργουσῶν τῇ πυκνώσει τῶν σαρισῶν ὅσα τῶν βελῶν ὑπερπετῆ τῶν πρωτοστατῶν φερόμενα δύναται προσπίπτειν πρὸς τοὺς ἐφεστῶτας.αὐτῷ γε μὴν τῷ τοῦ σώματος βάρει κατὰ τὴν ἐπαγωγὴν πιεζοῦντες οὗτοι τοὺς προηγουμένους βιαίαν μὲν ποιοῦσι τὴν ἔφοδον, ἀδύνατον δὲ τοῖς πρωτοστάταις τὴν εἰς τοὔπισθεν μεταβολήν.τοιαύτης περὶ τὴν φάλαγγα διαθέσεως καὶ καθόλου καὶ κατὰ μέρος οὔσης, ῥητέον ἂν εἴη καὶ τοῦ Ῥωμαίων καθοπλισμοῦ καὶ τῆς ὅλης συντάξεως τὰς ἰδιότητας καὶ διαφορὰς ἐκ παραθέσεως.ἵστανται μὲν οὖν ἐν τρισὶ ποσὶ μετὰ τῶν ὅπλων καὶ Ῥωμαῖοι·τῆς μάχης δʼ αὐτοῖς κατʼ ἄνδρα τὴν κίνησιν λαμβανούσης διὰ τὸ τῷ μὲν θυρεῷ σκέπειν τὸ σῶμα, συμμετατιθεμένους αἰεὶ πρὸς τὸν τῆς πληγῆς καιρόν, τῇ μαχαίρᾳ δʼ ἐκ καταφορᾶς καὶ διαιρέσεως ποιεῖσθαι τὴν μάχην,προφανὲς ὅτι χάλασμα καὶ διάστασιν ἀλλήλων ἔχειν δεήσει τοὺς ἄνδρας ἐλάχιστον τρεῖς πόδας κατʼ ἐπιστάτην καὶ κατὰ παραστάτην, εἰ μέλλουσιν εὐχρηστεῖν πρὸς τὸ δέον.ἐκ δὲ τούτου συμβήσεται τὸν ἕνα Ῥωμαῖον ἵστασθαι κατὰ δύο πρωτοστάτας τῶν φαλαγγιτῶν, ὥστε πρὸς δέκα σαρίσας αὐτῷ γίνεσθαι τὴν ἀπάντησιν καὶ τὴν μάχην,ἃς οὔτε κόπτοντα τὸν ἕνα καταταχῆσαι δυνατόν, ὅταν ἅπαξ συνάψωσιν εἰς τὰς χεῖρας, οὔτε βιάσασθαι ῥᾴδιον, μηδέν γε τῶν ἐφεστώτων δυναμένων συμβάλλεσθαι τοῖς πρωτοστάταις μήτε πρὸς τὴν βίαν μήτε πρὸς τὴν τῶν μαχαιρῶν ἐνέργειαν.ἐξ ὧν εὐκατανόητον ὡς οὐχ οἷόν τε μεῖναι κατὰ πρόσωπον τὴν τῆς φάλαγγος ἔφοδον οὐδέν, διατηρούσης τὴν αὑτῆς ἰδιότητα καὶ δύναμιν, ὡς ἐν ἀρχαῖς εἶπα.τίς οὖν αἰτία τοῦ νικᾶν Ῥωμαίους καὶ τί τὸ σφάλλον ἐστὶ τοὺς ταῖς φάλαγξι χρωμένους;ὅτι συμβαίνει τὸν μὲν πόλεμον ἀορίστους ἔχειν καὶ τοὺς καιροὺς καὶ τοὺς τόπους τοὺς πρὸς τὴν χρείαν, τῆς δὲ φάλαγγος ἕνα καιρὸν εἶναι καὶ τόπων ἓν γένος, ἐν οἷς δύναται τὴν αὑτῆς χρείαν ἐπιτελεῖν.εἰ μὲν οὖν τις ἦν ἀνάγκη τοῖς ἀντιπάλοις εἰς τοὺς τῆς φάλαγγος καιροὺς καὶ τόπους συγκαταβαίνειν, ὅτε μέλλοιεν κρίνεσθαι περὶ τῶν ὅλων, εἰκὸς ἦν κατὰ τὸν ἄρτι λόγον ἀεὶ φέρεσθαι τὸ πρωτεῖον τοὺς ταῖς φάλαγξι χρωμένους·εἰ δὲ δυνατὸν ἐκκλίνειν καὶ τοῦτο ποιεῖν ῥᾳδίως, πῶς ἂν ἔτι φοβερὸν εἴη τὸ προειρημένον σύνταγμα;καὶ μὴν ὅτι χρείαν ἔχει τόπων ἐπιπέδων καὶ ψιλῶν ἡ φάλαγξ, πρὸς δὲ τούτοις μηδὲν ἐμπόδιον ἐχόντων, λέγω δʼ οἷον τάφρους, ἐκρήγματα, συναγκείας, ὀφρῦς, ῥεῖθρα ποταμῶν, ὁμολογούμενόν ἐστι.