ἐὰν δέ ποτε καὶ κατακρατήσας ἐκσπάσῃ τις ἕνα καὶ δεύτερον, ἀνεπιγνώστως γίνεται τὸ διάστημα.διὸ καὶ μεγάλης οὔσης διαφορᾶς τῷ καὶ τὴν εὕρεσιν ἑτοίμην εἶναι τοῦ τοιούτου χάρακος καὶ τὴν κομιδὴν εὐχερῆ καὶ τὴν χρείαν ἀσφαλῆ καὶ μόνιμον,φανερὸν ὡς εἰ καί τι τῶν ἄλλων πολεμικῶν ἔργων ἄξιον ζήλου καὶ μιμήσεως ὑπάρχει παρὰ Ῥωμαίοις, καὶ τοῦτο, κατά γε τὴν ἐμὴν γνώμην.πλὴν ὅ γε Τίτος ἑτοιμασάμενος ταῦτα πρὸς τὰς ἐκ τοῦ καιροῦ χρείας, προῆγε παντὶ τῷ στρατεύματι βάδην, ἀποσχὼν δὲ περὶ πεντήκοντα στάδια τῆς τῶν Φεραίων πόλεως αὐτοῦ παρενέβαλε.κατὰ δὲ τὴν ἐπιοῦσαν ὑπὸ τὴν ἑωθινὴν ἐξέπεμπε τοὺς κατοπτεύσοντας καὶ διερευνησομένους, εἴ τινα δυνηθεῖεν λαβεῖν ἀφορμὴν εἰς τὸ γνῶναι ποῦ ποτʼ εἰσὶ καὶ τί πράττουσιν οἱ πολέμιοι.Φίλιππος δὲ [καὶ] κατὰ τὸν αὐτὸν καιρὸν πυνθανόμενος τοὺς Ῥωμαίους στρατοπεδεύειν περὶ τὰς Θήβας, ἐξάρας ἀπὸ τῆς Λαρίσης παντὶ τῷ στρατεύματι προῆγε, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ τὰς Φεράς.ἀποσχὼν δὲ περὶ τριάκοντα στάδια, τότε μὲν αὐτοῦ καταστρατοπεδεύσας ἐν ὥρᾳ παρήγγειλε πᾶσι γίνεσθαι περὶ τὴν τοῦ σώματος θεραπείαν,ὑπὸ δὲ τὴν ἑωθινὴν ἐξεγείρας τὴν δύναμιν τοὺς μὲν εἰθισμένους προπορεύεσθαι τῆς δυνάμεως προεξαπέστειλε, συντάξας ὑπερβάλλειν τὰς ὑπὲρ τὰς Φερὰς ἀκρολοφίας, αὐτὸς δὲ τῆς ἡμέρας διαφαινούσης ἐκίνει τὴν δύναμιν ἐκ τοῦ χάρακος.παρʼ ὀλίγον μὲν οὖν ἦλθον ἀμφοτέρων οἱ προεξαπεσταλμένοι τοῦ συμπεσεῖν ἀλλήλοις περὶ τὰς ὑπερβολάς·προϊδόμενοι γὰρ σφᾶς αὐτοὺς ὑπὸ τὴν ὄρφνην ἐκ πάνυ βραχέος διαστήματος ἐπέστησαν, καὶ ταχέως ἔπεμπον, ἀποδηλοῦντες ἀμφότεροι τοῖς ἡγεμόσι τὸ γεγονὸς καὶ πυνθανόμενοι τί δέον εἴη ποιεῖν.ἐπὶ τῶν ὑποκειμένων στρατοπεδειῶν κἀκείνους ἀνακαλεῖσθαι.τῇ δʼ ἐπαύριον ἐξέπεμψαν ἀμφότεροι κατασκοπῆς ἕνεκα τῶν ἱππέων καὶ τῶν εὐζώνων περὶ τριακοσίους ἑκατέρων, ἐν οἷς ὁ Τίτος καὶ τῶν Αἰτωλῶν δύʼ οὐλαμοὺς ἐξαπέστειλε διὰ τὴν ἐμπειρίαν τῶν τόπων·οἳ καὶ συμμίξαντες ἀλλήλοις ἐπὶ τάδε τῶν Φερῶν ὡς πρὸς Λάρισαν συνέβαλλον ἐκθύμως.τῶν δὲ περὶ τὸν Εὐπόλεμον τὸν Αἰτωλὸν εὐρώστως κινδυνευόντων καὶ συνεκκαλουμένων τοὺς Ἰταλικοὺς πρὸς τὴν χρείαν, θλίβεσθαι συνέβαινε τοὺς Μακεδόνας.καὶ τότε μὲν ἐπὶ πολὺν χρόνον ἀκροβολισάμενοι διεχωρίσθησαν εἰς τὰς αὑτῶν παρεμβολάς·κατὰ δὲ τὴν ἐπιοῦσαν ἀμφότεροι δυσαρεστούμενοι τοῖς περὶ τὰς Φερὰς τόποις διὰ τὸ καταφύτους εἶναι καὶ πλήρεις αἱμασιῶν καὶ κηπίων ἀνέζυξαν.