πάντα γὰρ τὰ προειρημένα παραποδίζειν καὶ λύειν τὴν τοιαύτην τάξιν ἱκανὰ γίνεται.διότι δʼ εὑρεῖν τόπους ποτὲ μὲν ἐπὶ σταδίους εἴκοσι, ποτὲ δὲ καὶ πλείους, ἐν οἷς μηδέν τι τοιοῦτον ὑπάρχει, σχεδόν, ὡς εἰπεῖν, ἀδύνατόν ἐστιν, εἰ δὲ μή γε, τελέως σπάνιον, καὶ τοῦτο πᾶς ἄν τις ὁμολογήσειεν.οὐ μὴν ἀλλʼ ἔστω τόπους εὑρῆσθαι τοιούτους. ἐὰν οὖν οἱ [μὲν] πολεμοῦντες εἰς μὲν τούτους μὴ συγκαταβαίνωσι, περιπορευόμενοι δὲ πορθῶσι τὰς πόλεις καὶ τὴν χώραν τὴν τῶν συμμάχων, τί τῆς τοιαύτης ὄφελος ἔσται συντάξεως;μένουσα μὲν γὰρ ἐν τοῖς ἐπιτηδείοις αὑτῇ τόποις οὐχ οἷον ὠφελεῖν δύναιτʼ ἂν τοὺς φίλους, ἀλλʼ οὐδʼ ἑαυτὴν σῴζειν.αἱ γὰρ τῶν ἐπιτηδείων παρακομιδαὶ κωλυθήσονται ῥᾳδίως ὑπὸ τῶν πολεμίων, ὅταν ἀκονιτὶ κρατῶσι τῶν ὑπαίθρων·ἐὰν δʼ ἀπολιποῦσα τοὺς οἰκείους τόπους βούληταί τι πράττειν, εὐχείρωτος ἔσται τοῖς πολεμίοις.οὐ μὴν ἀλλὰ κἂν εἰς τοὺς ἐπιπέδους συγκαταβάς τις τόπους μὴ πᾶν ἅμα τὸ σφέτερον στρατόπεδον ὑπὸ τὴν ἐπαγωγὴν τῆς φάλαγγος καὶ τὸν ἕνα καιρὸν ὑποβάλῃ, βραχέα δὲ φυγομαχήσῃ κατʼ αὐτὸν τὸν τοῦ κινδύνου καιρόν, εὐθεώρητον γίνεται τὸ συμβησόμενον ἐξ ὧνποιοῦσι Ῥωμαῖοι νῦν. οὐκέτι γὰρ ἐκ τοῦ λόγου δεῖ τεκμαίρεσθαι τὸ νυνὶ λεγόμενον ὑφʼ ἡμῶν, ἀλλʼ ἐκ τῶν ἤδη γεγονότων.οὐ γὰρ ἐξισώσαντες τὴν παράταξιν πᾶσιν ἅμα συμβάλλουσι τοῖς στρατοπέδοις μετωπηδὸν πρὸς τὰς φάλαγγας, ἀλλὰ τὰ μὲν ἐφεδρεύει τῶν μερῶν αὐτοῖς, τὰ δὲ συμμίσγει τοῖς πολεμίοις.λοιπόν, ἄν τʼ ἐκπιέσωσιν οἱ φαλαγγῖται τοὺς καθʼ αὑτοὺς προσβάλλοντες ἄν τʼ ἐκπιεσθῶσιν ὑπὸ τούτων, λέλυται τὸ τῆς φάλαγγος ἴδιον·ἢ γὰρ ἑπόμενοι τοῖς ὑποχωροῦσιν ἢ φεύγοντες τοὺς προσκειμένους ἀπολείπουσι τὰ λοιπὰ μέρη τῆς οἰκείας δυνάμεως,οὗ γενομένου δέδοται τοῖς ἐφεδρεύουσι τῶν πολεμίων διάστημα καὶ τόπος, ὃν οὗτοι κατεῖχον, πρὸς τὸ μηκέτι κατὰ πρόσωπον ὁρμᾶν, ἀλλὰ παρεισπεσόντας πλαγίους παρίστασθαι καὶ κατὰ νώτου τοῖς φαλαγγίταις.ὅταν δὲ τοὺς μὲν τῆς φάλαγγος καιροὺς καὶ τὰ προτερήματα ῥᾴδιον ᾖ φυλάξασθαι, τοὺς δὲ κατὰ τῆς φάλαγγος ἀδύνατον, πῶς οὐ μεγάλην εἰκὸς εἶναι τὴν διαφορὰν ἐπὶ τῆς ἀληθείας τῶν προειρημένων;καὶ μὴν πορευθῆναι διὰ τόπων παντοδαπῶν ἀναγκαῖον τοὺς χρωμένους φάλαγγι καὶ καταστρατοπεδεῦσαι, ἔτι δὲ τόπους εὐκαίρους προκαταλαβέσθαι καὶ πολιορκῆσαί τινας καὶ πολιορκηθῆναι καὶ παραδόξοις ἐπιφανείαις περιπεσεῖν·