ὁ μὲν οὖν Φίλιππος ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τὴν Σκοτοῦσσαν, σπεύδων ἐκ ταύτης τῆς πόλεως ἐφοδιάσασθαι, μετὰ δὲ ταῦτα γενόμενος εὐτρεπὴς λαβεῖν τόπους ἁρμόζοντας ταῖς αὑτοῦ δυνάμεσιν·ὁ δὲ Τίτος ὑποπτεύσας τὸ μέλλον ἐκίνει τὴν δύναμιν ἅμα τῷ Φιλίππῳ, σπεύδων προκαταφθεῖραι τὸν ἐν τῇ Σκοτουσσαίᾳ σῖτον.τῆς δʼ ἑκατέρων πορείας μεταξὺ κειμένων ὄχθων ὑψηλῶν, οὔθʼ οἱ Ῥωμαῖοι συνεώρων τοὺς Μακεδόνας, ποῖ ποιοῦνται τὴν πορείαν, οὔθʼ οἱ Μακεδόνες τοὺς Ῥωμαίους.ταύτην μὲν οὖν τὴν ἡμέραν ἑκάτεροι διανύσαντες, ὁ μὲν Τίτος ἐπὶ τὴν προσαγορευομένην Ἐρέτριαν τῆς Φθιώτιδος χώρας, ὁ δὲ Φίλιππος ἐπὶ τὸν Ὀγχηστὸν ποταμόν, αὐτοῦ κατέζευξαν, ἀγνοοῦντες ἀμφότεροι τὰς ἀλλήλων παρεμβολάς·τῇ δʼ ὑστεραίᾳ προελθόντες ἐστρατοπέδευσαν, Φίλιππος μὲν ἐπὶ τὸ Μελάμβιον προσαγορευόμενον τῆς Σκοτουσσαίας, Τίτος δὲ περὶ τὸ Θετίδειον τῆς Φαρσαλίας, ἀκμὴν ἀγνοοῦντες ἀλλήλους.ἐπιγενομένου δʼ ὄμβρου καὶ βροντῶν ἐξαισίων, πάντα συνέβη τὸν ἀέρα τὸν ἐκ τῶν νεφῶν κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ὑπὸ τὴν ἑωθινὴν πεσεῖν ἐπὶ τὴν γῆν, ὥστε διὰ τὸν ἐφεστῶτα ζόφον μηδὲ τοὺς ἐν ποσὶ δύνασθαι βλέπειν.οὐ μὴν ἀλλʼ ὅ γε Φίλιππος κατανύσαι σπεύδων ἐπὶ τὸ προκείμενον, ἀναζεύξας προῄει μετὰ πάσης τῆς στρατιᾶς.δυσχρηστούμενος δὲ κατὰ τὴν πορείαν διὰ τὴν ὀμίχλην, βραχὺν τόπον διανύσας τὴν μὲν δύναμιν εἰς χάρακα παρενέβαλε, τὴν δʼ ἐφεδρείαν ἀπέστειλε, συντάξας ἐπὶ τοὺς ἄκρους ἐπιβαλεῖν τῶν μεταξὺ κειμένων βουνῶν.ὁ δὲ Τίτος στρατοπεδεύων περὶ τὸ Θετίδειον, καὶ διαπορούμενος ὑπὲρ τῶν πολεμίων ποῦ ποτʼ εἰσί, δέκα προθέμενος οὐλαμοὺς καὶ τῶν εὐζώνων εἰς χιλίους ἐξαπέστειλε, παρακαλέσας εὐλαβῶς ἐξερευνωμένους ἐπιπορεύεσθαι τὴν χώραν·οἳ καὶ προάγοντες ὡς ἐπὶ τὰς ὑπερβολὰς ἔλαθον ἐμπεσόντες εἰς τὴν τῶν Μακεδόνων ἐφεδρείαν διὰ τὸ δύσοπτον τῆς ἡμέρας.οὗτοι μὲν οὖν ἐν ταῖς ἀρχαῖς ἐπὶ βραχὺ διαταραχθέντες ἀμφότεροι μετʼ ὀλίγον ἤρξαντο καταπειράζειν ἀλλήλων, διεπέμψαντο δὲ καὶ πρὸς τοὺς ἑαυτῶν ἡγεμόνας ἑκάτεροι τοὺς διασαφήσοντας τὸ γεγονός·ἐπειδὴ δὲ κατὰ τὴν συμπλοκὴν οἱ Ῥωμαῖοι κατεβαροῦντο καὶ κακῶς ἔπασχον ὑπὸ τῆς τῶν Μακεδόνων ἐφεδρείας, πέμποντες εἰς τὴν ἑαυτῶν παρεμβολὴν ἐδέοντο σφίσι βοηθεῖν.ὁ δὲ Τίτος, παρακαλέσας τοὺς περὶ τὸν Ἀρχέδαμον καὶ τὸν Εὐπόλεμον Αἰτωλοὺς καὶ δύο τῶν παρʼ αὑτοῦ χιλιάρχων, ἐξέπεμψε μετὰ πεντακοσίων ἱππέων καὶ δισχιλίων πεζῶν.ὧν προσγενομένων τοῖς ἐξ ἀρχῆς ἀκροβολιζομένοις, παραυτίκα τὴν ἐναντίαν ἔσχε διάθεσιν ὁ κίνδυνος·